1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

7

θρὶξ ἀνθρώπου δύναται λευκὴ ἢ μέλαινα γενέσθαι οὐδὲ στρουθίον εἰς παγίδα ἐμπεσεῖν ποτε.

16 Ὁ μὲν οὖν Κύριος οὕτως ἑαυτὸν προσῆγεν ὑπὲρ πάντων, ὡς προείρηται· οἱ δὲ ἅγιοι καὶ τοῦτον τὸν τύπον παρὰ τοῦ Σωτῆρος μαθόντες (παρ' αὐτοῦ γὰρ καὶ πρὸ τούτου καὶ ἀεὶ πάντες ἐδιδάσκοντο), πρὸς μὲν τοὺς διώκοντας ἀγωνιζόμενοι, νομίμως ἔφευγον, καὶ ζητούμενοι παρ' αὐτῶν ἐκρύπτοντο· ἀγνοοῦντες δέ, ὡς ἄνθρωποι, τοῦ ὁρισθέντος αὐτοῖς παρὰ τῆς Προνοίας χρόνου τὸ τέλος, οὐκ ἐβούλοντο παρέχειν ἁπλῶς ἑαυτοὺς ἐκδότους τοῖς ἐπιβουλεύουσιν· εἰδότες δὲ πάλιν τὸ γεγραμμένον, ὅτι «ἐν ταῖς χερσὶ τοῦ Θεοῦ εἰσιν οἱ κλῆροι» τῶν ἀνθρώπων καὶ «Κύριος θανατοῖ καὶ Κύριος ζωοποιεῖ», μᾶλλον ἕως τέλους ὑπέμενον, ὡς εἴρηκεν ὁ Ἀπόστολος· «περιερχόμενοι ἐν μηλωταῖς, ἐν αἰγείοις δέρμασιν, ὑστερούμενοι, κακουχούμενοι, ἐπὶ ἐρημίαις πλανώμενοι, καὶ ἐν σπηλαίοις καὶ ταῖς ὀπαῖς τῆς γῆς» κρυπτόμενοι, ἕως ἂν ἢ ὁ ὡρισμένος τοῦ θανάτου χρόνος ἔλθῃ, ἢ ὁ τὸν χρόνον ὁρίσας Θεὸς λαλήσῃ πρὸς αὐτοὺς καὶ παύσῃ τοὺς ἐπιβουλεύοντας, ἢ δηλονότι παραδῷ τοὺς διωκομένους τοῖς διώκουσιν, ὡς ἂν αὐτῷ δόξῃ καλῶς ἔχειν. Καὶ τοῦτο περὶ πάντων ἀπὸ τοῦ ∆αυὶδ ἔστι μαθεῖν καλῶς· ὅτε γὰρ κατὰ τοῦ Σαοὺλ παρώξυνεν αὐτὸν Ἰωάβ, ἔλεγεν αὐτός· «ζῇ Κύριος, ἐὰν μὴ ὁ Κύριος αὐτὸν παίσῃ ἢ ἔλθῃ ἡ ἡμέρα» τοῦ θανάτου αὐτοῦ, «ἢ καταβῇ εἰς πόλεμον καὶ προστεθῇ» εἰς τοὺς ὑπεναντίους, οὐ μὴ ἐποίσω «χεῖρά μου ἐπὶ χριστὸν Κυρίου».

17 Εἰ δέ ποτε καὶ φεύγοντες προσήρχοντο τοῖς ζητοῦσιν, οὐδὲ τοῦτο ἁπλῶς ἔπραττον· τοῦ γὰρ Πνεύματος λαλοῦντος αὐτοῖς, οὕτως ἀπήντων ἐκείνοις θεοφιλεῖς τυγχάνοντες καὶ οὕτω πάλιν τὴν ἑαυτῶν ὑπακοὴν καὶ προθυμίαν ἐπιδεικνύ μενοι. Οἷος ἦν Ἠλίας ἀκούων παρὰ τοῦ Πνεύματος, καὶ φαινόμενος τῷ Ἀχαάβ, Μιχαίας τε ὁ προφήτης ἐρχό μενος πρὸς αὐτὸν τὸν Ἀχαάβ, καὶ ὁ ἐπικαλεσάμενος προ φήτης ἐπὶ τὸ θυσιαστήριον τῆς Σαμαρείας, καὶ ἐντρέπων τὸν Ῥοβοάμ, καὶ Παῦλος ἐπικαλούμενος Καίσαρα. Οὐ γὰρ δὴ διὰ δειλίαν ἔφευγον, μὴ γένοιτο· μᾶλλον γὰρ τὴν φυγὴν εἶχον ἀγῶνα καὶ μελέτην κατὰ τοῦ θανάτου. Ἀλλὰ δύο ταῦτ' ἐφύλαττον καὶ ἐβουλεύοντο καλῶς, ὅτι μήτε ἑαυτοὺς ἁπλῶς προσῆγον· τοῦτο γὰρ ἦν ἑαυτὸν ἀποκτεῖναι ὑπεύθυνόν τε θανάτου γενέσθαι, καὶ ἀντιπρᾶξαι τῷ Κυρίῳ λέγοντι· «ἃ ὁ Θεὸς ἔζευξεν ἄνθρωπος μὴ χωριζέτω»· μήτε μέμψιν ὀλιγωρίας ἤθελον ὑπομένειν, ὡς ἀτονήσαντες πρὸς τὰς ἐν τῇ φυγῇ θλίψεις μείζονα καὶ δεινότερον πόνον ἐχούσας τοῦ θανάτου. Ὁ μὲν γὰρ ἀποθανὼν πέπαυται τοῦ πονεῖν, ὁ δὲ φεύγων προσδοκῶν καθ' ἡμέραν τὰς παρὰ τῶν ἐχθρῶν ἐφόδους, κουφότερον ἡγεῖται τὸν θάνατον· ὥστε καὶ τοὺς ἐν τῇ φυγῇ τελειωθέντας μὴ ἀκλεῶς ἀποθνῄσκειν, ἀλλ' ἔχειν καὶ αὐτοὺς τοῦ μαρτυρίου τὸ καύχημα. ∆ιὰ τοῦτο γὰρ καὶ ὁ Ἰὼβ ἐν ἀνδρείᾳ μέγας ἐγνώσθη, ἐπειδὴ ζῶν τοσούτους καὶ τηλικούτους ὑπέμεινε πόνους, ὧν οὐδεμίαν αἴσθησιν ἐλάμβανεν εἰ τελευτήσας ἦν. ∆ιὰ τοῦτο καὶ αὐτοὶ οἱ μακάριοι πατέρες τοιαύτην εἶχον τῆς πολιτείας τὴν ἀγωγήν· διωκόμενοι μὲν γὰρ οὐκ ἐδειλίων, ἀλλὰ καὶ μᾶλλον ἐδείκνυον ἑαυτῶν τὴν τῆς ψυχῆς ἀνδρείαν, οὕτως ἐν πνιγηροῖς καὶ σκοτεινοῖς τόποις ἑαυτοὺς κατα κλείοντες, καὶ σκληρῶς ἑαυτοὺς ἄγοντες· παρόντα δὲ πάλιν τοῦ θανάτου τὸν καιρὸν οὐ παρῃτοῦντο. Ἔμελε γὰρ αὐτοῖς μήτε τοῦτον παρόντα πτήσσειν μήτε τὴν ὡρισμένην παρὰ τῆς Προνοίας κρίσιν προλαμβάνειν, μήτ' αὖ πρὸς τὴν οἰκονομίαν αὐτῆς ἀντιπράττειν, εἰς ἣν καὶ φυλαττομένους ἑαυτοὺς ἐγίνωσκον, ἵνα μὴ καὶ προπετῶς πράττοντες ἑαυτοῖς αἴτιοι τοῦ πτοεῖσθαι γένωνται· Οὕτω γὰρ καὶ γέγραπται· «ὁ προπετὴς χείλεσι πτοήσει ἑαυτόν».

18 Ἀμέλει τοσοῦτον ἦσαν παρεσκευασμένοι πρὸς τὴν τῆς ἀνδρείας ἀρετήν, ὡς μηδὲ τὸν τυχόντα δύνασθαι διστάσαι περὶ τούτου. Ὁ μὲν γὰρ πατριάρχης Ἰακώβ, φεύγων πρότερον τὸν Ἡσαῦ, οὐκ ἐφοβήθη παρόντα τὸν θάνατον, μᾶλλον γὰρ ἐν