Homilia in occursum domini

 ῥητον γὰρ τοῦτο, καὶ παντελῶς ἀνερμήνευτον, οὐκ ἐμοὶ μόνον, ἀλλὰ καὶ αὐτῇ τῇ τεκούσῃ· καὶ οὐ ταύτῃ μόνον, ἀνθρωπίνης γὰρ καὶ αὐτὴ φύσεως ἔλαχεν, εἰ κα

 Ἠσαῦ, ὅτι «Τὸν Ἰακὼβ ἠγάπησα, τὸν δὲ Ἠσαῦ ἐμίσησα;» Τίνος δὲ χάριν, εἰ ἅγιος ἦν τῷ Κυρίῳ ὁ Κάϊν, ἐπὶ τῷ τούτου φόνῳ ἑπτὰ ἐκδικούμενα παρελύετο; Εἰ πᾶν

 εὐλαβὴς, προσδεχόμενος παράκλησιν τοῦ Ἰσραήλ.» Τίς ἂν ἀξιώτερον ἔπαινον τῶν βραχυτά των τούτων ῥημάτων τῷ ἀνδρὶ προσκομίσειε; «Καὶ ἰδοὺ ἦν ἄνθρωπος·»

 γέρον φίλε, ἵνα τῶν πάλαι σοι κεχρηματισμένων θαυμάτων τὰς ἐκβάσεις ἐναργῶς κατόψῃ, καὶ γνῷς οἵων πραγμάτων μύστης ἐταμιεύθης, οἵας εὐκλείας παρὰ τοὺς

 Ἆρά γε τὰ χερουβὶμ καὶ τὰ σεραφὶμ συγκινήσας, ἢ τὴν ἅπασαν τῶν οὐρανίων διακόσμησιν ἐπαγόμενος; Ἆρά γε «συσσεισμός τις ὢν, ἢ πνεῦμα μέγα καὶ κραταιὸν

 ἀπαραχάρακτος ἔμεινεν· ἀπόλυσόν με τὸ τάχος· ἀπόλυσον, δέομαι. Μή με κατέχῃς ἐπὶ πολὺ, ∆έσποτα· μὴ βραδύνω ταῦτα τοῖς γενάρχαις ἀποκομίσαι τὰ χαροποιὰ

 τοιαύτης λέλογχας εὐκλείας, ὡς πάσης ἄρδην ἐπέκεινα γνωρισθῆναι γηγενοῦς φύσεως, ἀπείραστός τις ἔσῃ καὶ ἀπαθὴς, καὶ οἱονεὶ πρὸς τὰς θλίψεις ἀν άλωτος·

 τάφῳ περικλειό μενον, πλάνον ὀνομαζόμενον, σφραγῖσι καταδεσμούμε νον, φρουρούμενον φύλαξι. Καὶ ἁπαξαπλῶς, πᾶν ἀλγει νὸν καὶ ἀτιμίας ἐμφαντικὸν ἐπ' αὐτ

 Κυρίῳ, καὶ ἐλάλει περὶ αὐτοῦ πᾶσι τοῖς προσδεχομένοις λύτρωσιν ἐν Ἱερουσαλήμ.» Τίς ὁ λόγος τοῦ 28.1000 τοιαύτην ἀκριβῆ περὶ τῆς προφήτιδος ταύτης τὸν

γέρον φίλε, ἵνα τῶν πάλαι σοι κεχρηματισμένων θαυμάτων τὰς ἐκβάσεις ἐναργῶς κατόψῃ, καὶ γνῷς οἵων πραγμάτων μύστης ἐταμιεύθης, οἵας εὐκλείας παρὰ τοὺς ἄλλους τετύχηκας. ∆εῦρο, τὰς ἐκβάσεις τῆς καλῆς ἀρετῆς ἀναλάμβανε· καὶ ἃ πρότερον ὁ θεόπτης αἰσθητῶς μὲν τῇ πέτρᾳ τῇ ἐν Σινᾶ, νοητῶς δὲ τῇ περὶ τὸν Θεὸν ἀῤῥαγεῖ σκεπασθεὶς πίστει μόλις ὡς διά τινος ὀπῆς, τῆς ἀμυδρᾶς, οἶμαι, θεωρίας καὶ γνώσεως, ἐν ὀπισθίων εἴδει τεθέαται· ταῦτα σὺ νῦν ἐναργῶς καταμάνθανε, καὶ μετάβαινε λοιπὸν ἀπὸ τοῦ θανάτου τοῦ ἐν τῷ σώματι πρὸς τὴν ζωὴν τὴν ἐν πνεύματι· καὶ τὸν ἐν γράμματι νόμον, ᾧ καλῶς ἄγαν καὶ θεοφιλῶς ἐλειτουργήσας, μετάθες πρὸς τὸν ἐν χάριτι. Κέκμηκας γὰρ ἱκανῶς ἤδη τοῖς τύποις καὶ ταῖς σκιαῖς· νεάσαι σε δεῖ τῇ ἀληθείᾳ λοιπὸν, ἵνα τὰ τέλη τῶν νομικῶν παρατηρημάτων ἀρχή σοι πρὸς τὰ τῆς χάριτος χρηματίσῃ διδάγματα. Ταῦτα κατὰ τὸ νοητὸν οὖς ὁ θεῖος οὗτος πρε σβύτης ἀκούσας παρὰ τοῦ Πνεύματος, χαρᾶς ὅλως καὶ εὐφροσύνης πεπλήρωται· καὶ οἷον ἔνθους ὑπὸ τοῦ θάμβους γενόμενος, οὑτωσί πως τῷ διαλεγομένῳ προσαντημείβετο· Καὶ ἦλθεν ἐκεῖνα, Παράκλητε, ἅπερ ἐγὼ θεάσασθαι κεχρημάτισμαι; ὅλως ἦλθεν ἐκεῖνα, ἅπερ ἰδεῖν ἐγὼ παρὰ σοῦ προεπήγγελμαι; ∆ὸς τοιγαροῦν τῷ γήρᾳ χεῖρα, Παράκλητε, δός. Ὑπόθες μοι τὴν παρὰ σοῦ χάριν, ὑπόθες. Τὸ γὰρ σῶμά μοι κέκμηκεν ἤδη, καὶ βαδίζειν ἐξατονεῖ. Βάστασον αὐτὸς, ὦ φύσις παντουργὲ καὶ ἀκάματε, βάστασόν με τὸν ἀσθενῆ, τὸν γέροντα, καὶ πρὸς ἐκεῖνα τὸ τάχος ἀπάγαγε. Ἐὰν γὰρ θελήσω ποσὶν οἰκείοις πρὸς βάδισιν χρήσασθαι, χρονίζω πάντως ἐν τῇ ὁδῷ, κἀκεῖνα παρέρχεται, καὶ οὐ θεωρῶ αὐτά. Καὶ οἵ μοι τῶν σκυθρωπῶν, εἰ ξένος τούτων γενήσο μαι, ὧν τὰς ἐμφάσεις πόῤῥωθεν ἔλαβον! Οὔπω ταῦτα κατὰ νοῦν ὁ πρεσβύτης ἀνετυπώσατο, καὶ ταῖς τοῦ νεὼ πύλαις θᾶττον ἢ λόγος παρίσταται. «Ἦλθε γὰρ ἐν τῷ Πνεύματι, φησὶν, ἐν τῷ ἱερῷ.» Τοιαύτη γὰρ ἡ τοῦ Πνεύματος δύναμις, ἔργον τὴν βούλησιν ἔχουσα, καὶ τῇ βουλήσει συμπαρομαρτοῦντα τὰ πράγματα. «Καὶ ἐν τῷ εἰσάγειν τοὺς γονεῖς τὸ παιδίον Ἰησοῦν, τοῦ ποιῆσαι κατὰ τὸ εἰθισμένον τοῦ νόμου περὶ αὐτοῦ, καὶ αὐτὸς ἐδέξατο αὐτὸ εἰς τὰς ἀγκάλας αὐτοῦ.» Εἶδες ἀπάντησιν ξένην καὶ ὑπὲρ ἄνθρωπον; Εἶδες ἀπάντησιν, οὐκ ἐκ συντυχίας τινὸς, ἢ συνθήματος γενομένην, ἀλλ' ἐκ πνευματικῆς ἐνεργείας καὶ χάριτος; Καὶ, ὢ τοῦ θαύματος! οὐδὲ μικρόν τι θάτερος προέλαβε θάτερον, ἀλλ' ὁμοῦ Χριστός τε καὶ Συμεὼν, ὁ μὲν ταῖς μητρικαῖς ὠλέναις, ὁ δὲ τῷ Πνεύματι βασταζόμενος, τῇ τοῦ ἱεροῦ φλιᾷ παρειστήκεισαν. Ὁ μὲν οὖν, τῆς πρὸς γῆν ἀνανεύσας συγκύψεως· κάτω γὰρ ἦν τέως συννεύων τῷ γήρᾳ καμπτόμενος· βραχύ τι τὼ πόδε, τὴν βακτηρίαν ῥίψας, ἐπιστηρίζεται, καὶ τὰς χεῖρας ἐκτείνας, τῶν μητρικῶν ἀγκαλῶν λαβεῖν ἐπειρᾶτο τὸν θεάνθρωπον νήπιον· ἡ δὲ μικρὸν μὲν ἐπέσχεν· 28.988 οὐ γάρ πω σαφῶς ᾔδει τὴν ἐν Πνεύματι πρὸς τὸ ἱερὸν τοῦ γέροντος ἄφιξιν· ἔπειτα δ', ὡς τὸ θεῖον βρέφος ταῖς ταύτης ἀγκάλαις ἑώρα περισκιρτῶν καὶ πρὸς τὰς ἐκείνου παλάμας παρεκπηδῆσαι φιλο νεικοῦν, θᾶττόν τε γινώσκει τοῦ μυστηρίου τὴν δύνα μιν· καὶ τῷ πρεσβύτῃ χειραπλοῦντι τοῦτο προσεπι δίδωσι· ∆έξαι, βοῶσα, γεραρώτερε ἄνθρωπε, τὸν πρὸς σὲ μᾶλλον ἢ πρὸς ἐμὲ τὴν τεκοῦσαν νῦν ἐπειγόμε νον· δέξαι τὸν σὲ ποθοῦντα μᾶλλον ἢ Ἰωσήφ· δέξαι τὸν δευτέραν τῆς σῆς φιλίας τὴν πρὸς ἐμὲ τὴν μητέρα στοργὴν, ὡς ἔοικε, λογιζόμενον· δέξαι, καὶ, ὡς βού λει, τοῦ ποθουμένου καταπόλαυε. Ταῦτα εἶπεν ἡ Θεο τόκος, καὶ ταῖς τοῦ πρεσβύτου παλάμαις τὸν υἱὸν ἐπιτίθησιν. Ὁ δὲ, τὴν ὄψιν, ὡς εἶχε τάχος, τούτῳ προσεπικλίνας, καὶ τοῖς χείλεσι τούτου προσεπ ερείσας τὰ ὄμματα, τοιαῖσδέ που φωναῖς πρὸς αὐτὸν ἀπεχρήσατο· Τίς ἡ τοσαύτη περὶ ἡμᾶς σου φιλανθρωπία καὶ συγκατάβασις, ∆έσποτα; Τίς ὁ τοσοῦτος πλοῦτος τῆς εὐσπλαγχνίας σου; Τί τὸ κινῆσαν τὴν σὴν ἀγαθότητα τοὺς ταπεινοὺς ἡμᾶς ἐπισκέψασθαι; Πότερον πῶς ἡμῖν ἥκεις, φιλάνθρωπε καὶ φιλάγαθε ∆έσποτα;

5