Homilia in occursum domini

 ῥητον γὰρ τοῦτο, καὶ παντελῶς ἀνερμήνευτον, οὐκ ἐμοὶ μόνον, ἀλλὰ καὶ αὐτῇ τῇ τεκούσῃ· καὶ οὐ ταύτῃ μόνον, ἀνθρωπίνης γὰρ καὶ αὐτὴ φύσεως ἔλαχεν, εἰ κα

 Ἠσαῦ, ὅτι «Τὸν Ἰακὼβ ἠγάπησα, τὸν δὲ Ἠσαῦ ἐμίσησα;» Τίνος δὲ χάριν, εἰ ἅγιος ἦν τῷ Κυρίῳ ὁ Κάϊν, ἐπὶ τῷ τούτου φόνῳ ἑπτὰ ἐκδικούμενα παρελύετο; Εἰ πᾶν

 εὐλαβὴς, προσδεχόμενος παράκλησιν τοῦ Ἰσραήλ.» Τίς ἂν ἀξιώτερον ἔπαινον τῶν βραχυτά των τούτων ῥημάτων τῷ ἀνδρὶ προσκομίσειε; «Καὶ ἰδοὺ ἦν ἄνθρωπος·»

 γέρον φίλε, ἵνα τῶν πάλαι σοι κεχρηματισμένων θαυμάτων τὰς ἐκβάσεις ἐναργῶς κατόψῃ, καὶ γνῷς οἵων πραγμάτων μύστης ἐταμιεύθης, οἵας εὐκλείας παρὰ τοὺς

 Ἆρά γε τὰ χερουβὶμ καὶ τὰ σεραφὶμ συγκινήσας, ἢ τὴν ἅπασαν τῶν οὐρανίων διακόσμησιν ἐπαγόμενος; Ἆρά γε «συσσεισμός τις ὢν, ἢ πνεῦμα μέγα καὶ κραταιὸν

 ἀπαραχάρακτος ἔμεινεν· ἀπόλυσόν με τὸ τάχος· ἀπόλυσον, δέομαι. Μή με κατέχῃς ἐπὶ πολὺ, ∆έσποτα· μὴ βραδύνω ταῦτα τοῖς γενάρχαις ἀποκομίσαι τὰ χαροποιὰ

 τοιαύτης λέλογχας εὐκλείας, ὡς πάσης ἄρδην ἐπέκεινα γνωρισθῆναι γηγενοῦς φύσεως, ἀπείραστός τις ἔσῃ καὶ ἀπαθὴς, καὶ οἱονεὶ πρὸς τὰς θλίψεις ἀν άλωτος·

 τάφῳ περικλειό μενον, πλάνον ὀνομαζόμενον, σφραγῖσι καταδεσμούμε νον, φρουρούμενον φύλαξι. Καὶ ἁπαξαπλῶς, πᾶν ἀλγει νὸν καὶ ἀτιμίας ἐμφαντικὸν ἐπ' αὐτ

 Κυρίῳ, καὶ ἐλάλει περὶ αὐτοῦ πᾶσι τοῖς προσδεχομένοις λύτρωσιν ἐν Ἱερουσαλήμ.» Τίς ὁ λόγος τοῦ 28.1000 τοιαύτην ἀκριβῆ περὶ τῆς προφήτιδος ταύτης τὸν

τοιαύτης λέλογχας εὐκλείας, ὡς πάσης ἄρδην ἐπέκεινα γνωρισθῆναι γηγενοῦς φύσεως, ἀπείραστός τις ἔσῃ καὶ ἀπαθὴς, καὶ οἱονεὶ πρὸς τὰς θλίψεις ἀν άλωτος· ἀλλὰ «καὶ σοῦ αὐτῆς τὴν ψυχὴν διελεύσεται ῥομφαία·» μὴ γάρ σε, φησὶ, τὸ μεγαλεῖον τοῦ θαύματος πρὸς ὄγκον ἐπάρῃ φυσήματος. Εἰ γὰρ καὶ ὑπὲρ φύσιν ἐκύησας, ἀλλὰ θλίψιν ἕξεις ταῖς κατὰ φύσιν γεννώσαις ἐφάμιλλον· μᾶλλον δὲ πολλῷ μεγίστην καὶ ὑπερβάλλουσαν, ὅσον ἐκεῖναι μὲν χωρὶς θαυμάτων τὰς περὶ τὰ τέκνα θλίψεις ὑπέμειναν· σὺ δὲ μετὰ τοσαύτην πληθὺν τεραστίων, μετὰ τὰς ἀπλέτους ἐκείνας τῶν προφητικῶν ῥημάτων ἐκβάσεις, μετὰ τὴν περιβόητον τῆς παρθενίας φυλακὴν καὶ συν τήρησιν, ὢ τοῦ θαύματος! «καὶ σοῦ αὐτῆς τὴν ψυχὴν διελεύσεται ῥομφαία.» Τίνος; «σοῦ, φησὶν, αὐ τῆς,» τῆς τὸν Γαβριὴλ εὐμοιρησάσης εὐαγγελιστὴν, καὶ τοῦ τόκου σημάντορα· «σοῦ,» τῆς τὴν δύναμιν τοῦ Ὑψίστου ἐπισκιάζουσαν, καὶ αὐτὸ τὸ Πνεῦμα τὸ ἅγιον, ἐπιφοιτῶν τε καὶ περιιπτάμενόν σε, σχούσης ἀριδηλότατα· «σοῦ αὐτῆς,» ἣν μάγοι μετὰ τοῦ ἀστέ ρος δι' ἀστέρος ὁδηγηθέντες προσεκύνησαν, καὶ ποιμένες μετὰ ἀγγέλων τῷ θείῳ βρέφει συνεμακάρι σαν, καὶ συνύμνησαν· «σοῦ αὐτῆς,» ἣν Ἰακὼβ φοιτῶσαν ὡς οὐρανοὺς ἑώρακε κλίμακα· καὶ Μωϋσῆς ὁ θεόπτης βάτον πυράφλεκτον, καὶ λυχνίαν, καὶ στάμνον, καὶ πλάκα, καὶ τράπεζαν· καὶ Ἀαρὼν ῥάβδον ἀνίκμως βλαστήσασαν· «σοῦ αὐτῆς,» ὦ πανάφθορε καὶ παν άμωμε, ἣν ∆αυῒδ μὲν κιβωτὸν καλεῖ ἁγιάσματος, Σολομὼν δὲ κλίνην χρυσῆν, καὶ θρόνον, καὶ κοιλάδα κρίνων· ἀρετῶν, οἶμαι, τῶν θείων, καὶ παράδεισον θεοφύτευτον. Καὶ «σοῦ» δὲ «αὐτῆς τὴν ψυχὴν διελεύσεται ῥομφαία· σοῦ» τῆς ἐκλελεγμένης καὶ πρὸ γεννήσεως, τῆς προωρισμένης ἀπὸ τῶν αἰώνων καὶ ἀπὸ τῶν γενεῶν· «σοῦ αὐτῆς,» ἣν ὁ Πατὴρ ἐξελέξατο, καὶ ὁ Υἱὸς ἐνεσκήνωσε, καὶ τὸ Πνεῦμα τὸ ἅγιον θεοπρεπῶς ἐπεσκίασε· καὶ πᾶσα ἡ κτίσις Θεοῦ Μη τέρα καὶ Θεοτόκον κηρύττει κυριώτατά τε καὶ ἀλη θέστατα. «Καὶ σοῦ δὲ αὐτῆς τὴν ψυχὴν διελεύσεται ῥομφαία.» ∆ιὰ τί, φησὶν, ἐμοῦ, γέρον θαυμασιώτατε; μὴ γὰρ ἐγὼ Θεοῦ Υἱὸν ἐμαυτὴν ἀνεκήρυξα; Μὴ γὰρ ἐγὼ περὶ τοῦ ναοῦ προεφήτευσα; ἢ τὸν Λάζαρον ἤγειρα; ἢ τὸν παράλυτον ἐθεράπευσα; ἢ τὸν ἐκ 28.996 γενετῆς τυφλὸν ὠμμάτωσα; Τίνος χάριν τὴν ἐμὴν ψυχὴν ἡ ῥομφαία διαδραμεῖται; Ὅτι τὸ Σάββατον ἔλυσα; Ὅτι τὸν νόμον παρέβην; Ἰδοὺ δι' ἐκεῖνον τόν τε Υἱὸν περιέτεμον, τήν τε Ἱερουσαλὴμ ἔφθασα, καὶ τῷ ναῷ πάρειμι, καὶ τοὺς νεοττοὺς τῶν τρυγόνων, δεῖγμα μικρᾶς τε καὶ πενεστάτης ὄντας θυσίας, τῇ θείᾳ τραπέζῃ προσανατίθημι. Τί τοίνυν ἐστὶν ἢ μικρὸν ἢ μεῖζον, ὃ τοῦ νόμου παρέλυσα, ἵνα ῥομφαία τὴν ψυχὴν ἐμὴν διελεύσηται; Φράσον τὸ τάχος, μήπως ὡς ὑπερ βεβηκότα, καὶ πολλῷ τῷ βίῳ καταγηράσαντα ὑποπτεύ σωμεν. Οὒ, φησὶν ὁ θεῖος ἐκεῖνος πρεσβύτης, καὶ τῆς προφητικῆς ἀνάπλεως χάριτος· δι' οὐδὲν τούτων· ἔξω γὰρ τούτων πάντων ἦσθα καὶ ὑπερέκεινα· ἀλλ' «ὅπως ἂν ἀποκαλυφθῶσιν ἐκ πολλῶν καρδιῶν διαλογισμοί.» Αἰνίγματι, φησὶ, λέγεις ὅμοιον· οὔπω σαφῶς τὴν αἰτίαν τοῦ πάθους ἐνέφηνας. Εἰπεῖν σε δεῖ φανερώτερον· ἔτι γὰρ ἀφανές πως καὶ ὑπόσκιον τὸ λαλούμενον. Ἐγώ σοι, φησὶν, ὦ Χριστοῦ κτῆμα, καὶ χρῆμα, καὶ σκήνωμα, τῶν ζητουμένων ἅπαν ἐπιλύσω τὸ ἄπορον. Ἀλλ' ὅρα μή σε τὸ πάθος νικῆσαν μικρόψυχόν τινα δείξῃ καὶ ἀφιλόσοφον· ὅπερ ἐπὶ σοῦ λέγειν μᾶλλον οὐ θέμις ἢ ἐπὶ ἡλίου τὸ ἀφεγγὲς καὶ ἀθέρμαντον. Προδιδόμενον ὄψει τοῦτον, ὃν θεοπρεπῶς ἀπεγέννησας, καὶ δεσμούμενον, ἐπτυσμένον καὶ ῥαπιζόμενον, φραγ γελούμενον καὶ κολαφιζόμενον, καλάμῳ τυπτόμενον, ἀκάνθαις στεφανούμενον, χλαῖναν ἐνδιδυσκόμενον, ὑπὸ Φαρισαίων συκοφαντούμενον, ὑπὸ Σαδδουκαίων ὀνειδιζόμενον, ὑπὸ Πιλάτου κρινόμενον, ὑπὸ στρα τιωτῶν χλευαζόμενον, τῇ σπείρᾳ γονυπετούμενον τὸν Βαραββᾶν ὄψει προτιμώμενον τούτου καὶ προκρινόμε νον· τέλος σταυρῷ προσπηγνύμενον, ὄξος μετὰ χολῆς ποτιζόμενον, λόγχῃ νυττόμενον,

8