Homilia in occursum domini

 ῥητον γὰρ τοῦτο, καὶ παντελῶς ἀνερμήνευτον, οὐκ ἐμοὶ μόνον, ἀλλὰ καὶ αὐτῇ τῇ τεκούσῃ· καὶ οὐ ταύτῃ μόνον, ἀνθρωπίνης γὰρ καὶ αὐτὴ φύσεως ἔλαχεν, εἰ κα

 Ἠσαῦ, ὅτι «Τὸν Ἰακὼβ ἠγάπησα, τὸν δὲ Ἠσαῦ ἐμίσησα;» Τίνος δὲ χάριν, εἰ ἅγιος ἦν τῷ Κυρίῳ ὁ Κάϊν, ἐπὶ τῷ τούτου φόνῳ ἑπτὰ ἐκδικούμενα παρελύετο; Εἰ πᾶν

 εὐλαβὴς, προσδεχόμενος παράκλησιν τοῦ Ἰσραήλ.» Τίς ἂν ἀξιώτερον ἔπαινον τῶν βραχυτά των τούτων ῥημάτων τῷ ἀνδρὶ προσκομίσειε; «Καὶ ἰδοὺ ἦν ἄνθρωπος·»

 γέρον φίλε, ἵνα τῶν πάλαι σοι κεχρηματισμένων θαυμάτων τὰς ἐκβάσεις ἐναργῶς κατόψῃ, καὶ γνῷς οἵων πραγμάτων μύστης ἐταμιεύθης, οἵας εὐκλείας παρὰ τοὺς

 Ἆρά γε τὰ χερουβὶμ καὶ τὰ σεραφὶμ συγκινήσας, ἢ τὴν ἅπασαν τῶν οὐρανίων διακόσμησιν ἐπαγόμενος; Ἆρά γε «συσσεισμός τις ὢν, ἢ πνεῦμα μέγα καὶ κραταιὸν

 ἀπαραχάρακτος ἔμεινεν· ἀπόλυσόν με τὸ τάχος· ἀπόλυσον, δέομαι. Μή με κατέχῃς ἐπὶ πολὺ, ∆έσποτα· μὴ βραδύνω ταῦτα τοῖς γενάρχαις ἀποκομίσαι τὰ χαροποιὰ

 τοιαύτης λέλογχας εὐκλείας, ὡς πάσης ἄρδην ἐπέκεινα γνωρισθῆναι γηγενοῦς φύσεως, ἀπείραστός τις ἔσῃ καὶ ἀπαθὴς, καὶ οἱονεὶ πρὸς τὰς θλίψεις ἀν άλωτος·

 τάφῳ περικλειό μενον, πλάνον ὀνομαζόμενον, σφραγῖσι καταδεσμούμε νον, φρουρούμενον φύλαξι. Καὶ ἁπαξαπλῶς, πᾶν ἀλγει νὸν καὶ ἀτιμίας ἐμφαντικὸν ἐπ' αὐτ

 Κυρίῳ, καὶ ἐλάλει περὶ αὐτοῦ πᾶσι τοῖς προσδεχομένοις λύτρωσιν ἐν Ἱερουσαλήμ.» Τίς ὁ λόγος τοῦ 28.1000 τοιαύτην ἀκριβῆ περὶ τῆς προφήτιδος ταύτης τὸν

εὐλαβὴς, προσδεχόμενος παράκλησιν τοῦ Ἰσραήλ.» Τίς ἂν ἀξιώτερον ἔπαινον τῶν βραχυτά των τούτων ῥημάτων τῷ ἀνδρὶ προσκομίσειε; «Καὶ ἰδοὺ ἦν ἄνθρωπος·» ἄνθρωπος τὸ φαινόμενον, καὶ ὑπὲρ ἄνθρωπον τὸ νοούμενον· ἄνθρωπος τὴν οὐσίαν, ἀλλὰ τὴν ἀξίαν πολλῷ τῷ μέσῳ τῶν ἀνθρώπων ὑπερκείμενος· τὴν φύσιν ἄνθρωπος, ἀλλὰ τὴν ἀρετὴν ἄγγελος. Ἄνθρωπος αἰσθητὸν μὲν ἐνδιαίτημα τὴν κάτω Ἱερουσαλὴμ κεκτημένος· νοητὸν δὲ τὴν ἄνω Ἱερουσαλὴμ τὴν μητρόπολιν, «ἧς τεχνίτης καὶ δη μιουργὸς ὁ Θεός·» ἄνθρωπος ἀνθρώποις μὲν τῇ σαρκὶ συναναστρεφόμενος, ἀγγέλοις δὲ τῷ πνεύματι συμ πολιτευόμενος· μᾶλλον δὲ καὶ τῶν ἀγγέλων ὁ Συμεὼν ὑπέρτερος· εἴπερ τὸν ἐκείνοις ἀθέατον, οὗτος ἰδεῖν κατηξίωται· καὶ οὐκ ἰδεῖν μόνον, ἀλλ' ὃ τούτου μεῖζον ἦν καὶ παραδοξότερον, καὶ ἐναγκαλίσασθαι. «Καὶ ὁ ἄνθρωπος οὗτος δίκαιος·» ἀπεδίδου γὰρ ἑκάστῳ τὸ κατ' ἀξίαν· τῷ μὲν λόγῳ τὸ τὰ θεῖα καὶ ἐννοεῖν καὶ λογίζεσθαι· τὸ αἰχμαλωτίζειν πᾶν νόημα εἰς τὴν ὑπακοὴν τοῦ Χριστοῦ· τὸ μὴ ἐπανιστᾷν τὴν κτίσιν τῷ Κτίστῃ, κατὰ τοὺς ἄφρονας· τὸ μηδὲν ἔξω τῆς θείας εἶναι προνοίας ὑπολαμβάνειν· τὸ διὰ τῶν κτισμάτων ἀναλόγως τὸν Γενεσιουργὸν ἐννοεῖν· τῷ δὲ θυμῷ τὴν κατὰ τοῦ ὄφεως αὐστηρίαν, τὸ κατὰ τῆς 28.984 ἁμαρτίας ἀπότομον· τὸ κατὰ τῶν ἀσεβούντων ἀσυμ παθὲς καὶ ἀνήμερον. Ὁ Ἡλίας μὲν κατὰ τῶν Ἀχαὰβπεντηκοντάρχων· Φινεὲς δὲ κατὰ τοῦ Μαδιανιτίου μύσους· Πέτρος δὲ καὶ Παῦλος, ὁ μὲν κατὰ Ἀνανίου καὶ Σαπφείρας, ὁ δὲ κατὰ Ἐλύμα καὶ Ἀλεξάνδρου, καὶ πολλῶν ἄλλων δικαιότατα ἀπεχρήσατο. Τῇ δὲ ἐπι θυμίᾳ τὸ μελετᾷν ἐν νόμῳ Κυρίου διαπαντός· τὸ ἐπι θυμητὰ ἡγεῖσθαι τὰ δικαιώματα Κυρίου ὑπὲρ χρυσίον καὶ λίθον τίμιον πολὺν, καὶ γλυκύτερα ὑπὲρ μέλι καὶ κηρίον· τὸ λέγειν μετὰ ∆αυΐδ· «Ὡς ἀγαπητὰ τὰ σκηνώματά σου, Κύριε τῶν δυνάμεων· ἐπιποθεῖ καὶ ἐκλείπει ἡ ψυχή μου εἰς τὰς αὐλὰς τοῦ Κυρίου.» Οὕτως ἦν δίκαιος ὁ Συμεὼν, μηδενὸς εἴδους τῆς ἀρετῆς ὑστερούμενος· εἴπερ ἐμπεριεκτικὴν ἴσμεν τὴν δι καιοσύνην καὶ τῶν ἄλλων πασῶν ἀρετῶν, ὅσαι ταῖς γενικαῖς ταύταις ὑποβεβήκασιν. «Εὐλαβὴς» δὲ πῶς; εὐλαβούμενος ἀπὸ προσώπου Κυρίου καὶ τῶν αὐτοῦ προσταγμάτων· ἀνεγνώκει γὰρ καὶ λίαν ἐπεσκεμμέ νως τὸ, «Ἐπὶ τίνα ἐπιβλέψω ἀλλ' ἢ ἐπὶ τὸν πρᾶον καὶ ἡσύχιον καὶ τρέμοντά μου τοὺς λόγους;» «Προσδεχόμενος παράκλησιν τοῦ· Ἰσραήλ.» Ποίαν παράκλησιν; Ἣν Ἀβραὰμ ἐν ἀγγέλου ἑωρακὼς σχήματι, θεοπρεπῶς προσεκύνησε. Ποίαν παράκλησιν; Περὶ ἧς Ἰακὼβ προηγόρευσεν· «Οὐκ ἐκλεί ψει ἄρχων, εἰπὼν, ἐξ Ἰούδα, οὐδὲ ἡγούμενος ἐκ τῶν μηρῶν αὐτοῦ, ἕως ἂν ἔλθῃ ᾧ ἀπόκειται, καὶ αὐτὸς προσδοκία ἐθνῶν.» Ἀλλὰ ποίαν παράκλησιν; Αὐτὴν ἐκείνην περὶ ἧς Βαλαὰμ, εἰ καὶ τῆς ἐκκλησιαστικῆς αὐλῆς ἔξωθεν ἑστηκὼς, προεφήτευσεν· «Ἀνατελεῖ, λέγων, ἄστρον ἐξ Ἰακὼβ, καὶ ἀναστήσεται ἄνθρωπος ἐξ Ἰσραήλ.» Αὐτὴν ἐκείνην περὶ ἧς Μωϋσῆς φησιν, ὅτι «Προφήτην ὑμῖν ἀναστήσει Κύριος ὁ Θεὸς ἡμῶν ἐκ τῶν ἀδελφῶν ὑμῶν, ὡς ἐμέ.» Ταύτην τὴν παράκλησιν, διὰ Πνεύματος ἁγίου χρη ματισθεὶς Συμεὼν, προσεδέχετο. Τί οὖν; μήτι γε ἄρα ταύτην ἀεὶ προσδεχόμενος ἐψεύσθη πως τῶν ἐλπίδων, ἢ τῆς προσδοκίας διήμαρτεν, Οὐμενοῦν, οὐδαμῶς· ἀλλὰ καὶ εἶδε καὶ ἐνηγκαλίσατο. Ὢ τῆς τοῦ ἀνδρὸς ἀρετῆς! ὢ τῆς ὑπερβαλλούσης εὐλαβείας καὶ καθαρότητος! «Εἰς ἃ,» κατὰ τὸν μακάριον Παῦλον [λ. Πέτρον], «ἐπιθυμοῦσιν ἄγγελοι παρακύψαι,» εἰς ταῦτα Συμεὼν οὐ παρακύψαι μόνον, ἀλλὰ καὶ καθαρῶς ἐμβατεῦσαι, καὶ ψηλαφῆσαι ταῦτα, καὶ ἀκραιφνῶς μυηθῆναι δεδύνηται. «Καὶ ἦλθεν ἐν τῷ Πνεύματι εἰς τὸ ἱερόν.» Ὢ τοῦ θαύματος! Οὐδὲ ποσὶν οἰκείοις πρὸς τὴν τοῦ μυστηρίου διακονίαν κέχρηται· ἅρμα δὲ τούτῳ τὸ Πνεῦμα τὸ ἅγιον γίνεται καὶ οἷον ὑπόπτερόν τινα, καὶ αἰθεροδρόμον Ἀμβακοὺμ ἄλλον, πρὸς τὸν ναὸν εἰσάγει, καὶ τῷ ἱερῷ παριστᾷ· πάντως που τοιαῦτα πρὸς αὐτὸν λέγον καὶ προσφθεγγόμενον· ∆εῦρο, 28.985 ἴθι,

4