Excerpta ex Theodoto

 μαρτυρουμένου τοῦ πιστευομένου. Ἡ δὲ ἐπὶ τῷ Ποταμῷ, τοῖς μέλλουσι πιστεύειν· διὸ καὶ ἠμελήθη ἡ φωνὴ αὐτοῖς προκατεχομένοις ἐπὶ τῇ τῶν νομοδιδασκάλων ἀ

 1.10.1 Ἀλλ' οὐδὲ τὰ πνευματικὰ καὶ νοερά, οὐδὲ οἱ Ἀρχάγγελοι, οὐδὲ οἱ Πρωτόκτιστοι, οὐδὲ μὴν οὐδ' αὐτός, ἄμορφος καὶ ἀνείδεος καὶ ἀσχημάτιστος καὶ ἀσώ

 οὐράνιος, 1.13.5 συναγωγὴ εὐλογημένη. τάχα δὲ ὡς ἐκ τῆς αὐτῆς οὐσίας τῶν ἐκλεκτῶν κατὰ τὸ ὑποκείμενον γενομένων, καὶ ὡς τοῦ αὐτοῦ τέλους τευξομένων.

 πάσης κτίσεως, ὅτι γεν νηθεὶς ἀπαθῶς, κτίστης καὶ γενεσιάρχης τῆς ὅλης ἐγένετο κτίσεώς τε καὶ οὐσίας· ἐν αὐτῷ γὰρ ὁ Πατὴρ τὰ πάντα ἐποίησεν. 1.19.5

 ἐστὶ καὶ δυνάμεως τῷ προσεχῶς ἐνεργή σαντι κατὰ τὴν παλαιὰν διαθήκην. 1.25.1 Τὸν ἄγγελον ὡρίσαντο οἱ ἀπὸ Οὐαλεντίνου λόγον ἀπαγγελίαν ἔχοντα τοῦ Ὄντος

 2.31.3 Τότε γὰρ ἐπέγνωσαν ὅτι ὅ εἰσιν, χάριτι τοῦ Πατρός εἰσιν· Ὄνομα ἀνωνόμαστον, Μορφὴ καὶ Γνῶσις. Ὁ δὲ βουληθεὶς Αἰὼν τὸ ὑπὲρ τὴν Γνῶσιν λαβεῖν,

 2.39.1 Ἡ Μήτηρ, προβαλοῦσα τὸν Χριστὸν ὁλόκληρον καὶ ὑπ' αὐτοῦ καταλειφθεῖσα, τοῦ λοιποῦ οὐκέτι οὐδὲν προέβαλεν ὁλόκληρον, ἀλλὰ τὰ δυνατὰ παρ' αὐτῇ κα

 3.46.1 Πρῶτον οὖν ἐξ ἀσωμάτου πάθους καὶ συμβεβη κότος εἰς ἀσώματον ἔτι τὴν ὕλην αὐτὰ μετήντλησεν καὶ μετέβαλεν· εἶθ' οὕτως εἰς συγκρίματα καὶ σώ 3.46

 3.52.1 Τοῦτο τὸ σαρκίον ἀντίδικον ὁ Σωτὴρ εἶπεν καὶ ὁ Παῦλος νόμον ἀντιστρατευόμενον τῷ νόμῳ τοῦ νοός μου· καὶ δῆσαι παραινεῖ καὶ ἁρπάσαι ὡς ἰσ

 πνευματικόν, τὸ δὲ ἐκ τῆς οἰκονομίας τὸ ψυχικόν, ὃ ἀνέσωσεν καὶ ἀνήνεγκεν ἅπερ ἀνέλαβεν, καὶ δι' αὐτῶν καὶ τὰ τούτοις ὁμοού 3.58.2 σια· Εἰ γὰρ ἡ ἀπαρ

 Νυμφίου δὲ Φίλος, ἑστὼς ἔμπροσθεν τοῦ νυμφῶνος, ἀκούων τῆς φωνῆς 3.65.2 τοῦ Νυμφίου, χαρᾷ χαίρει. Τοῦτο αὐτοῦ τὸ Πλήρωμα τῆς χαρᾶς καὶ τῆς ἀναπαύσε

 4.75.1 Ὅτι δέ ἐστι, φασίν, Εἱμαρμένη τοῖς ἄλλοις, τὰ ἀποτελέσματα προλεγόμενα δείκνυσιν· ἐναργὴς δὲ 4.75.2 ἀπόδειξις καὶ ἡ τῶν μαθημάτων θεωρία. Αὐτίκ

 λεόντων ἀνασῴζεται· διὸ καὶ πειρασμοὶ εὐθέως ἀγανακτούντων τῶν ἀφ' ὧν ἀφῃρέθη· κἄν τις φέρῃ προειδώς, τά γε ἔξω σαλεύουσιν.

3.46.1 Πρῶτον οὖν ἐξ ἀσωμάτου πάθους καὶ συμβεβη κότος εἰς ἀσώματον ἔτι τὴν ὕλην αὐτὰ μετήντλησεν καὶ μετέβαλεν· εἶθ' οὕτως εἰς συγκρίματα καὶ σώ 3.46.2 ματα (ἀθρόως γὰρ οὐσίαν ποιῆσαι τὰ πάθη οὐκ ἐνῆν)· καὶ τοῖς σώμασι κατὰ φύσιν ἐπιτηδειότητα ἐνεποίησεν. 3.47.1 Πρῶτος μὲν οὖν ∆ημιουργὸς ὁ Σωτὴρ γίνεται καθολικός· "ἡ δὲ Σοφία" δευτέρα "οἰκοδομεῖ οἶκον ἑαυτῇ καὶ ὑπήρεισεν στύλους ἑπτά." 3.47.2 Καὶ πρῶτον πάντων προβάλλεται εἰκόνα τοῦ Πατρὸς Θεόν, δι' οὗ ἐποίησεν "τὸν οὐρανὸν καὶ τὴν γῆν", τουτέστι "τὰ οὐράνια καὶ τὰ ἐπίγεια", τὰ δεξιὰ καὶ τὰ ἀριστερά. 3.47.3 Οὗτος ὡς εἰκὼν Πατρὸς πατὴρ γίνεται καὶ προβάλλει πρῶτον τὸν ψυχικὸν Χριστόν, Υἱοῦ εἰκόνα· ἔπειτα, τοὺς Ἀρχαγγέλους, Αἰώνων εἰκόνας· εἶτα, Ἀγγέλους Ἀρχαγγέλων, ἐκ τῆς ψυχικῆς καὶ φωτεινῆς οὐσίας ἥν φησιν ὁ προφητικὸς λόγος· "Καὶ Πνεῦμα Θεοῦ ἐπεφέρετο ἐπάνω τῶν ὑδάτων", κατὰ τὴν συμπλοκὴν τῶν δύο οὐσιῶν τῶν αὐτῷ πεποιημένων, τὸ εἰλικρινὲς "ἐπιφέρεσθαι" εἰπών, τὸ δὲ ἐμβριθὲς καὶ ὑλικὸν 3.47.4 ὑποφέρεσθαι, τὸ θολερὸν καὶ παχυμερές. Ἀσώματον δὲ καὶ ταύτην ἐν ἀρχῇ αἰνίσσεται τῷ φάσκειν "ἀόρατον"· οὔτε γὰρ ἀνθρώπῳ τῷ μηδέπω ὄντι ἀόρατος ἦν, οὔτε τῷ Θεῷ· ἐδημιούργει γάρ· ἀλλὰ τὸ ἄμορφον καὶ ἀνείδεον καὶ ἀσχημάτιστον αὐτῆς ὧδέ πως ἐξεφώνησεν.

3.48.1 ∆ιακρίνας δὲ ὁ ∆ημιουργὸς τὰ καθαρὰ ἀπὸ τοῦ ἐμβριθοῦς, ὡς ἂν ἐνιδὼν τὴν ἑκατέρου φύσιν, φῶς ἐποίησεν, τουτέστιν ἐφανέρωσεν καὶ εἰς φῶς καὶ ἰδέαν προσήγαγεν, ἐπεὶ τό γε ἡλιακὸν καὶ οὐράνιον φῶς πολλῷ ὕστερον ἐργάζεται. 3.48.2 Καὶ ποιεῖ ἐκ τῶν ὑλικῶν τὸ μὲν ἐκ τῆς λύπης, οὐσιωδῶς κτίζων "Πνευματικὰ τῆς πονηρίας, πρὸς ἃ ἡ πάλη ἡμῖν" (διὸ καὶ λέγει ὁ Ἀπόστολος· "Καὶ μὴ λυπεῖτε τὸ Πνεῦμα τὸ ἅγιον τοῦ Θεοῦ, ἐν ᾧ 3.48.3 ἐσφραγίσθητε")· τὸ δὲ ἐκ τοῦ φόβου, τὰ θηρία· τὸ δὲ ἐκ τῆς ἐκπλήξεως καὶ ἀπορίας, τὰ στοιχεῖα 3.48.4 τοῦ κόσμου. Ἐν δὲ τοῖς τρισὶ στοιχείοις τὸ πῦρ ἐναιωρεῖται καὶ ἐνέσπαρται καὶ ἐμφωλεύει καὶ ὑπὸ τούτων ἐξάπτεται καὶ τούτοις ἐπαποθνῄσκει, μὴ ἔχον τόπον ἀποτακτὸν ἑαυτοῦ ὡς καὶ τὰ ἄλλα στοιχεῖα ἐξ ὧν τὰ συγκρίματα δημιουργεῖται.

3.49.1 Ἐπεὶ δὲ οὐκ ἐγίνωσκεν τὴν δι' αὑτοῦ ἐνεργοῦσαν, οἰόμενος ἰδίᾳ δυνάμει δημιουργεῖν, φιλεργὸς ὢν φύσει· διὰ τοῦτο εἶπεν ὁ Ἀπόστολος· "Ὑπετάγη τῇ ματαιότητι τοῦ κόσμου, οὐχ ἑκών, ἀλλὰ διὰ τὸν ὑποτάξαντα, ἐπ' ἐλπίδι ὅτι καὶ αὐτὸς ἐλευθερωθήσε 3.49.2 ται", ὅταν συλλεγῇ τὰ σπέρματα τοῦ Θεοῦ. Τεκμήριον δὲ μάλιστα τοῦ ἀκουσίου τὸ "εὐλογεῖν τὸ σάββατον" καὶ τὴν ἀπὸ τῶν πόνων ἀνάπαυσιν ὑπερασπάζεσθαι.

3.50.1 "Λαβὼν χοῦν ἀπὸ τῆς γῆς", οὐ τῆς ξηρᾶς, ἀλλὰ τῆς πολυμεροῦς καὶ ποικίλης ὕλης μέρος, ψυχὴν γεώδη καὶ ὑλικὴν ἐτεκτήνατο ἄλογον καὶ τῇ τῶν θηρίων ὁμοούσιον· οὗτος ὁ "κατ' εἰκόνα" ἄνθρωπος. 3.50.2 Ὁ δὲ "καθ' ὁμοίωσιν", τὴν αὐτοῦ τοῦ ∆ημιουργοῦ ἐκεῖνός ἐστιν ὃν εἰς τοῦτον "ἐνεφύσησέν" τε καὶ ἐνέσπειρεν, ὁμοούσιόν τι αὐτῷ δι' Ἀγγέλων ἐνθείς. 3.50.3 Καθὸ μὲν ἀόρατός ἐστι καὶ ἀσώματος, τὴν οὐσίαν αὐτοῦ "πνοὴν ζωῆς" προσεῖπεν· μορφωθὲν δέ, "ψυχὴ ζῶσα" ἐγένετο· ὅπερ εἶναι, καὶ αὐτὸς ἐν ταῖς προφητικαῖς γραφαῖς ὁμολογεῖ.

3.51.1 Ἄνθρωπος γοῦν ἐστιν ἐν ἀνθρώπῳ, ψυχικὸς ἐν χοϊκῷ, οὐ μέρει μέρος, ἀλλὰ ὅλῳ ὅλος συνών, ἀρρήτῳ δυνάμει Θεοῦ. Ὅθεν ἐν τῷ Παραδείσῳ, τῷ τετάρτῳ 3.51.2 οὐρανῷ, δημιουργεῖται. Ἐκεῖ γὰρ χοϊκὴ σὰρξ οὐκ ἀναβαίνει, ἀλλ' ἦν τῇ ψυχῇ τῇ θείᾳ οἷον σὰρξ ἡ ὑλική. Ταῦτα σημαίνει· "Τοῦτο νῦν ὀστοῦν ἐκ τῶν ὀστῶν μου" (τὴν θείαν ψυχὴν αἰνίσσεται τὴν ἐγκεκρυμμένην τῇ σαρκὶ καὶ στερεὰν καὶ δυσπαθῆ καὶ δυνατωτέραν), "καὶ σὰρξ ἐκ τῆς σαρκός μου" (τὴν ὑλικὴν ψυχὴν σῶμα οὖσαν τῆς θείας ψυχῆς). 3.51.3 Περὶ τούτων τῶν δυεῖν καὶ ὁ Σωτὴρ λέγει "φοβεῖσθαι δεῖν τὸν δυνάμενον ταύτην τὴν ψυχὴν καὶ τοῦτο τὸ σῶμα" τὸ ψυχικὸν "ἐν γεέννῃ ἀπολέσαι".