Excerpta ex Theodoto

 μαρτυρουμένου τοῦ πιστευομένου. Ἡ δὲ ἐπὶ τῷ Ποταμῷ, τοῖς μέλλουσι πιστεύειν· διὸ καὶ ἠμελήθη ἡ φωνὴ αὐτοῖς προκατεχομένοις ἐπὶ τῇ τῶν νομοδιδασκάλων ἀ

 1.10.1 Ἀλλ' οὐδὲ τὰ πνευματικὰ καὶ νοερά, οὐδὲ οἱ Ἀρχάγγελοι, οὐδὲ οἱ Πρωτόκτιστοι, οὐδὲ μὴν οὐδ' αὐτός, ἄμορφος καὶ ἀνείδεος καὶ ἀσχημάτιστος καὶ ἀσώ

 οὐράνιος, 1.13.5 συναγωγὴ εὐλογημένη. τάχα δὲ ὡς ἐκ τῆς αὐτῆς οὐσίας τῶν ἐκλεκτῶν κατὰ τὸ ὑποκείμενον γενομένων, καὶ ὡς τοῦ αὐτοῦ τέλους τευξομένων.

 πάσης κτίσεως, ὅτι γεν νηθεὶς ἀπαθῶς, κτίστης καὶ γενεσιάρχης τῆς ὅλης ἐγένετο κτίσεώς τε καὶ οὐσίας· ἐν αὐτῷ γὰρ ὁ Πατὴρ τὰ πάντα ἐποίησεν. 1.19.5

 ἐστὶ καὶ δυνάμεως τῷ προσεχῶς ἐνεργή σαντι κατὰ τὴν παλαιὰν διαθήκην. 1.25.1 Τὸν ἄγγελον ὡρίσαντο οἱ ἀπὸ Οὐαλεντίνου λόγον ἀπαγγελίαν ἔχοντα τοῦ Ὄντος

 2.31.3 Τότε γὰρ ἐπέγνωσαν ὅτι ὅ εἰσιν, χάριτι τοῦ Πατρός εἰσιν· Ὄνομα ἀνωνόμαστον, Μορφὴ καὶ Γνῶσις. Ὁ δὲ βουληθεὶς Αἰὼν τὸ ὑπὲρ τὴν Γνῶσιν λαβεῖν,

 2.39.1 Ἡ Μήτηρ, προβαλοῦσα τὸν Χριστὸν ὁλόκληρον καὶ ὑπ' αὐτοῦ καταλειφθεῖσα, τοῦ λοιποῦ οὐκέτι οὐδὲν προέβαλεν ὁλόκληρον, ἀλλὰ τὰ δυνατὰ παρ' αὐτῇ κα

 3.46.1 Πρῶτον οὖν ἐξ ἀσωμάτου πάθους καὶ συμβεβη κότος εἰς ἀσώματον ἔτι τὴν ὕλην αὐτὰ μετήντλησεν καὶ μετέβαλεν· εἶθ' οὕτως εἰς συγκρίματα καὶ σώ 3.46

 3.52.1 Τοῦτο τὸ σαρκίον ἀντίδικον ὁ Σωτὴρ εἶπεν καὶ ὁ Παῦλος νόμον ἀντιστρατευόμενον τῷ νόμῳ τοῦ νοός μου· καὶ δῆσαι παραινεῖ καὶ ἁρπάσαι ὡς ἰσ

 πνευματικόν, τὸ δὲ ἐκ τῆς οἰκονομίας τὸ ψυχικόν, ὃ ἀνέσωσεν καὶ ἀνήνεγκεν ἅπερ ἀνέλαβεν, καὶ δι' αὐτῶν καὶ τὰ τούτοις ὁμοού 3.58.2 σια· Εἰ γὰρ ἡ ἀπαρ

 Νυμφίου δὲ Φίλος, ἑστὼς ἔμπροσθεν τοῦ νυμφῶνος, ἀκούων τῆς φωνῆς 3.65.2 τοῦ Νυμφίου, χαρᾷ χαίρει. Τοῦτο αὐτοῦ τὸ Πλήρωμα τῆς χαρᾶς καὶ τῆς ἀναπαύσε

 4.75.1 Ὅτι δέ ἐστι, φασίν, Εἱμαρμένη τοῖς ἄλλοις, τὰ ἀποτελέσματα προλεγόμενα δείκνυσιν· ἐναργὴς δὲ 4.75.2 ἀπόδειξις καὶ ἡ τῶν μαθημάτων θεωρία. Αὐτίκ

 λεόντων ἀνασῴζεται· διὸ καὶ πειρασμοὶ εὐθέως ἀγανακτούντων τῶν ἀφ' ὧν ἀφῃρέθη· κἄν τις φέρῃ προειδώς, τά γε ἔξω σαλεύουσιν.

μαρτυρουμένου τοῦ πιστευομένου. Ἡ δὲ ἐπὶ τῷ Ποταμῷ, τοῖς μέλλουσι πιστεύειν· διὸ καὶ ἠμελήθη ἡ φωνὴ αὐτοῖς προκατεχομένοις ἐπὶ τῇ τῶν νομοδιδασκάλων ἀγωγῇ. 1.6.1 Τὸ "Ἐν Ἀρχῇ ἦν ὁ Λόγος καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεὸν καὶ Θεὸς ἦν ὁ Λόγος" οἱ ἀπὸ Οὐαλεντίνου οὕτως ἐνδέχονται· 1.6.2 "Ἀρχὴν" μὲν γὰρ τὸν Μονογενῆ λέγουσιν, ὃν καὶ Θεὸν προσαγορεύεσθαι, ὡς καὶ ἐν τοῖς ἑξῆς ἄντικρυς Θεὸν αὐτὸν δηλοῖ λέγων· "Ὁ Μονογενὴς Θεὸς, ὁ ὢν εἰς τὸν κόλπον τοῦ Πατρός, ἐκεῖνος ἐξηγήσατο." 1.6.3 Τὸν δὲ Λόγον τὸν "ἐν τῇ Ἀρχῇ" (τοῦτ' ἐστὶν ἐν τῷ Μονογενεῖ, ἐν τῷ Νῷ καὶ τῇ Ἀληθείᾳ) μηνύει τὸν Χριστόν, τὸν Λόγον καὶ τὴν Ζωήν· ὅθεν εἰκότως καὶ αὐτὸν Θεὸν λέγει, τὸν ἐν τῷ Θεῷ τῷ Νῷ ὄντα.

1.6.4 "Ὃ γέγονεν ἐν αὐτῷ" (τῷ Λόγῳ) "Ζωὴ ἦν" (ἡ σύζυγος)· διὸ καί φησιν ὁ Κύριος· "Ἐγώ εἰμι ἡ Ζωή." 1.7.1 Ἄγνωστος οὖν ὁ Πατὴρ ὤν, ἠθέλησεν γνωσθῆναι τοῖς Αἰῶσι· καὶ διὰ τῆς Ἐνθυμήσεως τῆς ἑαυτοῦ, ὡς ἂν ἑαυτὸν ἐγνωκώς, Πνεῦμα γνώσεως οὔσης ἐν γνώσει, προέβαλε τὸν Μονογενῆ. Γέγονεν οὖν καὶ ὁ ἀπὸ γνώσεως (τουτέστι τῆς πατρικῆς Ἐνθυμήσεως) προελθὼν Γνῶσις, τουτέστιν ὁ Υἱός, ὅτι "δι' Υἱοῦ ὁ Πατὴρ ἐγνώσθη." 1.7.2 Τὸ δὲ τῆς ἀγάπης Πνεῦμα κέκραται τῷ τῆς γνώσεως, ὡς Πατὴρ Υἱῷ καὶ Ἐνθύμησις Ἀληθείᾳ, ἀπ' Ἀληθείας προελθὸν ὡς ἀπὸ Ἐνθυμήσεως ἡ γνῶσις. 1.7.3 Καὶ ὁ μὲν μείνας "Μονογενὴς Υἱὸς εἰς τὸν κόλπον τοῦ Πατρός", τὴν Ἐνθύμησιν διὰ τῆς γνώσεως ἐξηγεῖται τοῖς Αἰῶσιν, ὡς ἂν καὶ ὑπὸ τοῦ κόλπου αὐτοῦ προβληθείς· ὁ δὲ ἐνταῦθα ὀφθεὶς οὐκέτι "Μονογενής", ἀλλ' "ὡς Μονογενὴς" πρὸς τοῦ Ἀποστόλου προσαγορεύ εται, "δόξαν ὡς Μονογενοῦς"· -ὅτι εἷς καὶ ὁ αὐτὸς ὤν, ἐν μὲν τῇ κτίσει "Πρωτότοκός" ἐστιν Ἰησοῦς, ἐν δὲ Πληρώ ματι "Μονογενής". Ὁ δὲ αὐτός ἐστι, τοιοῦτος ὢν ἑκάστῳ τόπῳ οἷος κεχωρῆσθαι δύναται. 1.7.4 Καὶ οὐδέποτε τοῦ μείναντος ὁ καταβὰς μερίζεται. Φησὶ γὰρ ὁ Ἀπόστολος· "Ὁ γὰρ ἀναβὰς αὐτός ἐστι καὶ ὁ καταβάς." 1.7.5 Εἰκόνα δὲ τοῦ Μονογενοῦς τὸν ∆ημιουργὸν λέγουσιν· ∆ιὸ καὶ λυτὰ τῆς εἰκόνος τὰ ἔργα. Ὅθεν καὶ ὁ Κύριος, εἰκόνα τῆς πνευματικῆς ἀναστάσεως ποιήσας, τοὺς νεκροὺς οὓς ἤγειρεν, οὐκ ἀφθάρτους τὴν σάρκα, ἀλλ' ὡς αὖθις ἀποθανουμένους ἤγειρεν. 1.8.1 Ἡμεῖς δὲ τὸν ἐν ταὐτότητι Λόγον Θεὸν ἐν Θεῷ φαμεν, ὃς καὶ "εἰς τὸν κόλπον τοῦ Πατρὸς" εἶναι λέγεται, ἀδιάστατος, ἀμέριστος, εἷς Θεός. 1.8.2 "Πάντα δι' αὐτοῦ ἐγένετο", κατὰ τὴν προσεχῆ ἐνέργειαν τοῦ ἐν ταὐτότητι Λόγου, τά τε πνευματικὰ καὶ νοητὰ καὶ αἰσθητά. "Οὗτος τὸν κόλπον τοῦ Πατρὸς ἐξηγήσατο", ὁ Σωτὴρ καὶ Ἡσαΐας· "καὶ ἀνταποδώσω τὰ ἔργα αὐτῶν εἰς τὸν κόλπον αὐτῶν", εἰς τὴν ἔννοιαν αὐτῶν τὴν ἐν τῇ ψυχῇ, ἀφ' ἧς πρώτης ἐνεργεῖται "Πρωτότοκος πάσης κτίσεως".

1.8.3 Ὁ δὲ ἐν ταὐτότητι Μονογενής, οὗ κατὰ δύναμιν ἀδιάστατον ὁ Σωτὴρ ἐνεργεῖ, οὗτός ἐστι "τὸ Φῶς" τῆς Ἐκκλησίας, τῆς πρότερον ἐν σκότῳ καὶ ἐν ἀγνοίᾳ οὔσης. 1.8.4 "Καὶ ἡ σκοτία αὐτὸν οὐ κατέλαβεν"· οἱ ἀποστατήσαντες καὶ οἱ λοιποὶ τῶν ἀνθρώπων οὐκ ἔγνωσαν αὐτόν, καὶ ὁ θάνατος οὐ κατέσχεν αὐτόν. 1.9.1 Ἡ πίστις οὐ μία, ἀλλὰ διάφορος. Ὁ γοῦν Σωτήρ φησι· "Γενηθήτω σοῦ κατὰ τὴν πίστιν". Ὅθεν εἴρηται τοὺς μὲν τῆς κλήσεως ἀνθρώ πους κατὰ τὴν παρουσίαν τοῦ Ἀντιχρίστου πλανηθήσεσθαι· ἀδύνατον δὲ τοὺς ἐκλεκτούς· διό φησι· "Καὶ εἰ δυνατόν, τοὺς ἐκλεκτούς μου." 1.9.2 Πάλιν ὅταν λέγῃ· "Ἐξέλθετε ἐκ τοῦ οἴκου τοῦ Πατρός μου", τοῖς κλητοῖς λέγει. Πάλιν τῷ ἐξ ἀποδημίας ἐλθόντι καὶ κατεδηδοκότι τὰ ὑπάρχοντα, ᾧ τὸν σιτευτὸν ἔθυσεν μόσχον, τὴν κλῆσιν λέγει· καὶ ὅπου ὁ βασιλεὺς εἰς τὸ δεῖπνον τοῦ γάμου τοὺς ἐν ταῖς ὁδοῖς κέκληκεν. 1.9.3 Πάντες μὲν οὖν κέκληνται ἐπ' ἴσης ("βρέχει γὰρ ἐπὶ δικαίους καὶ ἀδίκους, καὶ τὸν ἥλιον ἐπιλάμπει πᾶσιν")· ἐκλέγονται δὲ οἱ μᾶλλον πιστεύσαντες, πρὸς οὓς λέγει· "Τὸν Πατέρα μου οὐδεὶς ἑώρακεν εἰ μὴ ὁ Υἱός"· καὶ "Ὑμεῖς ἐστε τὸ φῶς τοῦ κόσμου"· καὶ "Πάτερ ἅγιε, ἁγίασον αὐτοὺς ἐν τῷ Ὀνόματί σου."