Homilia in occursum domini

 ῥητον γὰρ τοῦτο, καὶ παντελῶς ἀνερμήνευτον, οὐκ ἐμοὶ μόνον, ἀλλὰ καὶ αὐτῇ τῇ τεκούσῃ· καὶ οὐ ταύτῃ μόνον, ἀνθρωπίνης γὰρ καὶ αὐτὴ φύσεως ἔλαχεν, εἰ κα

 Ἠσαῦ, ὅτι «Τὸν Ἰακὼβ ἠγάπησα, τὸν δὲ Ἠσαῦ ἐμίσησα;» Τίνος δὲ χάριν, εἰ ἅγιος ἦν τῷ Κυρίῳ ὁ Κάϊν, ἐπὶ τῷ τούτου φόνῳ ἑπτὰ ἐκδικούμενα παρελύετο; Εἰ πᾶν

 εὐλαβὴς, προσδεχόμενος παράκλησιν τοῦ Ἰσραήλ.» Τίς ἂν ἀξιώτερον ἔπαινον τῶν βραχυτά των τούτων ῥημάτων τῷ ἀνδρὶ προσκομίσειε; «Καὶ ἰδοὺ ἦν ἄνθρωπος·»

 γέρον φίλε, ἵνα τῶν πάλαι σοι κεχρηματισμένων θαυμάτων τὰς ἐκβάσεις ἐναργῶς κατόψῃ, καὶ γνῷς οἵων πραγμάτων μύστης ἐταμιεύθης, οἵας εὐκλείας παρὰ τοὺς

 Ἆρά γε τὰ χερουβὶμ καὶ τὰ σεραφὶμ συγκινήσας, ἢ τὴν ἅπασαν τῶν οὐρανίων διακόσμησιν ἐπαγόμενος; Ἆρά γε «συσσεισμός τις ὢν, ἢ πνεῦμα μέγα καὶ κραταιὸν

 ἀπαραχάρακτος ἔμεινεν· ἀπόλυσόν με τὸ τάχος· ἀπόλυσον, δέομαι. Μή με κατέχῃς ἐπὶ πολὺ, ∆έσποτα· μὴ βραδύνω ταῦτα τοῖς γενάρχαις ἀποκομίσαι τὰ χαροποιὰ

 τοιαύτης λέλογχας εὐκλείας, ὡς πάσης ἄρδην ἐπέκεινα γνωρισθῆναι γηγενοῦς φύσεως, ἀπείραστός τις ἔσῃ καὶ ἀπαθὴς, καὶ οἱονεὶ πρὸς τὰς θλίψεις ἀν άλωτος·

 τάφῳ περικλειό μενον, πλάνον ὀνομαζόμενον, σφραγῖσι καταδεσμούμε νον, φρουρούμενον φύλαξι. Καὶ ἁπαξαπλῶς, πᾶν ἀλγει νὸν καὶ ἀτιμίας ἐμφαντικὸν ἐπ' αὐτ

 Κυρίῳ, καὶ ἐλάλει περὶ αὐτοῦ πᾶσι τοῖς προσδεχομένοις λύτρωσιν ἐν Ἱερουσαλήμ.» Τίς ὁ λόγος τοῦ 28.1000 τοιαύτην ἀκριβῆ περὶ τῆς προφήτιδος ταύτης τὸν

ῥητον γὰρ τοῦτο, καὶ παντελῶς ἀνερμήνευτον, οὐκ ἐμοὶ μόνον, ἀλλὰ καὶ αὐτῇ τῇ τεκούσῃ· καὶ οὐ ταύτῃ μόνον, ἀνθρωπίνης γὰρ καὶ αὐτὴ φύσεως ἔλαχεν, εἰ καὶ τῆς ὑπὲρ ἄνθρωπον κατηξίωται χάριτος, ἀλλὰ καὶ αὐτῇ τῇ ἀΰλῳ φύσει, καὶ πρώτῃ μετὰ τὴν πρώτην Εἰ δὲ καὶ ἄϋλος φύσις, καὶ αὐτὴ ἡ τῷ μυ στηρίῳ καθυπουργήσασα παντελῶς ἠγνόησε τὸ μυστήριον, πῶς τοῦτο παρ' ἐμοῦ μαθεῖν ἐπιζητεῖς, ἀνθρώπου μηδ' αὐτὸ τὸ ἐν ποσὶν ἔστιν ὅτε γινώσκον τος; Πῶς γέγονεν ἄνθρωπος; εἰπὲ σὺ περὶ σεαυτοῦ πρῶτον, πῶς γέγονας ἄνθρωπος, καὶ τότε διερευνή σεις καὶ περὶ τῆς θείας σαρκώσεως· μᾶλλον δὲ μηδὲ τότε· οὐδὲ γὰρ ἐπειδήπερ ἡ σὴ γέννησις γνώριμος, ἤδη καὶ ἡ Θεοῦ· ἢ γὰρ ἂν ἦν κἀκείνη ἀνθρώπου, καὶ οὐ Θεοῦ. Οὔκουν ἐξεταστέον τὸ, «πῶς·» ὅσῳ γὰρ σὺ τοῦ 28.977 Θεοῦ ταπεινότερος, τοσούτῳ καὶ τῆς σῆς γεννήσεως ἀποῤῥητοτέρα, καὶ ἔτι μᾶλλον, ἡ τοῦ Θεοῦ. «Ἀνήγα γον» οἱ γονεῖς τὸ παιδίον Ἰησοῦν «εἰς Ἱεροσόλυμα.» Τί ποτε ἄρα δράσοντες; Μήτιγε τὴν τοῦ Ἰσραὴλ βασιλείαν παραληψόμενοι; ἢ ὅπλα χαλκεύ σοντες, ἢ στρατὸν συγκινήσοντες, ἢ ἄλλο τι τῶν χα μαιπετῶν καὶ προσκαίρων συνεπικερδήσοντες τῷ παιδί; Οὒ, φησίν· ἀλλὰ «παραστῆσαι τῷ Κυρίῳ, καθ ὼς γέγραπται ἐν νόμῳ Κυρίου.» Τί φὴς, ἄνθρωπε; καὶ ἔστι τοῦ ἀληθῶς Θεοῦ Θεός· ἢ τοῦ κυρίως Κυρίου Κύριος ἕτερος; Ἔστι, φησὶ, καὶ μὴ δείσῃς· οὐ γὰρ κατὰ φύσιν τοῦτο, κατὰ χάριν δὲ καὶ οἰκονομίαν τὴν ἀνωτάτω. Ὥσπερ γὰρ τῶν οὐ κυρίως υἱῶν Πατὴρ ὁ Θεὸς λέγεται· «Ἐγὼ γὰρ, φησὶν, εἶπα, Θεοί ἐστε, καὶ υἱοὶ Ὑψίστου πάντες·» οὕτω καὶ τοῦ κυρίως Υἱοῦ κατὰ φύσιν (ὁμοούσιος γὰρ ὁ Υἱὸς τῷ Πατρὶ), κατὰ χάριν δὲ καὶ οἰκονομίαν Θεὸς λέγε ται· «Ἀναβαίνω γὰρ φησὶ, πρὸς τὸν Πατέρα μου καὶ Πατέρα ὑμῶν, καὶ Θεόν μου καὶ Θεὸν ὑμῶν» Ὅτου χάριν «οὐδὲ ἀδελφοὺς ἡμᾶς ὁ Υἱὸς καλεῖν ἐπαισχύνεται· Ἀπαγγελῶ γὰρ, φησὶ, τὸ ὄνομά σου τοῖς ἀδελφοῖς μου, ἐν μέσῳ Ἐκκλησίας ὑμνήσω σε.» Καθὼς γέγραπται ἐν νόμῳ Κυρίου.» Ὢ τῆς οἰκονο μίας! ὢ τῆς ἀνεξιχνιάστου περὶ ἡμᾶς τοῦ Λόγου οἰ κονομίας καὶ ἀγαθότητος! Ὁ νομοθέτης ὑπὸ τὸν νόμον· ὁ τῶν Μωσαϊκῶν προσταγμάτων δοτὴρ τοῖς προσταττομένοις ὑποκύπτειν οὐκ ἀπαναίνεται. Ὁ τῆς τοῦ νόμου κατάρας ἐλευθερώσας τὸν ἄνθρωπον, ὡς ἄνθρωπος τῷ νόμῳ δουλεύειν οὐκ ἀναβάλλεται. «Καθώς ἐστι γεγραμμένον ἐν νόμῳ Κυρίου.» Τίς ὁ γράψας, τίς; Ὁ Κύριος. Οὐχ εἷς καὶ ὁ αὐτός ἐστιν οὗτος, ὁ σὺν Πατρὶ καὶ Πνεύματι δοξαζόμενος; Ναὶ, φησίν· ἀλλὰ τῆς οἰκονομίας τοῦτο, καὶ τοῦ μὴ νομισθῆναι τοῖς χριστομάχοις ἀντίθεος. «Μὴ νο μίσητε γὰρ, φησὶν, ὅτι ἦλθον καταλῦσαι τὸν νό μον ἢ τοὺς προφήτας· οὐκ ἦλθον καταλῦσαι, ἀλλὰ πληρῶσαι.» Καὶ τί ξένον εἰ ὁ γέννησιν καὶ φάτνην καὶ σπάργανα, καὶ περιτομὴν καταδεξάμενος ὀκτα ήμερον, καὶ παραστῆναι ἔναντι Κυρίου κατὰ τὸν νό μον ἄνεισιν εἰς Ἱεροσόλυμα· ὅς γε τοσοῦτον οὐκ ἐπι καλύπτεται τούτοις, ὅτι καὶ τῷ Στεφάνῳ λιθολευστουμένῳ πρὸς Ἰουδαίων ἐκ δεξιῶν ἑστῶτα τοῦ Πατρὸς ἐμφανίζει ἑαυτὸν, καίτοι μονίμην ἔχων τὴν ἐκ δεξιῶν τούτου καθέδραν καὶ ἀδιάπτωτον. «Εἶπε γὰρ, φησὶν, ὁ Κύριος τῷ Κυρίῳ μου, Κάθου ἐκ δεξιῶν μου, ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου.» Ἀλλ' ἐκεῖνο μὲν ἄνω καὶ θεϊκῶς, τοῦτο δὲ κάτω καὶ οἰκονομικῶς διὰ τὴν πρόσληψιν, καὶ διὰ τὸ χρηματίσαι τοῦτον Θεὸν καὶ ἄνθρωπον, μίαν ἐξ ἀμφοτέρων ὑπόστασιν· καὶ διὰ μιᾶς ταύτης ἄμφω ταῦτα, καὶ ὄντα καὶ γνωριζόμενον· ἵνα τῇ κοινωνίᾳ τῶν φύ σεων καὶ τῶν οἰκείων ταύταις ἰδιωμάτων ῥᾴστην ἡμῖν καὶ συντομωτάτην τὴν σωτηρίαν περιποιήση ται. «Ὅτι πᾶν ἄρσεν διανοῖγον μήτραν ἅγιον τῷ 28.980 Κυρίῳ κληθήσεται.» Τί οὖν, πᾶς πρωτότοκος ἅγιος; Ὥρα σοι λοιπὸν, καὶ Ἰσμαὴλ, καὶ Ἠσαῦ, καὶπρὸ τούτων τὸν Κάϊν, καὶ πολλοὺς ἄλλους τῶν θεοστυγῶν τε καὶ κατηραμένων ἀνδρῶν, τῷ πρώτους αὐτοὺς διανοῖξαι μήτραν, ἁγίους τῷ Κυρίῳ καλεῖν. Καὶ τίνος χάριν λέγεται περὶ Ἰσμαὴλ, ὅτι «Ἔκβαλετὴν παιδίσκην καὶ τὸν υἱὸν αὐτῆς·» περὶ δὲ

2