1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

9

Ἐλισσαῖον ἀνθ' ἑαυτοῦ χρῖσαι καὶ τύπος εἰς ἄσκησιν γενέσθαι τοῖς υἱοῖς τῶν προφητῶν. Παῦλος δὲ ὁ μακάριος γράφων· «οἵους διωγμοὺς ὑπήνεγκα, καὶ ἐκ πάντων με ἐρρύσατο ὁ Κύριος καὶ ῥύσεται» μᾶλλον ἴσχυε λέγων· «ἀλλ' ἐν τούτοις πᾶσιν ὑπερνικῶμεν, οὐδὲν γὰρ ἡμᾶς χωρίσει ἀπὸ τῆς ἀγάπης τοῦ Χριστοῦ»· τότε γὰρ καὶ «ἕως τρίτου οὐρανοῦ ἡρπάσθη καὶ εἰς τὸν παράδεισον» ἀπηνέχθη, ἔνθα «καὶ ἤκουσεν ἄρρητα ῥήματα ἃ μὴ ἐξὸν ἀνθρώπῳ λαλῆσαι» διὰ τοῦτο καὶ πεφύλακται, «ὥστε ἀπὸ Ἱερουσαλὴμ μέχρι τοῦ Ἰλλυρικοῦ, πληρῶσαι τὸ εὐαγγέλιον».

21 Οὐ μεμπτέα ἄρα, οὐδὲ ἀργὴ τῶν ἁγίων ἡ φυγή· εἰ γὰρ μὴ ἐξέκλινον τοὺς διώκοντας, πῶς ἐγίνετο τὸ ἐκ σπέρματος ∆αυὶδ ἀνατεῖλαι τὸν Κύριον; ἢ τίνες ἔμελλον εὐαγγελίζεσθαι τὸν λόγον τῆς ἀληθείας; Καὶ γὰρ καὶ οἱ διώκοντες διὰ τοῦτο ἐζήτουν τοὺς ἁγίους, ἵνα μὴ ᾖ ὁ διδάσκων, ὁποῖα Ἰουδαῖοι παρήγγειλαν τοῖς ἀποστόλοις· ἀλλὰ διὰ τοῦτο πάντα ὑπέμενον, ἵνα τὸ εὐαγγέλιον κηρυχθῇ. Ἰδοὺ γοῦν καὶ οὕτως ἀγωνιζόμενοι οὐκ ἀργὸν εἶχον τὸν τῆς φυγῆς καιρόν, οὐδὲ διωκόμενοι ἐπελανθάνοντο τῆς ἑτέρων ὠφελείας, ἀγαθοῦ δὲ λόγου διάκονοι τυγχάνοντες οὐκ ἐφθόνουν οὐδὲ ταύτης μεταδιδόναι τοῖς πᾶσιν· ἀλλὰ καὶ φεύγοντες τὸ εὐαγγέλιον ἐκήρυττον, καὶ προύλεγον μὲν τῶν ἐπιβουλευόντων τὰς πανουργίας, ἠσφαλίζοντο δὲ τοὺς πιστοὺς ταῖς παραινέσεσιν. Ὁ μὲν οὖν μακάριος Παῦλος πείρᾳ μαθὼν προύλεγε μέν· «ὅσοι θέλουσιν εὐσεβῶς ζῆν ἐν Χριστῷ, διωχθήσονται», ἐπήλειφε δὲ εὐθὺς τοὺς φεύγοντας εἰπών· «δι' ὑπομονῆς τρέχομεν τὸν προκείμενον ἡμῖν ἀγῶνα». Κἂν γὰρ αἱ θλίψεις ὦσι συνεχεῖς, ἀλλ' «ἡ θλίψις ὑπομονὴν κατεργάζεται, ἡ δὲ ὑπομονὴ δοκιμήν, ἡ δὲ δοκιμὴ ἐλπίδα, ἡ δὲ ἐλπὶς οὐ καταισχύνει». Ὁ δὲ προφήτης Ἡσαίας, προσδοκωμένης τοιαύτης περιστάσεως, ὑπεμίμνησκε καὶ ἐβόα· «βάδιζε, λαός μου, εἴσελθε εἰς τὰ ταμιεῖά σου, ἀπόκλεισον τὴν θύραν σου, ἀποκρύβηθι μικρὸν ὅσον ὅσον, ἕως ἂν παρέλθῃ ἡ ὀργή». Ὁ δὲ Ἐκκλησιαστὴς εἰδὼς τὰς κατὰ τῶν θεοσεβῶν ἐπιβουλὰς καὶ λέγων· «ἐὰν συκοφαντίαν πένητος καὶ ἁρπαγὴν κρίματος καὶ δικαιοσύνης ἴδῃς ἐν τῇ χώρᾳ, μὴ θαυμάσῃς ἐν τῷ πράγματι, ὅτι ὑψηλὸς ἐπάνω ὑψηλοῦ φυλάξαι, καὶ ὑψηλοὶ ἐπ' αὐτῆς καὶ περισσεία γῆς». Εἶχε τὸν πατέρα ἑαυτοῦ τὸν ∆αυὶδ πείρᾳ, καὶ αὐτὸν μαθόντα τὰ ἐν τοῖς διωγμοῖς καὶ ἀσφαλιζόμενον τοὺς πάσχοντας ἐν τῷ λέγειν· «ἀνδρίζεσθε, καὶ κραταιούσθω ἡ καρδία ὑμῶν, πάντες οἱ ἐλπίζοντες ἐπὶ Κύριον»· τοῖς γὰρ οὕτως ὑπομένουσιν οὐκ ἄνθρωπος, ἀλλ' αὐτός φησι· «Κύριος βοηθήσει, καὶ ῥύσεται αὐτούς, ὅτι ἤλπισαν ἐπ' αὐτόν»· καὶ γὰρ κἀγὼ «ὑπομένων ὑπέμεινα τὸν Κύριον, καὶ προσέσχε μοι, καὶ εἰσήκουσε τῆς δεήσεώς μου, καὶ ἀνήγαγέ με ἐκ λάκκου κατωτάτου καὶ ἀπὸ πηλοῦ ἰλύος». Ὠφέλιμος ἄρα τοῖς λαοῖς καὶ οὐκ ἄκαρπος ἡ φυγὴ τῶν ἁγίων δείκνυται, κἂν τοῖς Ἀρειανοῖς μὴ δοκῇ.

22 Οὕτω μὲν οὖν οἱ ἅγιοι, καθάπερ εἴρηται, φεύγοντες κατὰ περιττὸν καὶ δι' οἰκονομίαν ἐφυλάττοντο ὥσπερ ἰατροὶ τῶν δεομένων χάριν. Τοῖς δ' ἄλλοις καὶ πᾶσιν ἁπλῶς ἡμῖν τοῖς ἀνθρώποις νόμος οὗτος, φεύγειν διωκομένους καὶ κρύπτεσθαι ζητουμένους, καὶ μὴ προπετεύεσθαι μὲν ἐν τῷ πειράζειν τὸν Κύριον, περιμένειν δὲ αὐτούς, καθὰ προεῖπον, ἕως ἂν ὁ ὡρισμένος τοῦ θανάτου χρόνος ἔλθῃ, ἢ ὁ κριτής τι περὶ αὐτῶν βουλεύσηται, ὅπερ ἂν αὐτῷ δόξῃ καλῶς ἔχειν· εἶναι μέντοι τούτους ἑτοίμους, ὥστε καιροῦ καλέσαν τος καὶ κρατηθέντας «ἀγωνίζεσθαι ὑπὲρ τῆς ἀληθείας μέχρι θανάτου». Ταῦτα καὶ οἱ μακάριοι μάρτυρες ἐν τοῖς κατὰ καιροὺς διωγμοῖς ἐφύλαττον, καὶ διωκόμενοι μὲν ἔφευγον, καὶ λανθάνοντες ἐκαρτέρουν, εὑρισκόμενοι δὲ ἐμαρτύρουν. Εἰ δὲ καί τινες ἐξ αὐτῶν ἑαυτοῖς προσήρχοντο τοῖς διώ κουσι, καὶ τοῦτο οὐχ ἁπλῶς ἔπραττον· ἐμαρτύρουν γὰρ εὐθὺς καὶ πᾶσιν ἐγίνετο φανερὸν ὅτι παρὰ τοῦ Πνεύματος ἦν καὶ αὐτῶν ἡ προθυμία καὶ ἡ τοσαύτη πρόσοδος.

23 Οὐκοῦν ὅτε τοιαῦτα τοῦ Σωτῆρός ἐστι τὰ παραγγέλματα, καὶ τοιαῦται τῶν ἁγίων αἱ πράξεις, εἰπάτωσαν ἡμῖν οἱ μηδ' ὁτιοῦν ἄν τις εἴποι κατ' ἀξίαν ἑαυτῶν