1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

3

τῶν ἀδελφῶν ἐκινδύνευον. Καὶ δεινὰ μὲν ταῦτα, δεινότερα δὲ τὰ μετὰ ταῦτα τολμήματα· τῇ γὰρ ἑβδομάδι μετὰ τὴν ἁγίαν Πεντηκοστὴν ὁ λαὸς νηστεύσας ἐξῆλθε περὶ τὸ κοιμητήριον εὔξασθαι, διὰ τὸ πάντας ἀποστρέφεσθαι τὴν πρὸς Γεώργιον κοινωνίαν. Ἀλλὰ τοῦτο μαθὼν ὁ παμπόνηρος αὐτός, παροξύνει τὸν στρατηλάτην Σεβαστιανὸν μανιχαῖον ὄντα· καὶ λοιπὸν αὐτὸς μετὰ πλήθους στρατιωτῶν, ὅπλα καὶ ξίφη γυμνὰ καὶ τόξα καὶ βέλη φερόντων, ὥρμησεν ἐν αὐτῇ τῇ Κυριακῇ κατὰ τῶν λαῶν. Καὶ ὀλίγους εὑρὼν εὐχομένους (οἱ γὰρ πλεῖστοι λοιπὸν διὰ τὴν ὥραν ἀναχωρήσαντες ἦσαν) τοιαῦτα εἰργάσατο οἷα παρ' αὐτῶν ἔπρεπεν ἀκούσαντα πρᾶξαι· μυρκαιὰν γὰρ ἀνάψας καὶ στήσας παρθένους παρὰ τὸ πῦρ, ἠνάγκαζε λέγειν ἑαυτὰς τῆς Ἀρείου πίστεως εἶναι. Ὡς δὲ νικώσας αὐτὰς ἔβλεπε καὶ μὴ φροντιζούσας τοῦ πυρός, γυμνώσας λοιπὸν οὕτω κατέκοψεν εἰς τὰ πρόσωπα, ὡς μετὰ χρόνον μόγις αὐτὰς ἐπιγνωσθῆναι.

7 Ἄνδρας δὲ κρατήσας τεσσαράκοντα, καινοτέρῳ τρόπῳ κατέκοψε· ῥάβδους γὰρ τὰς ἀπὸ τῶν φοινίκων εὐθὺς τεμών, ἐν αὐταῖς ἐχούσας ἔτι τοὺς σκόλοπας τὰ νῶτα τούτων οὕτως ἐξέδειρεν, ὡς τινὰς μὲν πολλάκις χειρουργηθῆναι διὰ τοὺς ἐναποπαγέντας ἐν αὐτοῖς σκόλοπας, τινὰς δὲ καὶ μὴ φέροντας ἀποθανεῖν. Πάντας μὲν οὖν τοὺς περιληφθέντας ἀθρόως καὶ τὰς παρθένους ἐξώρισαν εἰς τὴν μεγάλην Ὄασιν, τὰ δὲ σώματα τῶν τετελευτηκότων οὐδὲ τοῖς ἰδίοις κατὰ τὴν ἀρχὴν ἀποδοθῆναι πεποιήκασιν, ἀλλ' ἔκρυψαν ὡς ἠθέλησαν ἄταφα βαλόντες ὑπὲρ τοῦ δοκεῖν αὐτοὺς λανθάνειν τὴν τοσαύτην ὠμότητα. Πράττουσι δὲ τοῦτο πεπλανημένῃ τῇ διανοίᾳ οἱ παράφρονες. Τῶν γὰρ οἰκείων τῶν τετελευτηκότων χαιρόντων μὲν διὰ τὴν ὁμολογίαν, θρηνούντων δὲ διὰ τὰ σώματα, μείζων ἐξηχεῖτο κατ' αὐτῶν ὁ τῆς ἀσεβείας καὶ ὠμότητος ἔλεγχος. Καὶ γὰρ εὐθὺς ἀπὸ τῆς Αἰγύπτου καὶ τῶν Λιβύων ἐξώρισαν μὲν ἐπισκόπους Ἀμμώνιον, Μούιον, Γάιον, Φίλωνα, Ἑρμῆν, Πλήνιον, Ψενόσιριν, Νειλάμμωνα, Ἀγαθόν, Ἀνάγαμφον, Μάρκον, Ἀμμώνιον, ἕτερον Μάρκον, ∆ρακόντιον, Ἀδέλφιον,Ἀθηνόδωρον· καὶ πρεσβυτέρους Ἱέρακα καὶ ∆ιόσκορον. Καὶ οὕτω πικρῶς ἤλασαν αὐτούς, ὡς τινὰς μὲν αὐτῶν ἐν ταῖς ὁδοῖς, τινὰς δὲ ἐν αὐτῷ τῷ ἐξορισμῷ ἀποθανεῖν. Ἐφυγάδευσαν δὲ ἐπισκόπους πλείους τριάκοντα· σπουδὴ γὰρ ἦν αὐτοῖς κατὰ τὸν Ἀχαάβ, εἰ δυνατόν, ἐξᾶραι τὴν ἀλήθειαν. Ἰδοὺ ταῦτα τῶν ἀσεβῶν τὰ τολμήματα.

8 Ταῦτα δρῶντες καὶ μὴ ἐντραπέντες ἐφ' οἷς πρότερον καθ' ἡμῶν ἐτύρευσαν κακοῖς, ἔτι καὶ νῦν κατηγοροῦσιν, ἐκφυγεῖν δυνηθέντας αὐτῶν τὰς ἀνδροφόνους χεῖρας· μᾶλλον δὲ ὀδύρονται πικρῶς, ὅτι μὴ καὶ ἐκποδὼν τέλεον πεποιήκασι· καὶ λοιπὸν προφασίζονται δειλίαν ὀνειδίζειν, ἀγνοοῦντες ὅτι καὶ τοῦτο γογγύζοντες, εἰς ἑαυτοὺς ἐπιστρέφουσι μᾶλλον τὴν μέμψιν· εἰ γὰρ φαῦλον τὸ φεύγειν, πολλῷ χεῖρον τὸ διώκειν· ὁ μὲν γάρ, ἵνα μὴ ἀποθάνῃ, κρύπτεται, ὁ δὲ διώκει ζητῶν ἀποκτεῖναι. Καὶ τὸ μὲν φεύγειν γέγραπται, ὁ δὲ ζητῶν ἀναιρῆσαι παραβαίνει νόμον, καὶ μᾶλλον αὐτὸς τὴν πρόφασιν τοῦ φεύγειν παρέχει. Εἴπερ οὖν τὴν φυγὴν ὀνειδίζουσιν, ἐντρεπέτωσαν πλέον ἑαυτοὺς διώκοντας· παυέσθωσαν γὰρ ἐπιβουλεύοντες, καὶ παύσονται καὶ οἱ φεύγοντες εὐθύς. Ἀλλὰ τῆς μὲν ἰδίας πονηρίας οὐ παύονται, τοῦ δὲ καταλαβεῖν ἕνεκα πάντα πράττουσιν, οὐκ εἰδότες ὅτι τῶν διωκομένων ἡ φυγὴ μέγας ἔλεγχός ἐστι κατὰ τῶν διωκόντων. Οὐδεὶς γὰρ τὸν πρᾶον καὶ φιλάνθρωπον φεύγει, ἀλλὰ μᾶλλον τὸν ἄγριον καὶ πονηρὸν ὄντα τὸν τρόπον. «Πᾶς γοῦν κατώδυνος καὶ ὑπόχρεως» ἀπὸ μὲν τοῦ Σαοὺλ ἔφευγε, πρὸς δὲ τὸν ∆αυὶδ κατέφευγε. ∆ιὰ τοῦτο καὶ οὗτοι τοὺς κρυπτομένους αὐτοὺς ἀναιρεῖν σπουδάζουσιν ὑπὲρ τοῦ μὴ δοκεῖν ἔχειν τῆς ἑαυτῶν πονηρίας τὸν ἔλεγχον. Ἀλλὰ καὶ ἐν τούτῳ δοκοῦσι τυφλώττειν οἱ ἀεὶ πλανώμενοι· ὅσῳ γὰρ ἡ φυγὴ πρόδηλος, τοσούτῳ καὶ πλέον ἡ ἐξ ἐπιβουλῆς γινομένη παρ' αὐτῶν ἀναίρεσις ἢ καὶ ἐξορία προφανεστέρα γενήσεται· ἄν τε γὰρ