Homilia in occursum domini

 ῥητον γὰρ τοῦτο, καὶ παντελῶς ἀνερμήνευτον, οὐκ ἐμοὶ μόνον, ἀλλὰ καὶ αὐτῇ τῇ τεκούσῃ· καὶ οὐ ταύτῃ μόνον, ἀνθρωπίνης γὰρ καὶ αὐτὴ φύσεως ἔλαχεν, εἰ κα

 Ἠσαῦ, ὅτι «Τὸν Ἰακὼβ ἠγάπησα, τὸν δὲ Ἠσαῦ ἐμίσησα;» Τίνος δὲ χάριν, εἰ ἅγιος ἦν τῷ Κυρίῳ ὁ Κάϊν, ἐπὶ τῷ τούτου φόνῳ ἑπτὰ ἐκδικούμενα παρελύετο; Εἰ πᾶν

 εὐλαβὴς, προσδεχόμενος παράκλησιν τοῦ Ἰσραήλ.» Τίς ἂν ἀξιώτερον ἔπαινον τῶν βραχυτά των τούτων ῥημάτων τῷ ἀνδρὶ προσκομίσειε; «Καὶ ἰδοὺ ἦν ἄνθρωπος·»

 γέρον φίλε, ἵνα τῶν πάλαι σοι κεχρηματισμένων θαυμάτων τὰς ἐκβάσεις ἐναργῶς κατόψῃ, καὶ γνῷς οἵων πραγμάτων μύστης ἐταμιεύθης, οἵας εὐκλείας παρὰ τοὺς

 Ἆρά γε τὰ χερουβὶμ καὶ τὰ σεραφὶμ συγκινήσας, ἢ τὴν ἅπασαν τῶν οὐρανίων διακόσμησιν ἐπαγόμενος; Ἆρά γε «συσσεισμός τις ὢν, ἢ πνεῦμα μέγα καὶ κραταιὸν

 ἀπαραχάρακτος ἔμεινεν· ἀπόλυσόν με τὸ τάχος· ἀπόλυσον, δέομαι. Μή με κατέχῃς ἐπὶ πολὺ, ∆έσποτα· μὴ βραδύνω ταῦτα τοῖς γενάρχαις ἀποκομίσαι τὰ χαροποιὰ

 τοιαύτης λέλογχας εὐκλείας, ὡς πάσης ἄρδην ἐπέκεινα γνωρισθῆναι γηγενοῦς φύσεως, ἀπείραστός τις ἔσῃ καὶ ἀπαθὴς, καὶ οἱονεὶ πρὸς τὰς θλίψεις ἀν άλωτος·

 τάφῳ περικλειό μενον, πλάνον ὀνομαζόμενον, σφραγῖσι καταδεσμούμε νον, φρουρούμενον φύλαξι. Καὶ ἁπαξαπλῶς, πᾶν ἀλγει νὸν καὶ ἀτιμίας ἐμφαντικὸν ἐπ' αὐτ

 Κυρίῳ, καὶ ἐλάλει περὶ αὐτοῦ πᾶσι τοῖς προσδεχομένοις λύτρωσιν ἐν Ἱερουσαλήμ.» Τίς ὁ λόγος τοῦ 28.1000 τοιαύτην ἀκριβῆ περὶ τῆς προφήτιδος ταύτης τὸν

Ἆρά γε τὰ χερουβὶμ καὶ τὰ σεραφὶμ συγκινήσας, ἢ τὴν ἅπασαν τῶν οὐρανίων διακόσμησιν ἐπαγόμενος; Ἆρά γε «συσσεισμός τις ὢν, ἢ πνεῦμα μέγα καὶ κραταιὸν διαλύον ὄρη καὶ συντρίβον πέτρας, ἢ πῦρ δειματοῦν ῥᾳδίως καὶ καταναλίσκον τοὺς προστυγ χάνοντας· ἢ φωνὴ αὔρας λεπτῆς,» οἷς καὶ τῷ Θεσβίτῃ σεαυτὸν ἐνεφάνισας; Οὒ, φησὶν, ὦ γέρον φιλο σοφώτατε· οὐδενὶ τούτων ὑμῖν ἐμφανίζομαι. Οὐ γὰρ οἶδε ταῦτα χωρεῖν ἡ φύσις ἡ θνητή τε καὶ πρόσυλος· ἀλλὰ σαρκοφόρος τις, καὶ ὑμῖν παραπλήσιος· νήπιος, ὡς ὁρᾷς, καὶ τὴν σωματικὴν ἡλικίαν τέως βρεφοφα νὴς καὶ ἀτέλεστος· νήπιος ἔτι σπαργάνοις περισφιγ γόμενος, ἔτι τῶν μητρῴων μαζῶν ἀμφοῖν περιδρασ σόμενος ταῖν χεροῖν· νήπιος, ἄσημόν τι καὶ περικε κομμένον ἔτι διὰ τὴν ἐκ Μαρίας σάρκα φθεγγόμενος· νήπιος ἀγκάλαις μὲν ταῖς σαῖς συνεχόμενος, ἀποσκο πῶν δὲ πρὸς τὴν μητέρα καὶ τὸν μαζόν. Καὶ νῦν μὲν ταῦτα· μικρὸν δὲ ὕστερον, ὅσον τριάκοντα ἔτη περι σπεῦσαι χρόνον, καὶ τὸ Ἰωάννου βαπτισθήσομαι βάπτισμα, καὶ προδοθήσομαι, καὶ δήμιος πρὸς Καϊάφαν ἀχθήσομαι, καὶ ἐμπτυσθήσομαι, καὶ κολαφισθήσο μαι, φραγγελωθήσομαι· τέλος σταυρωθήσομαι, καὶ λόγχῃ νυγήσομαι, καὶ τάφῳ νεκροφανῶς συγκλει σθήσομαι, καὶ πλάνος ὀνομασθήσομαι, καὶ πᾶν ὁτιοῦν ἂν εἴη τῆς ἀνθρωπίνης ἴδιον φύσεως, παραπλήσιον ὑμῖν, τῆς ἁμαρτίας χωρὶς, ἀναδέξομαι. Καὶ μὴ θαυ μάσῃς, μηδὲ τὸν νοῦν ἐκστῇς καὶ καταπλαγῇς· τοῦτο γὰρ τὸ μυστήριον τὸ ἀποκεκρυμμένον ἀπὸ τῶν αἰώ νων καὶ ἀπὸ τῶν γενεῶν· τοῦτο ἡ μεγάλη τοῦ Πα τρὸς βουλή τε καὶ ἡ πρόγνωσις, ἧς ἄγγελος ἐγὼ τοῖς θεηγόροις προηγόρευμαι· τοῦτο ὁ πρὸς ὑμᾶς 28.989 οἶκτος, καὶ τὸ μὴ βούλεσθαι βλέπειν τὴν ἐμὴν εἰκόνα δεινῶς ἀνδραποδιζομένην τοῖς δαίμοσι· τὸ μὴ φέρειν ὁρᾷν τὸν βασιλέα τῆς κτίσεως κακῶς τῇ κτίσει δουλεύοντα· τὸ μὴ καρτερεῖν θεωρεῖν τὸν ἀποστάτην καὶ ὑπερήφανον τοῦ ἐμοῦ σφαλερῶς κατεπαιρόμενον πλάσματος. Ταῦτά με τῶν πατρικῶν ἀνεκφοιτήτως ἐξανέστησε κόλπων, καὶ ὡς ὑμᾶς τὴν διὰ σαρκὸς πορείαν ποιήσασθαι πεποίηκε· ταῦτά με γεννηθῆναι καὶ νηπιάσαι, καὶ τῷ ἱερῷ παραστῆναι, καὶ ταῖς σαῖς ἀγκάλαις ἀνακλιθῆναι πεποίηκεν. Οὐ γὰρ ἦν ἄλλως τὸν τύραννον δεσμευθῆναι, καὶ τὰ τούτου σκεύη διαρπασθῆναι, εἰ μὴ παραπλησίως ὑμῖν τῆς ἁμαρτίας χωρὶς κοινωνήσω τῆς ἀνθρωπότητος· οὐκ ἦν ἄλλως τῶν πολυπλόκων τοῦ ᾅδου ἀρκύων τὸν Ἀδὰμ ἀναθῆναι, καὶ τὴν πρώτην κατάστασιν ἀπολήψεσθαι, καὶ τὸ ὅλον Θεὸν τοῦτον γενέσθαι, εἰ μὴ ἐγὼ ἄνθρωπος γένωμαι, καὶ τῆς αὐτῆς αὐτῷ κοινωνήσω καὶ οὐσίας καὶ φύσεως. Τοίνυν τὰς τῆς ἐνανθρωπήσεως τῆς ἐμῆς αἰ τίας μαθὼν, ἄπιθι· καὶ σκυθρωπῶς ἐν τοῖς εἰς ᾅδου τῷ Ἀδὰμ διατρίβοντι φαιδροπρεπῶς ἐμφανίσθητι· καὶ ἀντὶ τῶν ἐν λύπαις ὠδίνων τὰ τῆς χαρᾶς τῇ Εὔᾳ διακόμισον εὐαγγέλια· Ἥκει, λέγων, ἡ λύτρωσις· ἥκει ὁ ῥύστης· ἥκει ἡ ἄφεσις· ἥκει ὁ ἐλευθερωτής. Μηκέτι θρήνει, φύσις ἡ ἀνθρωπεία· ἥξει γὰρ ὁ ἀν τιληψόμενος ὑμῶν, ἥξει καὶ οὐ χρονιεῖ. Τούτων τοί νυν τῶν θείων φωνῶν κατὰ τὸ νοερὸν οὖς ὁ Ἀβρα μιαῖος ἐκεῖνος ἀκούσας πρεσβύτης, τοῦ γήρως ὥσπερ ἐν λήθῃ γενόμενος, θᾶττον ἀνέθορε, καὶ προθυμίας ὅλος πλησθεὶς, γεγωνοτάτῃ φωνῇ· «Ἰσχύσατε, φησὶν, ἀνειμέναι χεῖρες, ἰσχύσατε· γόνατα παραλελυμένα, ἀνορθώθητε·» κνῆμαι συντετριμμέναι, κρατυνθῆτε, ἵνα, τὴν εἰς ᾅδου πορείαν εὐθυβόλως ἀνύσασαι, τη λικούτων ἀγαθῶν ἄγγελοι χρηματίσητε τοῖς προγό νοις. Εἶθ' ὡς εἶχε τάχους πρὸς τὸ θεῖον ἐπιστραφεὶς βρέφος· «Νῦν ἀπολύεις, ἔφη, τὸν δοῦλόν σου, ∆έσποτα, κατὰ τὸ ῥῆμά σου ἐν εἰρήνῃ· ὅτι εἶδον οἱ ὀφθαλμοί μου τὸ σωτήριόν σου· ὃ ἡτοίμασας κατὰ πρόσωπον πάντων τῶν λαῶν· φῶς εἰς ἀποκάλυψιν ἐθνῶν, καὶ δόξαν τοῦ λαοῦ σου Ἰσραήλ.» Ὢ τῆς ζέσεως! ὢ τῆς θερμότητος! Ἐπειδή σοι, φησὶν, ὦ ∆έσποτα, ταῦτα ἔδοξε, καὶ ἐλεῆσαι τὸ σὸν ὑπὸ τῆς ἰδίας φιλανθρωπίας κεκίνησαι πλάσμα, ἐγώ τε περὶ τὰς ἐλπί δας οὐκ ἐψεύσθην, καὶ ὁ τοῦ θείου χρηματισμὸς Πνεύματος

6