Homilia in occursum domini

 ῥητον γὰρ τοῦτο, καὶ παντελῶς ἀνερμήνευτον, οὐκ ἐμοὶ μόνον, ἀλλὰ καὶ αὐτῇ τῇ τεκούσῃ· καὶ οὐ ταύτῃ μόνον, ἀνθρωπίνης γὰρ καὶ αὐτὴ φύσεως ἔλαχεν, εἰ κα

 Ἠσαῦ, ὅτι «Τὸν Ἰακὼβ ἠγάπησα, τὸν δὲ Ἠσαῦ ἐμίσησα;» Τίνος δὲ χάριν, εἰ ἅγιος ἦν τῷ Κυρίῳ ὁ Κάϊν, ἐπὶ τῷ τούτου φόνῳ ἑπτὰ ἐκδικούμενα παρελύετο; Εἰ πᾶν

 εὐλαβὴς, προσδεχόμενος παράκλησιν τοῦ Ἰσραήλ.» Τίς ἂν ἀξιώτερον ἔπαινον τῶν βραχυτά των τούτων ῥημάτων τῷ ἀνδρὶ προσκομίσειε; «Καὶ ἰδοὺ ἦν ἄνθρωπος·»

 γέρον φίλε, ἵνα τῶν πάλαι σοι κεχρηματισμένων θαυμάτων τὰς ἐκβάσεις ἐναργῶς κατόψῃ, καὶ γνῷς οἵων πραγμάτων μύστης ἐταμιεύθης, οἵας εὐκλείας παρὰ τοὺς

 Ἆρά γε τὰ χερουβὶμ καὶ τὰ σεραφὶμ συγκινήσας, ἢ τὴν ἅπασαν τῶν οὐρανίων διακόσμησιν ἐπαγόμενος; Ἆρά γε «συσσεισμός τις ὢν, ἢ πνεῦμα μέγα καὶ κραταιὸν

 ἀπαραχάρακτος ἔμεινεν· ἀπόλυσόν με τὸ τάχος· ἀπόλυσον, δέομαι. Μή με κατέχῃς ἐπὶ πολὺ, ∆έσποτα· μὴ βραδύνω ταῦτα τοῖς γενάρχαις ἀποκομίσαι τὰ χαροποιὰ

 τοιαύτης λέλογχας εὐκλείας, ὡς πάσης ἄρδην ἐπέκεινα γνωρισθῆναι γηγενοῦς φύσεως, ἀπείραστός τις ἔσῃ καὶ ἀπαθὴς, καὶ οἱονεὶ πρὸς τὰς θλίψεις ἀν άλωτος·

 τάφῳ περικλειό μενον, πλάνον ὀνομαζόμενον, σφραγῖσι καταδεσμούμε νον, φρουρούμενον φύλαξι. Καὶ ἁπαξαπλῶς, πᾶν ἀλγει νὸν καὶ ἀτιμίας ἐμφαντικὸν ἐπ' αὐτ

 Κυρίῳ, καὶ ἐλάλει περὶ αὐτοῦ πᾶσι τοῖς προσδεχομένοις λύτρωσιν ἐν Ἱερουσαλήμ.» Τίς ὁ λόγος τοῦ 28.1000 τοιαύτην ἀκριβῆ περὶ τῆς προφήτιδος ταύτης τὸν

ἀπαραχάρακτος ἔμεινεν· ἀπόλυσόν με τὸ τάχος· ἀπόλυσον, δέομαι. Μή με κατέχῃς ἐπὶ πολὺ, ∆έσποτα· μὴ βραδύνω ταῦτα τοῖς γενάρχαις ἀποκομίσαι τὰ χαροποιὰ εὐαγγέλια· μὴ προλάβῃ τὰ βρέφη με, ∆έσποτα, ἃ διὰ σὲ τὸν πρὸς Ἡρώδου φόνον ὑπ έμεινε. Νήπιά εἰσι καὶ γοργὰ καὶ εὐκίνητα· ἐγὼ δὲ γέρων καὶ βραδὺς καὶ δυσκίνητος· καὶ δέδοικα μή που, ταχύτερον προδραμόντα μου μεγίστων οὕτω καὶ λαμπρῶν ἀγαθῶν ἄγγελοι τοῖς τοῦ γένους προπά τορσι γένωνται. Οὕτω μὲν οὖν ὁ θεῖος ὄντως ἀνὴρ, καὶ τῆς Χριστοῦ παρουσίας διαπρύσιος κήρυξ εὐχαριστήσας, τοῦτο γὰρ τὸ τὸν Θεὸν εὐλογῆσαι δη 28.992 λοῖ, προσευξάμενος ἀπελύετο. Ἥψατο γὰρ ἀοράτως, οἶμαι, τῶν τούτου φρενῶν ὁ Σωτὴρ, καὶ τῆς δεήσεως τούτου κατὰ πάντα εἰσήκουσε, καὶ ὡς ἴδιον λάτρην, κεκμηκότα μὲν πλεῖστα τῷ νόμῳ καὶ τῇ σκιᾷ, νεάζοντα δὲ τοῖς θείοις τῆς χάριτος δόγμασι, προσ ελάβετο. Ὁ δὲ Ἰωσὴφ καὶ ἡ μήτηρ αὐτοῦ, «θαυμά ζοντες, φησὶν, ἦσαν ἐπὶ τοῖς λαλουμένοις περὶ αὐτοῦ.» Ἐθαύμαζον δὲ, μήπω τελείαν, οἶμαι, λα βόντες πληροφορίαν τῆς τούτου θεότητος· καίτοι ἀρ κούντων τῶν κατὰ τὴν γέννησιν θαυμάτων· ἐκείνων, φημὶ, τῶν κατὰ τοὺς μάγους καὶ τοὺς ποιμένας· ἔτι τε τῆς διαφόρου τῶν ἀγγέλων ἐπιστασίας, καὶ τοῦ πάντων θαυμάτων ἐπέκεινα θαύματος, τῆς παρθενίας ἡ φυλακὴ καὶ συντήρησις πρὸς τελείαν τούτου πληροφορίαν καὶ συγκατάθεσιν. Ἀλλ' ὅμως, πρὸς τὸν ὄγκον ἀποσκοποῦντες τοῦ θαύματος, καὶ τὴν οἰ κείαν εὐλάβειαν χαλινοῦσαν τοὺς λογισμοὺς ἔχοντες (μέγα γὰρ καὶ κατ' ἀλήθειαν ὂν τὸ σεσαρκῶσθαι Θεὸν ὑπελάμβανον), ἔτι τὸν νοῦν κλονούμενον εἶχον καὶ ἀμφιβάλλοντα. Ὅθεν ἐν βραχέσι τὴν κατὰ τὸ βρέφος θεολογίαν ὁ πρέσβυς στοιχειωσάμενος, πρὸς ἐκείνους λοιπὸν τὰς τῶν λόγων ἡνίας μεταχειρίζεται, εὐλογῶν τε τούτους καὶ μακαρίζων τῆς περὶ τὴν οἰ κονομίαν διακονίας· προλέγων τε καὶ τὰ περὶ τὸν σταυρὸν ἄριστά τε καὶ τελεώτατα. «Εὐλόγησε γὰρ, φησὶν, αὐτοὺς Συμεὼν, καὶ εἶπε πρὸς Μαριὰμ τὴν μητέρα αὐτοῦ· Ἰδοὺ οὗ τος κεῖται εἰς πτῶσιν καὶ ἀνάστασιν πολλῶν ἐν. τῷ Ἰσραὴλ, καὶ εἰς σημεῖον ἀντιλεγόμενον.» Ἀντιλέξει γὰρ καὶ ἀμφιβαλεῖ περὶ τούτου καὶ τοῦ κατ' αὐτὸν δόγματος Σίμων πρὸς τὸν Μαρκίωνα, καὶ Ἄρειος πρὸς τὸν Σαβέλλιον, καὶ Εὐτυχὴς πρὸς τὸν Νεστόριον, καὶ ἀμφότεροι πρὸς τὴν Ἐκκλησίαν· οἱ μὲν τὴν θεότητα μόνην, οἱ δὲ τὴν σάρκα τούτῳ προσνέμοντες· οἱ μὲν κτιστὸν εἰσάγοντες, καὶ τῆς πατρικῆς οὐσίας ἀλλότριον, οἱ δὲ Λόγον ἀν υπόστατόν τινα καὶ κενὸν οὐσίας, καὶ μηδὲν τοῦ κατὰ προφορὰν χεομένου διεναλλάττοντα· οἱ μὲν φαντα σίαν αὐτοῦ τὴν διὰ σαρκὸς παρουσίαν ὑποτιθέμενοι, οἱ δὲ μηδὲ ἀνειληφέναι σάρκα καθόλου διατεινόμενοι· ἢ ἀνειληφέναι μὲν, ἄψυχον δὲ ταύτην καὶ ἀνενέργη τον, ἢ ψυχὴν μὲν ἔχουσαν, ἄνουν δὲ ταύτην καὶ ἄλο γον· καὶ ἁπαξαπλῶς ἄλλοι ἄλλως ἀμφιβαλοῦσι καὶ ἀντιλέξουσιν, ἕκαστος κατὰ τὸ δοκοῦν αὐτῷ τὰ περὶ αὐτοῦ συμπεραίνοντες. «Περὶ γὰρ τῆς αἱρέσεως ταύτης,» πρὸς τὸν Παῦλον οἱ Ἰουδαῖοί φασι, «γνωστὸν ἡμῖν ἐστιν, ὅτι πανταχοῦ ἀντιλέγεται.» Ἀντιλέγε ται μὲν, ἀλλ' οὐ βάλλεται· πολεμεῖται, ἀλλ' οὐ νι κᾶται· τοξεύεται, ἀλλ' οὐ τιτρώσκεται· πολιορκεῖ ται, ἀλλ' οὐκ ἀνδραποδίζεται· τὸ μέγιστον, πίπτει, ἀλλ' οὐ συντρίβεται· μᾶλλον δὲ καὶ ἀνατρέπει. Τοῦτο γὰρ τῆς καθαρᾶς πίστεως ἡμῶν τὸ ἐξαίρετον, καὶ παντὸς ἐπέκεινα θαύματος· ὅτι οὐ μόνον αὕτη, καίτοι πανταχόθεν σφοδρῶς περιστοιχιζομένη ταῖς ἐκ τῶν αἱρέσεων συστροφαῖς τε καὶ λαίλαψιν, ἄσειστος 28.993 διατελεῖ καὶ ἀτίνακτος· ἀλλ' ὅτι καὶ διὰ τῶν ἐναν τίων τὰ ἐναντία σοφῶς κατεργάζεται, λαμπρὰ κατὰ τῶν ἐφεδρευόντων διανιστῶσα τρόπαια. Τοιοῦτος μὲν οὖν, φησὶν, ὦ μακαρία Παρθένε, ὃν ἐκ γαστρός σου προήνεγκας· θραύων μὲν ῥᾳδίως καὶ ταράσσων τοὺς ἑαυτοὺς τῆς ἀληθείας ἀποσπα ράξαντας· ἀνιστῶν δὲ καὶ τῷ Πατρὶ προσάγων, ὅσοι ἂν πρόσθωνται τούτῳ, καὶ τὰ τούτου φυλάξωσι δι καιώματα. Οὐ μὴν δὲ, ἐπειδὴ τοιοῦτον ἔσχες Υἱὸν, καὶ

7