1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

4

ἀποκτείνωσιν, ὁ θάνατος μεῖζον ἠχήσει κατ' αὐτῶν· ἄν τε πάλιν ἐξορίσωσι, πανταχοῦ καθ' ἑαυτῶν αὐτοὶ μνημεῖα τῆς παρανομίας ἐξαποστέλλουσιν.

9 Εἰ μὲν οὖν ἔσῳζον τὰς φρένας, ἔβλεπον ἑαυτοὺς ἐν τού τοις συνεχομένους καὶ τοῖς ἑαυτῶν προσκόπτοντας λογισμοῖς. Ἐπειδὴ δὲ καὶ τὸ σωφρονεῖν ἀπώλεσαν, διὰ τοῦτο καὶ διώκοντες ἐξάγονται, καὶ ζητοῦντες ἀνελεῖν οὐχ ὁρῶσιν ἑαυτῶν τὴν ἀσέβειαν. Τάχα γὰρ καὶ τὴν Πρόνοιαν αὐτὴν αἰτιᾶσθαι τολμῶσιν (οὐδὲν γὰρ αὐτοῖς ἀτόλμητον), ἐφ' οἷς αὐτοῖς οὐ παραδίδωσι, προδήλου τούτου τυγχάνοντος κατὰ τὴν τοῦ Σωτῆρος φωνήν, ὅτι μηδὲ στρουθίον ἄνευ τοῦ πατρὸς ἡμῶν τοῦ ἐν τοῖς οὐρανοῖς ἐμπεσεῖν εἰς παγίδα δύναται. Καὶ γὰρ καὶ ὅτε παραλαμβάνουσιν οἱ ἀλάστορες, εὐθὺς ἐπιλανθάνονται τῶν τε ἄλλων καὶ πρὸ τῶν ἄλλων ἑαυτῶν· καὶ μόναις ταῖς ἀλαζονείαις τὰς ὀφρῦς ἀνασπάσαντες, οὔτε καιρὸν γινώσκουσιν οὔτε ἀδικοῦντες ἀνθρώπους αἰδοῦνται τὴν φύσιν, κατὰ δὲ τὸν τύραννον τῆς Βαβυλῶνος ἀγριώτερον ἐπιφύονται καὶ οὔτε τινὰς ἐλεοῦσιν, ἀλλὰ καὶ «τοῦ πρεσβυτέρου τὸν ζυγὸν ἐπιβαρύνουσι» καὶ «ἐπὶ τὸ ἄλγος τῶν τραυμάτων», ὡς γέγραπται, προστιθέα σιν οἱ ἀνηλεεῖς. Εἰ μὲν οὖν μὴ ταῦτα δράσαντες ἦσαν, εἰ μὴ τοὺς κατὰ τῆς συκοφαντίας αὐτῶν ὑπὲρ ἡμῶν λέγοντας ἐξορίσαντες ἦσαν, πιθανῶς ἂν λέγοντες παρά τισιν ἐνομίσθησαν· ἐπειδὴ δὲ ἄλλοις τοσούτοις καὶ τηλικούτοις ἐπισκόποις ἐπεβούλευσαν, καὶ οὔτε τοῦ μεγάλου καὶ ὁμολογητοῦ Ὁσίου, οὔτε τοῦ ἐπισκόπου Ῥώμης οὔτε τοσούτων ἀπὸ τῶν Σπανίων καὶ Γαλλίων καὶ τῆς Αἰγύπτου καὶ Λιβύης καὶ τῶν ἄλλων μερῶν ἐπισκόπων ἐφείσαντο, ἀλλὰ τοσαῦτα πεποιήκασι κατὰ τῶν ὅλως ἐλεγξάντων αὐτοὺς ὑπὲρ ἡμῶν, πῶς οὐχὶ μᾶλλον ἡμᾶς πρὸ τῶν ἄλλων ἐβουλεύσαντο, καὶ μετ' ἐκείνους ἐπιθυμοῦσι δὲ κἀκεῖσε ἀνελεῖν; Εἰς τοῦτο γὰρ ἀγρυπνοῦσι καὶ νομίζουσιν ἀδικεῖ σθαι, ἂν βλέπωσι σῳζομένους οὓς οὐκ ἐβούλοντο ζῆν.

10 Τίς τοίνυν οὐ συνορᾷ τὴν πανουργίαν αὐτῶν; Τίνι τοῦτο κατάδηλον οὐκ ἔστιν ὅτι μὴ δι' ἀρετὴν ὀνειδίζουσι δειλίαν, ἀλλ' αἵματα διψῶντες, ὥσπερ σαγήναις, χρῶνται ταῖς ἰδίαις κακοτεχνίαις, νομίζοντες ἐν ταύταις συλλαμβά νεσθαι οὓς ἐὰν ζητῶσιν ἀναιρῆσαι; Τοιούτους γὰρ αὐτοὺς αἱ πράξεις ἔδειξαν καὶ ἤλεγξαν τὸν τρόπον αὐτῶν, θηρίων μὲν ἀγριώτερον, Βαβυλωνίων δὲ ὠμότερον. Καὶ εἰ καὶ αὐτάρκης ἐκ τούτων ἐστὶν ὁ κατ' αὐτῶν ἔλεγχος, ὅμως, ἐπειδὴ κατὰ «τὸν πατέρα ἑαυτῶν τὸν διάβολον» ἁπαλοῖς τοῖς λογαρίοις σχηματίζονται ὥστε δειλίαν ἐγκαλεῖν, δειλότεροι λαγωῶν ὄντες αὐτοί, φέρε καὶ τὰ ἐκ τῶν θείων γραφῶν περὶ τῶν τοιούτων γεγραμμένα θεωρήσωμεν. ∆ειχθήσονται γὰρ οὐδὲν ἧττον καὶ πρὸς ταύτας μὲν μαχόμενοι, τῶν δὲ ἁγίων τὰς ἀρετὰς διαβάλλοντες· εἰ γὰρ λοιδοροῦσι τοὺς κρυπτομένους ἀπὸ τῶν ζητούντων ἀνελεῖν καὶ διαβάλλουσι τοὺς φεύγοντας ἀπὸ τῶν διωκόντων, τί ποιήσουσιν ὁρῶντες τὸν μὲν Ἰακὼβ φεύγοντα τὸν ἀδελφὸν Ἡσαῦ, τὸν δὲ Μωσῆν εἰς Μαδιὰμ ἀναχωροῦντα διὰ τὸν φόβον τοῦ Φαραώ; Τί δὲ τοιαῦτα φλυαροῦντες ἀπολογήσονται τῷ ∆αυὶδ φεύγοντι τὸν Σαοὺλ ἀπὸ τῆς οἰκίας, ὅτε ἀπέστειλεν αὐτὸν ἀναιρεθῆναι, καὶ κρυπτομένῳ μὲν τοῦτον ἐν τῷ σπηλαίῳ, «ἀλλοιοῦντι δὲ τὸ πρόσωπον ἑαυτοῦ», ἕως ἂν παρέλθῃ τὸν Ἀβιμέλεχ καὶ τὴν ἐπιβουλὴν ἐκκλίνῃ; Τί δ' ἂν εἴποιεν οἱ πάντα λέγοντες εὐχερῶς, βλέποντες τὸν μέγαν Ἠλίαν ἐπικαλούμενον μὲν τὸν Θεὸν καὶ νεκρὸν ἐγείροντα, κρυπτόμενον δὲ διὰ τὸν Ἀχαὰβ καὶ φεύγοντα διὰ τὰς ἀπειλὰς τῆς Ἰεζάβελ; Τότε γὰρ ζητούμενοι καὶ οἱ υἱοὶ τῶν προφητῶν ἐκρύπτοντο λανθάνοντες ἐν τοῖς σπηλαίοις παρὰ τῷ Ἀβδιοῦ.

11 Ἢ τούτοις μὲν ὡς παλαιοῖς οὐκ ἐνέτυχον, τῶν δὲ κατὰ τὸ εὐαγγέλιον οὐδεμίαν μνήμην ἔχουσι. Καὶ γὰρ καὶ οἱ μαθηταὶ «διὰ τὸν φόβον τῶν Ἰουδαίων» ἀνεχώρουν κρυπτόμενοι, καὶ ὁ Παῦλος ἐν ∆αμασκῷ, παρὰ τοῦ ἐθνάρχου ζητούμενος, «ἀπὸ τοῦ τείχους ἐν σαργάνῃ κεχάλασται καὶ ἐξέφυγε τοῦ ζητοῦντος τὰς χεῖρας».