Excerpta ex Theodoto

 μαρτυρουμένου τοῦ πιστευομένου. Ἡ δὲ ἐπὶ τῷ Ποταμῷ, τοῖς μέλλουσι πιστεύειν· διὸ καὶ ἠμελήθη ἡ φωνὴ αὐτοῖς προκατεχομένοις ἐπὶ τῇ τῶν νομοδιδασκάλων ἀ

 1.10.1 Ἀλλ' οὐδὲ τὰ πνευματικὰ καὶ νοερά, οὐδὲ οἱ Ἀρχάγγελοι, οὐδὲ οἱ Πρωτόκτιστοι, οὐδὲ μὴν οὐδ' αὐτός, ἄμορφος καὶ ἀνείδεος καὶ ἀσχημάτιστος καὶ ἀσώ

 οὐράνιος, 1.13.5 συναγωγὴ εὐλογημένη. τάχα δὲ ὡς ἐκ τῆς αὐτῆς οὐσίας τῶν ἐκλεκτῶν κατὰ τὸ ὑποκείμενον γενομένων, καὶ ὡς τοῦ αὐτοῦ τέλους τευξομένων.

 πάσης κτίσεως, ὅτι γεν νηθεὶς ἀπαθῶς, κτίστης καὶ γενεσιάρχης τῆς ὅλης ἐγένετο κτίσεώς τε καὶ οὐσίας· ἐν αὐτῷ γὰρ ὁ Πατὴρ τὰ πάντα ἐποίησεν. 1.19.5

 ἐστὶ καὶ δυνάμεως τῷ προσεχῶς ἐνεργή σαντι κατὰ τὴν παλαιὰν διαθήκην. 1.25.1 Τὸν ἄγγελον ὡρίσαντο οἱ ἀπὸ Οὐαλεντίνου λόγον ἀπαγγελίαν ἔχοντα τοῦ Ὄντος

 2.31.3 Τότε γὰρ ἐπέγνωσαν ὅτι ὅ εἰσιν, χάριτι τοῦ Πατρός εἰσιν· Ὄνομα ἀνωνόμαστον, Μορφὴ καὶ Γνῶσις. Ὁ δὲ βουληθεὶς Αἰὼν τὸ ὑπὲρ τὴν Γνῶσιν λαβεῖν,

 2.39.1 Ἡ Μήτηρ, προβαλοῦσα τὸν Χριστὸν ὁλόκληρον καὶ ὑπ' αὐτοῦ καταλειφθεῖσα, τοῦ λοιποῦ οὐκέτι οὐδὲν προέβαλεν ὁλόκληρον, ἀλλὰ τὰ δυνατὰ παρ' αὐτῇ κα

 3.46.1 Πρῶτον οὖν ἐξ ἀσωμάτου πάθους καὶ συμβεβη κότος εἰς ἀσώματον ἔτι τὴν ὕλην αὐτὰ μετήντλησεν καὶ μετέβαλεν· εἶθ' οὕτως εἰς συγκρίματα καὶ σώ 3.46

 3.52.1 Τοῦτο τὸ σαρκίον ἀντίδικον ὁ Σωτὴρ εἶπεν καὶ ὁ Παῦλος νόμον ἀντιστρατευόμενον τῷ νόμῳ τοῦ νοός μου· καὶ δῆσαι παραινεῖ καὶ ἁρπάσαι ὡς ἰσ

 πνευματικόν, τὸ δὲ ἐκ τῆς οἰκονομίας τὸ ψυχικόν, ὃ ἀνέσωσεν καὶ ἀνήνεγκεν ἅπερ ἀνέλαβεν, καὶ δι' αὐτῶν καὶ τὰ τούτοις ὁμοού 3.58.2 σια· Εἰ γὰρ ἡ ἀπαρ

 Νυμφίου δὲ Φίλος, ἑστὼς ἔμπροσθεν τοῦ νυμφῶνος, ἀκούων τῆς φωνῆς 3.65.2 τοῦ Νυμφίου, χαρᾷ χαίρει. Τοῦτο αὐτοῦ τὸ Πλήρωμα τῆς χαρᾶς καὶ τῆς ἀναπαύσε

 4.75.1 Ὅτι δέ ἐστι, φασίν, Εἱμαρμένη τοῖς ἄλλοις, τὰ ἀποτελέσματα προλεγόμενα δείκνυσιν· ἐναργὴς δὲ 4.75.2 ἀπόδειξις καὶ ἡ τῶν μαθημάτων θεωρία. Αὐτίκ

 λεόντων ἀνασῴζεται· διὸ καὶ πειρασμοὶ εὐθέως ἀγανακτούντων τῶν ἀφ' ὧν ἀφῃρέθη· κἄν τις φέρῃ προειδώς, τά γε ἔξω σαλεύουσιν.

πάσης κτίσεως", ὅτι γεν νηθεὶς ἀπαθῶς, κτίστης καὶ γενεσιάρχης τῆς ὅλης ἐγένετο κτίσεώς τε καὶ οὐσίας· "ἐν αὐτῷ" γὰρ ὁ Πατὴρ τὰ πάντα ἐποίησεν. 1.19.5 Ὅθεν καὶ "μορφὴν δούλου λαβεῖν" εἴρηται, οὐ μόνον τὴν σάρκα κατὰ τὴν παρουσίαν, ἀλλὰ καὶ τὴν οὐσίαν ἐκ τοῦ ὑποκειμένου· δούλη δὲ ἡ οὐσία, ὡς ἂν παθητὴ καὶ ὑποκειμένη τῇ δραστηρίῳ καὶ κυριωτάτῃ αἰτίᾳ. 1.20.1 Τὸ γὰρ "πρὸ ἑωσφόρου ἐγέννησά σε" οὕτως ἐξακούομεν ἐπὶ τοῦ πρωτοκτίστου Θεοῦ Λόγου· καὶ "πρὸ ἡλίου" καὶ σελήνης καὶ πρὸ πάσης κτίσεως "τὸ Ὄνομά σου". Τῷ "κατ' εἰκόνα Θεοῦ ἐποίησεν αὐτούς, ἄρσεν καὶ θῆλυ ἐποίησεν αὐτοὺς" τὴν προβολὴν τὴν ἀρίστην φασὶν οἱ Οὐαλεντινιανοὶ τῆς Σοφίας λέγεσθαι, ἀφ' ἧς τὰ μὲν ἀρρενικὰ ἡ ἐκλογή, τὰ δὲ θηλυκὰ ἡ κλῆσις. Καὶ τὰ μὲν ἀρρενικὰ ἀγγελικὰ καλοῦσι, τὰ θηλυκὰ δὲ ἑαυτούς, τὸ διαφέρον σπέρμα. 1.21.2 Οὕτως καὶ ἐπὶ τοῦ Ἀδάμ, τὸ μὲν ἀρρενικὸν ἔμεινεν αὐτῷ, πᾶν δὲ τὸ θηλυκὸν σπέρμα ἀρθὲν ἀπ' αὐτοῦ Εὔα γέγονεν, ἀφ' ἧς αἱ θήλειαι, ὡς ἀπ' ἐκείνου οἱ ἄρρενες.

1.21.3 Τὰ οὖν ἀρρενικὰ μετὰ τοῦ Λόγου συνεστάλη· τὰ θηλυκὰ δὲ ἀπανδρωθέντα ἑνοῦται τοῖς Ἀγγέλοις καὶ εἰς Πλήρωμα χωρεῖ. ∆ιὰ τοῦτο ἡ γυνὴ εἰς ἄνδρα μετατίθεσθαι λέγεται καὶ ἡ ἐνταῦθα Ἐκκλησία εἰς Ἀγγέλους. 1.22.1 Καὶ ὅταν εἴπῃ ὁ Ἀπόστολος· "Ἐπεὶ τί ποιήσουσιν οἱ βαπτιζόμενοι ὑπὲρ τῶν νεκρῶν;"· ὑπὲρ ἡμῶν γάρ, φησίν, οἱ Ἄγγελοι ἐβαπτίσαντο, ὧν ἐσμεν μέρη. 1.22.2 Νεκροὶ δὲ ἡμεῖς οἱ νεκρωθέντες τῇ συστάσει ταύτῃ· ζῶντες δὲ οἱ ἄρρενες οἱ μὴ μεταλαβόντες τῆς συστά σεως ταύτης. 1.22.3 "Εἰ νεκροὶ οὐκ ἐγείρονται, τί καὶ βαπτιζόμεθα;". Ἐγειρόμεθα οὖν ἡμεῖς, ἰσάγγελοι τοῖς ἄρρεσιν ἀποκατασταθέντες, τοῖς μέλεσι τὰ μέλη, εἰς ἕνωσιν. 1.22.4 "Οἱ βαπτιζόμενοι" δέ, φασίν, "ὑπὲρ ἡμῶν τῶν νεκρῶν", οἱ Ἄγγελοί εἰσιν οἱ ὑπὲρ ἡμῶν βαπτιζόμενοι, ἵνα ἔχοντες καὶ ἡμεῖς τὸ Ὄνομα μὴ ἐπισχεθῶμεν κωλυθέντες εἰς τὸ Πλήρωμα παρελθεῖν τῷ Ὅρῳ καὶ τῷ Σταυρῷ. 1.22.5 ∆ιὸ καὶ ἐν τῇ χειροθεσίᾳ λέγουσιν ἐπὶ τέλους· "εἰς λύτρωσιν ἀγγελικήν", τουτέστιν ἣν καὶ Ἄγγελοι ἔχουσιν, ἵν' ᾖ βεβαπτισμένος ὁ τὴν λύτρωσιν κομισάμε νος τῷ αὐτῷ Ὀνόματι ᾧ καὶ ὁ Ἄγγελος αὐτοῦ προβεβάπτισται. 1.22.6 Ἐβαπτίσαντο δὲ ἐν ἀρχῇ οἱ Ἄγγελοι ἐν λυτρώσει τοῦ Ὀνόματος τοῦ ἐπὶ τὸν Ἰησοῦν ἐν τῇ περιστερᾷ κατελθόντος 22.7καὶ λυτρωσαμένου αὐτόν. Ἐδέησεν δὲ λυτρώσεως καὶ τῷ Ἰησοῦ, ἵνα μὴ κατασχεθῇ τῇ Ἐννοίᾳ ᾗ ἐνετέθη τοῦ ὑστερήματος, προσερχόμενος διὰ τῆς Σοφίας, ὥς φησιν ὁ Θεόδοτος.

1.23.1 Τὸν Παράκλητον οἱ ἀπὸ Οὐαλεντίνου τὸν Ἰησοῦν λέγουσιν, ὅτι πλήρης τῶν Αἰώνων ἐλήλυθεν, ὡς ἀπὸ τοῦ Ὅλου προελθών. 1.23.2 Χριστὸς γάρ, καταλείψας τὴν προβαλοῦσαν αὐτὸν Σοφίαν, εἰσελθὼν εἰς τὸ Πλήρωμα, ὑπὲρ τῆς ἔξω καταλειφθείσης Σοφίας ᾐτήσατο τὴν βοήθειαν, καὶ ἐξ εὐδοκίας τῶν Αἰώνων Ἰησοῦς προβάλλεται Παράκλητος τῷ παρελθόντι Αἰῶνι. Ἐν τύπῳ δὲ Παρακλήτου ὁ Παῦλος ἀναστάσεως 1.23.3 Ἀπόστολος γέγονεν. Αὐτίκα μετὰ τὸ πάθος τοῦ Κυρίου καὶ αὐτὸς ἀπεστάλη κηρύσσειν. ∆ιὸ καὶ καθ' ἑκάτερον ἐκήρυξε τὸν Σωτῆρα· γεννητὸν καὶ παθητὸν διὰ τοὺς ἀριστερούς, ὅτι τοῦτον γνῶναι δυνηθέντες κατὰ τὸν τόπον τοῦτον δεδίασιν· καὶ κατὰ τὸ πνευματικὸν ἐξ ἁγίου Πνεύματος καὶ Παρθένου, ὡς οἱ δεξιοὶ Ἄγγελοι γινώσκουσιν. 1.23.4 Ἰδίως γὰρ ἕκαστος γνωρίζει τὸν Κύριον καὶ οὐχ ὁμοίως πάντες. "Τὸ πρόσωπον τοῦ Πατρὸς ὁρῶσιν οἱ Ἄγγελοι τούτων τῶν μικρῶν", τῶν ἐκλεκτῶν, τῶν ἐσομένων ἐν τῇ αὐτῇ 1.23.5 κληρονομίᾳ καὶ τελειότητι. Τάχα δὲ τὸ πρόσωπον ἔστι μὲν καὶ ὁ Υἱός, ἔστι δὲ καὶ ὅσον καταληπτὸν τοῦ Πατρὸς δι' Υἱοῦ δεδιδαγμένοι θεωροῦσι· τὸ δὲ λοιπὸν ἄγνωστόν ἐστι τοῦ Πατρός. 1.24.1 Λέγουσιν οἱ Οὐαλεντινιανοὶ ὅτι ὃ κατὰ εἷς τῶν Προφητῶν ἔσχεν Πνεῦμα ἐξαίρετον εἰς διακονίαν, τοῦτο ἐπὶ πάντας τοὺς τῆς Ἐκκλησίας ἐξεχύθη· διὸ καὶ τὰ σημεῖα τοῦ Πνεύματος, ἰάσεις καὶ προφητεῖαι, διὰ τῆς Ἐκκλησίας ἐπιτελοῦνται. 1.24.2 Ἀγνοοῦσι δὲ ὅτι ὁ Παράκλητος, ὁ προσεχῶς ἐνεργῶν νῦν ἐν τῇ Ἐκκλησίᾳ, τῆς αὐτῆς οὐσίας