Homilia in occursum domini

 ῥητον γὰρ τοῦτο, καὶ παντελῶς ἀνερμήνευτον, οὐκ ἐμοὶ μόνον, ἀλλὰ καὶ αὐτῇ τῇ τεκούσῃ· καὶ οὐ ταύτῃ μόνον, ἀνθρωπίνης γὰρ καὶ αὐτὴ φύσεως ἔλαχεν, εἰ κα

 Ἠσαῦ, ὅτι «Τὸν Ἰακὼβ ἠγάπησα, τὸν δὲ Ἠσαῦ ἐμίσησα;» Τίνος δὲ χάριν, εἰ ἅγιος ἦν τῷ Κυρίῳ ὁ Κάϊν, ἐπὶ τῷ τούτου φόνῳ ἑπτὰ ἐκδικούμενα παρελύετο; Εἰ πᾶν

 εὐλαβὴς, προσδεχόμενος παράκλησιν τοῦ Ἰσραήλ.» Τίς ἂν ἀξιώτερον ἔπαινον τῶν βραχυτά των τούτων ῥημάτων τῷ ἀνδρὶ προσκομίσειε; «Καὶ ἰδοὺ ἦν ἄνθρωπος·»

 γέρον φίλε, ἵνα τῶν πάλαι σοι κεχρηματισμένων θαυμάτων τὰς ἐκβάσεις ἐναργῶς κατόψῃ, καὶ γνῷς οἵων πραγμάτων μύστης ἐταμιεύθης, οἵας εὐκλείας παρὰ τοὺς

 Ἆρά γε τὰ χερουβὶμ καὶ τὰ σεραφὶμ συγκινήσας, ἢ τὴν ἅπασαν τῶν οὐρανίων διακόσμησιν ἐπαγόμενος; Ἆρά γε «συσσεισμός τις ὢν, ἢ πνεῦμα μέγα καὶ κραταιὸν

 ἀπαραχάρακτος ἔμεινεν· ἀπόλυσόν με τὸ τάχος· ἀπόλυσον, δέομαι. Μή με κατέχῃς ἐπὶ πολὺ, ∆έσποτα· μὴ βραδύνω ταῦτα τοῖς γενάρχαις ἀποκομίσαι τὰ χαροποιὰ

 τοιαύτης λέλογχας εὐκλείας, ὡς πάσης ἄρδην ἐπέκεινα γνωρισθῆναι γηγενοῦς φύσεως, ἀπείραστός τις ἔσῃ καὶ ἀπαθὴς, καὶ οἱονεὶ πρὸς τὰς θλίψεις ἀν άλωτος·

 τάφῳ περικλειό μενον, πλάνον ὀνομαζόμενον, σφραγῖσι καταδεσμούμε νον, φρουρούμενον φύλαξι. Καὶ ἁπαξαπλῶς, πᾶν ἀλγει νὸν καὶ ἀτιμίας ἐμφαντικὸν ἐπ' αὐτ

 Κυρίῳ, καὶ ἐλάλει περὶ αὐτοῦ πᾶσι τοῖς προσδεχομένοις λύτρωσιν ἐν Ἱερουσαλήμ.» Τίς ὁ λόγος τοῦ 28.1000 τοιαύτην ἀκριβῆ περὶ τῆς προφήτιδος ταύτης τὸν

τάφῳ περικλειό μενον, πλάνον ὀνομαζόμενον, σφραγῖσι καταδεσμούμε νον, φρουρούμενον φύλαξι. Καὶ ἁπαξαπλῶς, πᾶν ἀλγει νὸν καὶ ἀτιμίας ἐμφαντικὸν ἐπ' αὐτῷ κατόψει πρατ τόμενον μεθ' ὑπερβολῆς· διὰ ταῦτα, σοῦ τὴν ψυχὴν διελεύσεται ῥομφαία· διὰ ταῦτα κλαύσεις καὶ κόψῃ, καὶ οἷα μήτηρ θρηνήσεις ἐπὶ Υἱῷ, τὸν τῶν κακούρ γων ὑπομένοντι θάνατον· μάλιστα τοὺς ἀποῤῥήτους ἐκείνους καθ' ἑαυτὴν ἀνελίττουσα λογισμούς· οἷον, τὸ τοῦ Γαβριὴλ εὐαγγέλιον, τὴν ἄσπορον σύλληψιν, τὸν τόκον τὸν ἄφθορον, τὴν ἄσυλον παρθενίαν, τὸ ἀμόλυντον τῆς ἁγνείας, τὸ μηδὲν παθεῖν ἐν τῷ τόκῳ φυσικοῦ νόμου καὶ μητρικῆς ἀκολουθίας, διὰ τοῦ καὶ πρὸ τόκου καὶ μετὰ τόκον παρθένον ὡσαύτως καὶ εἶναι καὶ μεῖναι παναληθέστατα. «Ὅπως ἂν ἀποκαλυφθῶσιν ἐκ πολλῶν καρ διῶν διαλογισμοί.» Ἀποκαλυφθήσεται γὰρ Πέτρου μὲν ὁ πυρὸς τέως θερμότερος ζῆλος, χλιαρός τις καὶ οἷον ὑπόψυχρος διὰ τῆς ἀρνήσεως· Ἰωάννου δὲ καὶ Ἰακώβου καὶ τῶν λοιπῶν διὰ τῆς φυγῆς, ἣν, ἀφέντες αὐτὸν, ἅπαντες ἔφυγον, πάντων ὥσπερ τῶν μεγίστων θαυμάτων ἐπιλαθόμενοι. Καὶ αὖ πάλιν ἐκ τοῦ ἐναντίου ἀποκαλυφθήσεται Πιλᾶτος μὲν εἰς τὸν 28.997 μετάμελον ἥκων διὰ τῆς τῶν χειρῶν ἀποσμήξεως· ἡ δὲ τούτου σύνευνος ὡς ἐπίστευσε, διὰ τῆς νυκτερινῆς ὄψεως· ὁ ἑκατόνταρχος διὰ τῶν σημείων· Ἰωσὴφ καὶ Νικόδημος διὰ τῆς κηδείας· Ἰούδας διὰ τοῦ βρόχου· Ἰουδαῖοι διὰ τὸ δοῦναι τοῖς φύλαξι τὰ ἀργύρια. Καὶ ἁπαξαπλῶς, μάχη τις ἔσται καὶ στάσις λογισμῶν τε καὶ διαλογισμῶν ἐναντίων· τῶν μὲν τὰ τῆς θεότητος διαλογιζομένων, τῶν δὲ τὰ τῆς ἀνθρωπότητος. Θαυ μάσουσι μὲν γὰρ, φησὶ, πάσχοντα τοῦτον ὁρῶντες, καὶ ἀγωνιῶντα, καὶ θρόμβους ἱδρώτων ἐκπέμποντα· ἔτι τε δειλιῶντα, καὶ τὴν τοῦ πάθους παραίτησιν προσευχόμενον· τήν τε τῶν νεκρῶν ἐννοοῦντες ἀνά στασιν καὶ τὴν τῶν τυφλῶν ὀμμάτωσιν· τήν τε τῶν λεπρῶν ἀποκάθαρσιν, καὶ τὴν τῶν πονηρῶν πνευμά των ἐκδίωξιν· καὶ τὴν ἄλλην ἅπασαν τῶν ὑπ' αὐτοῦ τελεσθέντων σημείων πληθύν· θαυμάσουσι, καὶ τὸν νοῦν ὧδε κἀκεῖσε κλονούμενον ἕξουσι, ἀσύμφωνα ταῦτα τοῖς πρώτοις ὁρῶντες, καὶ ἀκατάλληλα· θαυ μάσουσι δὲ πάλιν οἱ τὸν σεισμὸν ὁρῶντες, καὶ τὴν ἐν ἡμέρᾳ νύκτα, τόν τε τοῦ διαπετάσματος διχασμὸν, καὶ τὴν τῶν πετρῶν διάῤῥηξιν· ἔτι τε τῶν μνημάτων τὴν ἀνακάλυψιν, καὶ τὴν τῶν νεκρῶν ἐξανάστασιν· θαυμάσουσι καὶ ἐκστήσονται τῇ καρδίᾳ, καὶ πρὸς ἀπορίας βυθὸν καταντήσουσιν, ἄνθρωπον μὲν τὸν κρεμάμενον βλέποντες, Θεὸν δὲ τὸν ἐνεργοῦντα ταῦτα καὶ συμπεραίνοντα. Οὕτως ἀποκαλυφθήσονται ἐκ πολλῶν καρδιῶν διαλογισμοὶ, τῶν μὲν ταῦτα, τῶν δὲ ἐκεῖνα διαλογιζομένων. Ἀλλ' ὅμως ἡ μάχη αὕτη τῶν λογισμῶν, καὶ ἡ στάσις, καὶ ἡ φύρσις, καὶ ἡ ἀν τίθεσις, ὁμονοίας καὶ συμφωνίας, καὶ εἰρήνης τῆς ἀνωτάτω τῇ Ἐκκλησίᾳ χρηματίσει παραίτιος· δι' ἑκατέρων γὰρ ὃ ἦν Χριστὸς κηρυχθήσεται, καὶ Θεὸς ὁ αὐτὸς καὶ ἄνθρωπος γνωρισθήσεται, αὐτεξουσίως θέλων καὶ ἐνεργῶν ὁ αὐτὸς, τὰ μὲν τῇ θεότητι, τὰ δὲ τῇ ἀνθρωπότητι. Ταῦτα μὲν οὖν εἶπεν ἂν, οἶμαι, ὁ θεῖος ὄντως καὶ Ἀβραμιαῖος ἐκεῖνος πρεσβύτης, εἴ τις αὐτὸν διήρετο περὶ τούτων. Εἶτα μετ' αὐτὸν παρίσταται καὶ Ἄννα τῷ γράμματι, γηραίοις βαδίζουσα βήμασιν· ἐκάλει γὰρ καὶ αὐτὴν τὸ μυστήριον, προφητείας χάριν πληρώ σουσαν· ὅπως καὶ αὐτὴ προφητικῶς μαρτυρήσειν, ὡς ἐγνώρισε Κύριος τὸ σωτήριον αὐτοῦ, καὶ ὡς ἐναντίον τῶν ἐθνῶν ἀπεκάλυψε τὴν δικαιοσύνην αὐτοῦ. Ἀλλὰ πρῶτον μὲν ἐκ τοῦ Εὐαγγελίου πυθώμεθα, τίς τε καὶ πόθεν αὕτη καθέστηκε, καὶ ἐπὶ ποίοις καὶ πότε τῷ ἱερῷ ἐφέστηκεν· αὖθίς τε ὁποῖα ἔλεγεν, ἐρευνήσωμεν. Φησὶ γὰρ ὁ εὐαγγελιστής· «Καὶ ἦν Ἄννα προφῆτις θυγάτηρ Φανουὴλ ἐκ φυλῆς Ἀσήρ· αὕτη προβεβηκυῖα ἐν ἡμέραις πολλαῖς· ζήσασα μετ' ἀνδρὸς ἔτη ἑπτὰ ἀπὸ τῆς παρθενίας αὐτῆς· καὶ αὐτὴ χήρα ὡς ἐτῶν ὀγδοήκοντα τεσσάρων· ἣ οὐκ ἀφίστατο ἀπὸ τοῦ ἱεροῦ, νηστείαις καὶ δεήσεσι λατρεύουσα νύκτα καὶ ἡμέραν. Καὶ αὕτη, αὐτῇ τῇ ὥρᾳ ἐπιστᾶσα, ἀνθωμολογεῖτο τῷ

9