Excerpta ex Theodoto

 μαρτυρουμένου τοῦ πιστευομένου. Ἡ δὲ ἐπὶ τῷ Ποταμῷ, τοῖς μέλλουσι πιστεύειν· διὸ καὶ ἠμελήθη ἡ φωνὴ αὐτοῖς προκατεχομένοις ἐπὶ τῇ τῶν νομοδιδασκάλων ἀ

 1.10.1 Ἀλλ' οὐδὲ τὰ πνευματικὰ καὶ νοερά, οὐδὲ οἱ Ἀρχάγγελοι, οὐδὲ οἱ Πρωτόκτιστοι, οὐδὲ μὴν οὐδ' αὐτός, ἄμορφος καὶ ἀνείδεος καὶ ἀσχημάτιστος καὶ ἀσώ

 οὐράνιος, 1.13.5 συναγωγὴ εὐλογημένη. τάχα δὲ ὡς ἐκ τῆς αὐτῆς οὐσίας τῶν ἐκλεκτῶν κατὰ τὸ ὑποκείμενον γενομένων, καὶ ὡς τοῦ αὐτοῦ τέλους τευξομένων.

 πάσης κτίσεως, ὅτι γεν νηθεὶς ἀπαθῶς, κτίστης καὶ γενεσιάρχης τῆς ὅλης ἐγένετο κτίσεώς τε καὶ οὐσίας· ἐν αὐτῷ γὰρ ὁ Πατὴρ τὰ πάντα ἐποίησεν. 1.19.5

 ἐστὶ καὶ δυνάμεως τῷ προσεχῶς ἐνεργή σαντι κατὰ τὴν παλαιὰν διαθήκην. 1.25.1 Τὸν ἄγγελον ὡρίσαντο οἱ ἀπὸ Οὐαλεντίνου λόγον ἀπαγγελίαν ἔχοντα τοῦ Ὄντος

 2.31.3 Τότε γὰρ ἐπέγνωσαν ὅτι ὅ εἰσιν, χάριτι τοῦ Πατρός εἰσιν· Ὄνομα ἀνωνόμαστον, Μορφὴ καὶ Γνῶσις. Ὁ δὲ βουληθεὶς Αἰὼν τὸ ὑπὲρ τὴν Γνῶσιν λαβεῖν,

 2.39.1 Ἡ Μήτηρ, προβαλοῦσα τὸν Χριστὸν ὁλόκληρον καὶ ὑπ' αὐτοῦ καταλειφθεῖσα, τοῦ λοιποῦ οὐκέτι οὐδὲν προέβαλεν ὁλόκληρον, ἀλλὰ τὰ δυνατὰ παρ' αὐτῇ κα

 3.46.1 Πρῶτον οὖν ἐξ ἀσωμάτου πάθους καὶ συμβεβη κότος εἰς ἀσώματον ἔτι τὴν ὕλην αὐτὰ μετήντλησεν καὶ μετέβαλεν· εἶθ' οὕτως εἰς συγκρίματα καὶ σώ 3.46

 3.52.1 Τοῦτο τὸ σαρκίον ἀντίδικον ὁ Σωτὴρ εἶπεν καὶ ὁ Παῦλος νόμον ἀντιστρατευόμενον τῷ νόμῳ τοῦ νοός μου· καὶ δῆσαι παραινεῖ καὶ ἁρπάσαι ὡς ἰσ

 πνευματικόν, τὸ δὲ ἐκ τῆς οἰκονομίας τὸ ψυχικόν, ὃ ἀνέσωσεν καὶ ἀνήνεγκεν ἅπερ ἀνέλαβεν, καὶ δι' αὐτῶν καὶ τὰ τούτοις ὁμοού 3.58.2 σια· Εἰ γὰρ ἡ ἀπαρ

 Νυμφίου δὲ Φίλος, ἑστὼς ἔμπροσθεν τοῦ νυμφῶνος, ἀκούων τῆς φωνῆς 3.65.2 τοῦ Νυμφίου, χαρᾷ χαίρει. Τοῦτο αὐτοῦ τὸ Πλήρωμα τῆς χαρᾶς καὶ τῆς ἀναπαύσε

 4.75.1 Ὅτι δέ ἐστι, φασίν, Εἱμαρμένη τοῖς ἄλλοις, τὰ ἀποτελέσματα προλεγόμενα δείκνυσιν· ἐναργὴς δὲ 4.75.2 ἀπόδειξις καὶ ἡ τῶν μαθημάτων θεωρία. Αὐτίκ

 λεόντων ἀνασῴζεται· διὸ καὶ πειρασμοὶ εὐθέως ἀγανακτούντων τῶν ἀφ' ὧν ἀφῃρέθη· κἄν τις φέρῃ προειδώς, τά γε ἔξω σαλεύουσιν.

1.10.1 Ἀλλ' οὐδὲ τὰ πνευματικὰ καὶ νοερά, οὐδὲ οἱ Ἀρχάγγελοι, οὐδὲ οἱ Πρωτόκτιστοι, οὐδὲ μὴν οὐδ' αὐτός, ἄμορφος καὶ ἀνείδεος καὶ ἀσχημάτιστος καὶ ἀσώματός ἐστιν, ἀλλὰ καὶ μορφὴν ἔχει ἰδίαν καὶ σῶμα ἀνὰ λόγον τῆς ὑπεροχῆς τῶν πνευματικῶν ἁπάντων· ὡς δὲ καὶ οἱ Πρωτόκτιστοι ἀνὰ λόγον τῆς 1.10.2 ὑπεροχῆς τῶν ὑπ' αὐτοὺς οὐσιῶν. Ὅλως γὰρ τὸ γενητὸν οὐκ ἀνούσιον μέν, οὐχ ὅμοιον δὲ μορφὴν καὶ σῶμα ἔχουσι τοῖς ἐν τῷδε 1.10.3 τῷ κόσμῳ σώμασιν. Ἄρρενά τε γὰρ καὶ θήλεα τὰ ἐνταῦθα καὶ διάφορα πρὸς αὐτά. Ἐκεῖ δὲ ὁ μὲν Μονογενὴς καὶ ἰδίως νοερός, ἰδέᾳ ἰδίᾳ καὶ οὐσίᾳ ἰδίᾳ κεχρημένος, ἄκρως εἰλικρινεῖ καὶ ἡγεμονικωτάτῃ, καὶ προσεχῶς τῆς τοῦ Πατρὸς ἀπολαύων δυνάμεως· οἱ δὲ Πρωτόκτιστοι, εἰ καὶ ἀριθμῷ διάφοροι καὶ ὁ καθ' ἕκαστον περιώρισται καὶ περιγέγραπται, ἀλλ' ἡ ὁμοιότης τῶν πραγμάτων ἑνότητα καὶ 1.10.4 ἰσότητα καὶ ὁμοιότητα ἐνδείκνυται. Οὐ γὰρ τῷδε μὲν πλέον, τῷδε δὲ ἧττον παρέσχηται τῶν Ἑπτά, οὐδ' ὑπολείπεται τις αὐτοῖς προκοπή· ἐξ ἀρχῆς ἀπειληφότων τὸ τέλειον ἅμα τῇ πρώτῃ γενέσει παρὰ τοῦ Θεοῦ διὰ τοῦ Υἱοῦ. 1.10.5 Καὶ ὃ μὲν "Φῶς ἀπρόσιτον" εἴρηται, ὡς "Μονογενὴς" καὶ "Πρωτότοκος", "ἃ ὀφθαλμὸς οὐκ εἶδε καὶ οὖς οὐκ ἤκουσεν οὐδὲ ἐπὶ καρδίαν ἀνθρώπου ἀνέβη", οὐδὲ ἔσται τις τοιοῦτος, 1.10.6 οὔτε τῶν Πρωτοκτίστων οὔτε ἀνθρώπων· οἳ δὲ "διὰ παντὸς τὸ Πρόσωπον τοῦ Πατρὸς βλέπουσιν"· Πρόσωπον δὲ Πατρὸς ὁ Υἱός, δι' οὗ γνωρίζεται ὁ Πατήρ. -Τὸ τοίνυν ὁρῶν καὶ ὁρώμενον ἀσχημάτιστον εἶναι οὐ δύναται οὐδὲ ἀσώματον· ὁρῶσι δὲ ὀφθαλμῷ οὐκ αἰσθητῷ, ἀλλ' οἵῳ παρέσχεν ὁ Πατήρ, νοερῷ.

1.11.1 Ὅταν οὖν εἴπῃ ὁ Κύριος· "Μὴ καταφρο νήσητε ἑνὸς τῶν μικρῶν τούτων· ἀμὴν λέγω ὑμῖν· τούτων οἱ ἄγγελοι τὸ Πρόσωπον τοῦ Πατρὸς διὰ παντὸς βλέπουσιν", οἷον τὸ προ κέντημα, τοῖοι ἔσονται οἱ ἐκλεκτοί, τὴν τελείαν ἀπολαβόντες προκοπήν· "Μακάριοι δὲ οἱ καθαροὶ τῇ καρδίᾳ, ὅτι αὐτοὶ τὸν Θεὸν ὄψονται." 1.11.2 -Πρόσωπον δὲ τοῦ ἀσχηματίστου πῶς ἂν εἴη; -Σώματα γοῦν ἐπουράνια εὔμορφα καὶ νοερὰ οἶδεν ὁ Ἀπόστολος· πῶς δ' ἂν καὶ ὀνόματα διάφορα αὐτῶν ἐλέγετο, εἰ μὴ σχήμασιν ἦν περιγεγραμμένα, μορφῇ καὶ σώματι; "Ἄλλη δόξα ἐπουρανίων, ἄλλη ἐπιγείων, ἄλλη ἀγγέλων, 1.11.3 ἄλλη ἀρχαγγέλων." Ὡς πρὸς τὴν σύγκρισιν τῶν τῇδε σωμάτων (οἷον ἄστρων) ἀσώματα καὶ ἀνείδεα, ἀλλ' ὡς πρὸς τὴν σύγκρισιν τοῦ Υἱοῦ σώματα μεμετρημένα καὶ αἰσθητά· οὕτως καὶ ὁ Υἱὸς πρὸς τὸν Πατέρα παραβαλλόμενος. 1.11.4 Καὶ δύναμιν μὲν ἰδίαν ἔχει ἕκαστον τῶν πνευ ματικῶν καὶ ἰδίαν οἰκονομίαν· καθὸ δὲ ὁμοῦ τε ἐγένοντο καὶ τὸ ἐντελὲς ἀπειλήφασιν οἱ Πρωτό κτιστοι, κοινὴν τὴν λειτουργίαν καὶ ἀμέριστον. 1.12.1 Οἱ Πρωτόκτιστοι οὖν τόν τε Υἱὸν ὁρῶσι καὶ ἑαυτοὺς καὶ τὰ ὑποβεβηκότα, ὥσπερ καὶ οἱ Ἀρχάγγελοι τοὺς Πρωτοκτίστους. Ὁ δὲ Υἱὸς ἀρχὴ τῆς πατρικῆς ὑπάρχει θέας, Πρόσωπον τοῦ Πατρὸς λεγόμενος.

1.12.2 Καὶ οἱ μὲν Ἄγγελοι νοερὸν πῦρ καὶ πνεύματα νοερά, τὴν οὐσίαν ἀποκεκαθαρμένοι· φῶς δὲ νοερὸν ἡ μεγίστη προκοπὴ ἀπὸ τοῦ νοεροῦ πυρὸς ἀποκεκαθαρμένου τέλεον, "εἰς ἃ ἐπιθυμοῦσιν ἄγγελοι παρακύψαι", ὁ Πέτρος φησίν· 1.12.3 ὁ δὲ Υἱὸς ἔτι τούτου καθαρώτερος, "ἀπρόσιτον Φῶς" καὶ "∆ύναμις Θεοῦ", καὶ κατὰ τὸν Ἀπόστολον "τιμίῳ καὶ ἀμώμῳ καὶ ἀσπίλῳ αἵματι ἐλυτρώθημεν." Οὗ "τὰ μὲν ἱμάτια ὡς φῶς ἔλαμψεν, τὸ πρόσωπον δὲ ὡς ὁ ἥλιος", ᾧ μηδὲ ἀντωπῆσαι ἔστι ῥᾳδίως. 1.13.1 Οὗτός ἐστιν "Ἄρτος" ἐπουράνιος καὶ πνευ ματικὴ Τροφὴ ζωῆς παρεκτικὴ κατὰ τὴν βρῶσιν καὶ γνῶσιν, "τὸ Φῶς τῶν ἀνθρώπων", τῆς Ἐκκλησίας δηλονότι. 1.13.2 Οἱ μὲν οὖν "τὸν οὐράνιον ἄρτον" "φαγόντες ἀπέθανον"· ὁ δὲ "τὸν ἀληθινὸν Ἄρτον" τοῦ 1.13.3 Πνεύματος ἐσθίων οὐ τεθνήξεται. Ὁ "ζῶν Ἄρτος" ὁ "ὑπὸ τοῦ Πατρὸς δοθεὶς" ὁ Υἱός ἐστι 1.13.4 τοῖς ἐσθίειν βουλομένοις. "Ὁ δὲ ἄρτος ὃν ἐγὼ δώσω", φησίν, "ἡ σάρξ μού ἐστιν", ἤτοι ᾧ τρέφεται ἡ σὰρξ διὰ τῆς Εὐχαριστίας, ἤ, ὅπερ καὶ μᾶλλον, ἡ σὰρξ τὸ σῶμα αὐτοῦ ἐστιν, "ὅπερ ἐστὶν ἡ Ἐκκλησία", "ἄρτος