1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

11

ἑαυτόν, καίπερ ἀκούσας ἃ πεποίηκεν Ἡρώδης. Μεμφέσθω δὲ μανεὶς ὁ Ἀρειανὸς ὅτι μήτε Παῦλος ὁ ἀπόστολος, χαλασθεὶς ἀπὸ τοῦ τείχους καὶ διασωθείς, μετέγνω καὶ ὑποστρέψας ἔκδοτον ἑαυτὸν δέδωκε· μήτε ὅτι Μωσῆς ὑπέστρεψεν ἀπὸ Μαδιὰμ εἰς Αἴγυπτον, ἵνα κρατηθῇ παρὰ τῶν ζητούντων, μήτε ὁ ∆αυὶδ ἐν τῷ σπηλαίῳ ἔδειξεν ἑαυτὸν τῷ Σαούλ, ἀλλὰ καὶ οἱ υἱοὶ τῶν προφητῶν ἔμειναν ἐν τοῖς σπηλαίοις καὶ οὐ παρέδωκαν ἑαυτοὺς τῷ Ἀχαάβ. Τοῦτο γὰρ ἦν πάλιν παρ' ἐντολὴν ποιεῖν λεγούσης τῆς γραφῆς· «οὐκ ἐκπειράσεις Κύριον τὸν Θεόν σου».

26 Τοῦτο γοῦν εὐλαβούμενος κἀγώ, καὶ ταῦτα μαθὼν οὕτως ἐμαυτὸν ἤγαγον καὶ οὐκ ἀθετῶ τὴν εἰς ἐμὲ γενομένην παρὰ τοῦ Κυρίου χάριν καὶ βοήθειαν, κἂν οὗτοι μαινόμενοι τρίζωσι τοὺς ὀδόντας καθ' ἡμῶν. Καὶ γὰρ τοιοῦτος ὁ τρόπος τῆς ἀναχωρήσεως ἡμῶν γέγονε, καὶ ἡγοῦμαι μηδεμίαν αὐτὴν ἔχειν μέμψιν παρ' οἷς ἐστιν ὁ λογισμὸς ὑγιής, ὅπουγε καὶ κατὰ τὴν θείαν γραφὴν οὗτος ἡμῖν παρὰ τῶν ἁγίων εἰς διδασκαλίαν ὁ τύπος παρεδόθη. Ἀλλ' οὗτοι, ὡς ἔοικεν, οὔτε τι τῶν ἀτολμήτων παρορῶσιν, οὔτε παραλιμπάνειν τι βούλονται, ὃ μὴ τὴν πονηρίαν αὐτῶν καὶ τὴν ὠμότητα δείκνυσι. Καὶ γὰρ καὶ ὁ βίος αὐτῶν τοιοῦτός ἐστιν, οἷοί εἰσι καὶ τῷ φρονήματι καὶ ταῖς φλυαρίαις· καὶ οὐκ ἂν εἴποι τις τοιαῦτα καὶ τοσαῦτα κατ' αὐτῶν, οἷα καὶ ὅσα πράττοντες αὐτοὶ οὐκ αἰσχύνονται. Ὁ μὲν γὰρ Λεόντιος, διαβαλλόμενος μετὰ γυναικός τινος νεωτέρας λεγομένης Εὐστολίου καὶ κωλυόμενος συνοικεῖν αὐτῇ, δι' αὐτὴν ἑαυτὸν ἀπέκοψεν, ἵν' ἐπ' ἀδείας ἔχῃ διατρίβειν μετ' αὐτῆς. Καὶ τὴν μὲν ὑποψίαν οὐκ ἀπενίψατο, διὰ τοῦτο δὲ μᾶλλον καὶ πρεσβύτερος ὢν καθῃρέθη, εἰ καὶ Κωνστάντιος ὁ αἱρετικὸς ἐβιάσατο λέγεσθαι αὐτὸν ἐπίσκοπον· ὁ δὲ Νάρκισσος ἄλλα τε πολλὰ κακὰ ἔχων καὶ τρίτον ἐν διαφόροις συνόδοις καθῃρέθη· καὶ νῦν αὐτός ἐστιν ἐν αὐτοῖς ὁ πονηρότατος. Ὁ δέ γε Γεώργιος καὶ πρεσβύτερος μὲν ὢν διὰ τὴν κακίαν αὐτοῦ καθῃρέθη, καὶ ὀνομάσας δὲ ἑαυτὸν ἐπίσκοπον οὐδὲν ἧττον πάλιν καθῃρέθη ἐν τῇ κατὰ Σαρδικὴν μεγάλῃ συνόδῳ. Ἔχει δέ τι καὶ πλέον, ὅτι καὶ ζῶν ἀσώτως οὐκ ἔλαθεν· ἀλλὰ καὶ παρὰ τῶν οἰκείων καταγινώσκεται τὸ τέλος τοῦ ζῆν καὶ τὴν εὐθυμίαν ἐν τοῖς αἰσχίστοις μετρῶν.

27 Ἕκαστος μὲν οὖν τὸν ἕτερον ἐν τοῖς ἰδίοις πλεονεκτεῖ κακοῖς, κοινὸς δὲ σπῖλός ἐστιν αὐτοῖς, ὅτι τὴν αἵρεσίν εἰσι χριστομάχοι καὶ οὐκέτι Χριστιανοί, ἀλλὰ μᾶλλον Ἀρειανοὶ καλοῦνται. Ἰδοὺ ταῦτα διαβάλλειν αὐτοὺς ἔδει· ἀλλότρια γὰρ τῆς ἐν Χριστῷ πίστεώς ἐστιν. Ἀλλὰ ταῦτα μὲν δι' ἑαυτοὺς κρύπτουσιν, οὐδὲν δὲ θαυμαστὸν εἰ τοιοῦτοι ὄντες τῷ φρονήματι καὶ τοιούτοις συμπλεκόμενοι κακοῖς, τοὺς μὴ συντρέχοντας αὐτῶν τῇ ἀσεβεστάτῃ αἱρέσει διώκοντες ζητοῦσι. Καὶ ἀναιροῦντες μὲν χαίρουσι, μὴ τυγχάνοντες δὲ ὧν εὔχονται, λυποῦνται καὶ νομίζουσιν ἀδικεῖσθαι, ὅταν, καθὰ προεῖπον, βλέπωσι ζῶντας οὓς ἀποθνήσκειν βούλονται. Εἴη δὲ τούτους οὕτως ἀδικεῖσθαι, ὥστε αὐτοὺς μὲν ἀσθενεῖν ἐν ταῖς ἀδικίαις αὐτῶν, τοὺς δὲ διωκομένους παρ' αὐτῶν εὐχαριστεῖν τῷ Κυρίῳ καὶ λέγειν τὰ ἐν τῷ εἰκοστῷ ἕκτῳ ψαλμῷ· «Κύριος φωτισμός μου καὶ σωτήρ μου, τίνα φοβηθήσομαι; Κύριος ὑπερασπιστὴς τῆς ζωῆς μου, ἀπὸ τίνος δειλιάσω; Ἐν τῷ ἐγγίζειν ἐπ' ἐμὲ κακοῦντας τοῦ φαγεῖν τὰς σάρκας μου, οἱ θλίβοντές με καὶ οἱ ἐχθροί μου αὐτοὶ ἠσθένησαν καὶ ἔπεσον»· καὶ πάλιν ἐν τῷ τριακοστῷ ψαλμῷ· «ἔσωσας ἐκ τῶν ἀναγκῶν τὴν ψυχήν μου, καὶ οὐ συνέκλεισάς με εἰς χεῖρας ἐχθρῶν· ἔστησας ἐν εὐρυχώρῳ τοὺς πόδας μου». Ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, δι' οὗ τῷ Πατρὶ ἐν Ἁγίῳ Πνεύματι ἡ δόξα καὶ τὸ κράτος εἰς αἰῶνας τῶν αἰώνων· ἀμήν.