Homilia in occursum domini

 ῥητον γὰρ τοῦτο, καὶ παντελῶς ἀνερμήνευτον, οὐκ ἐμοὶ μόνον, ἀλλὰ καὶ αὐτῇ τῇ τεκούσῃ· καὶ οὐ ταύτῃ μόνον, ἀνθρωπίνης γὰρ καὶ αὐτὴ φύσεως ἔλαχεν, εἰ κα

 Ἠσαῦ, ὅτι «Τὸν Ἰακὼβ ἠγάπησα, τὸν δὲ Ἠσαῦ ἐμίσησα;» Τίνος δὲ χάριν, εἰ ἅγιος ἦν τῷ Κυρίῳ ὁ Κάϊν, ἐπὶ τῷ τούτου φόνῳ ἑπτὰ ἐκδικούμενα παρελύετο; Εἰ πᾶν

 εὐλαβὴς, προσδεχόμενος παράκλησιν τοῦ Ἰσραήλ.» Τίς ἂν ἀξιώτερον ἔπαινον τῶν βραχυτά των τούτων ῥημάτων τῷ ἀνδρὶ προσκομίσειε; «Καὶ ἰδοὺ ἦν ἄνθρωπος·»

 γέρον φίλε, ἵνα τῶν πάλαι σοι κεχρηματισμένων θαυμάτων τὰς ἐκβάσεις ἐναργῶς κατόψῃ, καὶ γνῷς οἵων πραγμάτων μύστης ἐταμιεύθης, οἵας εὐκλείας παρὰ τοὺς

 Ἆρά γε τὰ χερουβὶμ καὶ τὰ σεραφὶμ συγκινήσας, ἢ τὴν ἅπασαν τῶν οὐρανίων διακόσμησιν ἐπαγόμενος; Ἆρά γε «συσσεισμός τις ὢν, ἢ πνεῦμα μέγα καὶ κραταιὸν

 ἀπαραχάρακτος ἔμεινεν· ἀπόλυσόν με τὸ τάχος· ἀπόλυσον, δέομαι. Μή με κατέχῃς ἐπὶ πολὺ, ∆έσποτα· μὴ βραδύνω ταῦτα τοῖς γενάρχαις ἀποκομίσαι τὰ χαροποιὰ

 τοιαύτης λέλογχας εὐκλείας, ὡς πάσης ἄρδην ἐπέκεινα γνωρισθῆναι γηγενοῦς φύσεως, ἀπείραστός τις ἔσῃ καὶ ἀπαθὴς, καὶ οἱονεὶ πρὸς τὰς θλίψεις ἀν άλωτος·

 τάφῳ περικλειό μενον, πλάνον ὀνομαζόμενον, σφραγῖσι καταδεσμούμε νον, φρουρούμενον φύλαξι. Καὶ ἁπαξαπλῶς, πᾶν ἀλγει νὸν καὶ ἀτιμίας ἐμφαντικὸν ἐπ' αὐτ

 Κυρίῳ, καὶ ἐλάλει περὶ αὐτοῦ πᾶσι τοῖς προσδεχομένοις λύτρωσιν ἐν Ἱερουσαλήμ.» Τίς ὁ λόγος τοῦ 28.1000 τοιαύτην ἀκριβῆ περὶ τῆς προφήτιδος ταύτης τὸν

Ἠσαῦ, ὅτι «Τὸν Ἰακὼβ ἠγάπησα, τὸν δὲ Ἠσαῦ ἐμίσησα;» Τίνος δὲ χάριν, εἰ ἅγιος ἦν τῷ Κυρίῳ ὁ Κάϊν, ἐπὶ τῷ τούτου φόνῳ ἑπτὰ ἐκδικούμενα παρελύετο; Εἰ πᾶν ἄρσεν διανοῖγον μήτραν ἅγιον τῷ Κυρίῳ κληθήσεται, τί πλέον ἔχει Χριστὸς τοῦ Ῥουβίμ; Τί δὲ τὸ περισ σὸν τούτου πρὸς τὸν Ἀμνών; καὶ γὰρ καὶ οὗτοι δόξαιεν ἂν, τῷ πρώτως ἀποτεχθῆναι, μήτραν πως διανοῖξαι. Ἀλλ' ὅρα, μὴ θερμῶς ᾄττε περὶ τὰ Γράμ ματα, καὶ μὴ πόῤῥω τῆς νύσσης ἀπότρεχε Οὐ γὰρ τοῦτο, φησὶν, εἶπον, ὅτι Πᾶν πρωτότοκον ἅγιον τῷ Κυρίῳ κληθήσεται· ἢ γὰρ ἂν οὕτω καὶ πρὸς τὴν ἄλογον φύσιν ἡ ἁγιότης διέβαινεν· ἀλλ' ὅτι Πᾶν ἄρσεν διανοῖγον μήτραν· τουτέστιν, Ὅταν ἀπειρογάμως ὁ τόκος προβῇ· ὅταν οὐκ ἐξ αἱμάτων, οὐδὲ ἐκ θελήμα τος σαρκὸς, οὐδὲ ἐκ θελήματος ἀνδρὸς, ἀλλ' ἐξ ἁγίου Πνεύματος ἡ τοῦ τικτομένου γένηται σύλληψις· ὅταν, μηδενὸς ἔξωθεν κρούσαντος, αὐτὸ τὸ βρέφος ἔσωθεν διανοίξῃ· ὅταν, τῆς παρθενίας σφραγίδων καὶ κλεί θρων ἀσαλεύτων φυλαττομένων ἔνδοθεν, ἔξω τὸ τικτό μενον ἐκπηδήσῃ· οὕτω «Πᾶν ἄρσεν διανοῖγον μήτραν ἅγιον τῷ Κυρίῳ κληθήσεται.» Ἐκεῖ μὲν γὰρ οὐδὲ τὰ βρέφη τὰς μήτρας διήνοιξεν, ἀλλ' ἡ τοῦ ἀνδρὸς πρὸς τὴν γυναῖκα συνέλευσις· «Ἔγνω γὰρ, φησὶν, Ἀδὰμ Εὔαν τὴν γυναῖκα αὐτοῦ, καὶ συλλαβοῦσα ἔτεκε τὸν Κάϊν.» Ἐνταῦθα δὲ οὐχ οὕτως, ἀλλ' αὐτὸ τὸ τεχθὲν τὰς τῆς μήτρας διήνοιξε πύλας, μηδὲ μιᾶς προσδεηθὲν σαρκικῆς συμφωνίας ἀπὸ τῶν ἔξωθεν. «Πρὶν ἢ γὰρ, φησὶ, συνελθεῖν αὐτοὺς, εὑρέθη ἐν γαστρὶ ἔχουσα ἐκ Πνεύματος ἁγίου.» ∆ύνασαι δὲ καὶ συνεκδοχικώτερον τὴν φωνὴν ἐκλαβεῖν τῆς Παρθένου, ἔξωθεν συνακουομένης, ἵν' ᾖ τὸ ἑξῆς οὕτως· «Πᾶν ἄρσεν διανοῖγον μήτραν παρθένον, ἅγιον τῷ Κυρίῳ κληθήσεται.» Ὅπερ μόνον ἐπὶ Χριστοῦ πέπρακται, μηδενὸς ἄλλου τῶν πάντων κεκοινωνηκό τος τῷ χρήματι. Μόνος γὰρ οὗτος παρθένον μήτραν σαρκὶ τεχθεὶς ἐξανέῳξε· καὶ πάλιν ταύτην παρθένον, ὡς πρὸ τοῦ τόκου, τετήρηκεν. «Καὶ τοῦ δοῦναι θυσίαν κατὰ τὸ εἰρημένον ἐν νόμῳ Κυρίου· ζεῦγος τρυγόνων, ἢ δύο νεοσσοὺς πε ριστερῶν.» Τί δέ; Καὶ θυσίας κατὰ τὸν νόμον ἀνήνεγκε; Καὶ πῶς φησιν ὁ Παῦλος, ὅτι «Τοιοῦτος ἡμῖν ἔπρεπεν ἀρχιερεὺς, ὃς οὐκ ἔχει καθ' ἡμέραν ἀνάγκην, ὥσπερ οἱ ἀρχιερεῖς, πρότερον ὑπὲρ τῶν ἰδίων ἁμαρτιῶν θυσίας ἀναφέρειν, ἔπειτα τῶν τοῦ λαοῦ. Τοῦτο γὰρ ἐποίησεν ἐφάπαξ ἑαυτὸν ἀνενέγκας,» τουτέστι διὰ τοῦ σταυροῦ θυσιάσας; Εἰ δὲ καὶ αὐτὸς 28.981 θυσιάσων ἀνέρχεται, πρῶτον μὲν εὑρεθήσεται κυρῶν τε καὶ συνιστῶν ταῦτα ἅπερ αὐτὸς οὗτος, πρὸς τὸ κρεῖττον ἀμεῖψαι παρεγένετο· ἔπειτα δὲ καὶ αὐτὸς ἔσται τῶν πολλῶν εἷς, δουλεύων τῇ τοῦ νόμου κατάρᾳ. Καὶ τίνος χάριν ὁ Παῦλός φησιν, ὅτι «Χριστὸς ἡμᾶς ἐξηγόρασεν ἐκ τῆς κατάρας τοῦ νόμου;» Ἢ οὐχ ὑπὲρ τοῦ βρέφους ταῦτα; Οὒ, φήσειεν ἂν, καὶ μάλα γεν ναίως ὁ εὐαγγελιστὴς, ἀλλ' ὑπὲρ τῆς τὸ βρέφος τεκούσης Μητρός. Καὶ τοῦτο δῆλον ἐκ τῶν ἄνωθεν εἰρημέ νων· «Ὅτε γὰρ, φησὶν, ἐπλήσθησαν αἱ ἡμέραι τοῦ καθαρισμοῦ αὐτῆς, ἀνήγαγον τὸ παιδίον εἰς Ἱεροσό λυμα παραστῆσαι τῷ Κυρίῳ, καθὼς γέγραπται ἐν νόμῳ Κυρίου·» τοῦτο περὶ τοῦ βρέφους· «καὶ τοῦ δοῦναι θυσίαν κατὰ τὸ εἰρημένον ἐν νόμῳ Κυρίου, ζεῦγος τρυγόνων, ἢ δύο νεοσσοὺς περιστερῶν·» τοῦτο περὶ τῆς Παρθένου καὶ τοῦ ταύτης μνηστῆρος. Εἰ δὲ καὶ περὶ τοῦ βρέφους ταῦτα, ξένον οὐδέν. Ὁ γὰρ περιτμηθῆναι κατὰ τὸν νόμον μὴ ἀπαξιώσας, πῶς ἂν τὰς κατὰ νόμον θυσίας ἀπείπατο; ᾧ γε τοσοῦτον ἀπῆν τὸ ἀναβάλλεσθαι ταῦτα καὶ ὑπερτίθεσθαι, ὅτι καὶ τὸ Ἰωάννου βάπτισμα βαπτισθῆναι οὐ παρῃτή σατο· καίτοι τοῦ βαπτιστοῦ χρείαν ἔχοντος ὑπ' αὐτοῦ βαπτισθῆναι. Ἀλλ' ὅμως τοσοῦτον ἡμῖν συγκατέβη, καὶ οὕτως ὑπὸ τῆς ἰδίας φιλανθρωπίας κεκίνηται, ὡς μὴ τὰ κατὰ νόμον μόνον, ἀλλὰ καὶ σταυρὸν καὶ θά νατον καταδέξασθαι, ἵνα πρὸς ἑαυτὸν ἡμᾶς ἀνελκύσῃ, κάτω κειμένους ἐν τῷ τῆς παραβάσεως πτώματι. «Καὶ ἰδοὺ ἦν, φησὶν, ἄνθρωπος ἐν Ἱερου σαλὴμ, ᾧ ὄνομα Συμεών· καὶ ὁ ἄνθρωπος οὗτος δί καιος καὶ

3