1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

8

αὐτῷ τῷ καιρῷ κατ' ἀξίαν ἕκαστον τῶν πατριαρχῶν ηὐλόγει· ὁ δὲ μέγας Μωσῆς κρυπτόμενος πρὸ τούτου τὸν Φαραὼ καὶ δι' αὐτὸν ἀποδημήσας εἰς Μαδιὰμ ἀκούσας· «ἄπελθε εἰς Αἴγυπτον» οὐκ ἐφοβήθη, πάλιν τε προσταχθείς· «ἀνάβηθι εἰς τὸ ὄρος τὸ Ἀβαρεὶ καὶ τελεύτα» οὐ δειλιάσας ἀπέμεινεν, ἀλλὰ καὶ ἄσμενος ὥρμησεν εἰς αὐτό. Καὶ ὁ μὲν ∆αυὶδ φεύγων πρότερον τὸν Σαούλ, οὐκ ἐφοβεῖτο προκινδυνεύων ἐν τοῖς πολέμοις ὑπὲρ τῶν λαῶν, ἀλλὰ καὶ περὶ θανάτου καὶ φυγῆς αἵρεσιν ἀκούσας, ἐξὸν αὐτῷ φεύγειν καὶ ζῆν, μᾶλλον εἵλετο τὸν θάνατον ὁ σοφός· ὁ δὲ μέγας Ἠλίας κρυπτόμενος πάλαι τὴν Ἰεζάβελ οὐκ ἐδειλίασεν ἀκούσας παρὰ τοῦ Πνεύματος ἀπαντῆσαι τῷ Ἀχαὰβ καὶ τὸν Ὀχοζίαν ἐλέγξαι. Πέτρος δὲ ὁ διὰ τὸν φόβον τῶν Ἰουδαίων κρυπτόμενος, καὶ Παῦλος ὁ ἀπόστολος ἐν σαργάνῃ χαλασθεὶς καὶ φυγών, ἀκούσαντες «εἰς Ῥώμην δεῖ ὑμᾶς μαρτυρῆσαι» οὐκ ἀνεβάλοντο τὴν ἀποδημίαν, χαίροντες δὲ μᾶλλον ἀπῆλθον. Καὶ ὁ μέν, ὡς πρὸς τοὺς ἰδίους σπεύδων, ἐγάννυτο σφαζόμενος, ὁ δὲ καὶ παρόντα τὸν καιρὸν οὐ κατέπτησσεν, ἀλλὰ καὶ ἐκαυχᾶτο λέγων· «ἐγὼ γὰρ ἤδη σπένδομαι, καὶ ὁ καιρὸς τῆς ἀναλύσεώς μου ἐφέστηκε».

19 Ταῦτα δὲ οὔτε τὴν προτέραν αὐτῶν φυγὴν κατὰ δειλίαν γεγενῆσθαι δείκνυσιν, οὔτε τὰ νῦν τὴν τυχοῦσαν αὐτοῖς πρᾶξιν μαρτυρεῖ, μεγάλην δέ τινα τῆς ἀνδρείας αὐτῶν τὴν ἀρετὴν ἀνακηρύττει. Οὐδὲ γὰρ ἀντὶ ῥαθυμίας εἶχον τὴν ἀναχώρησιν, ἀλλὰ καὶ μείζονα τότε τὸν τόνον τῆς ἀσκήσεως ἐπέτεινον· οὐδὲ κατεγινώσκοντο φεύγοντες, οὐδὲ κατηγοροῦντο δειλίας παρὰ τοιούτων, οἷοι νῦν εἰσιν οὗτοι οἱ φιλαίτιοι· ἀλλὰ καὶ μᾶλλον ἐμακαρίζοντο παρὰ τοῦ Κυρίου λέγοντος· «μακάριοι οἱ δεδιωγμένοι ἕνεκεν δικαιοσύνης». Ἀλλ' οὐδὲ ἀνωφελὴς αὐτοῖς ὁ τοιοῦτος ἐγίνετο κάματος· ὡς γὰρ «χρυσὸν ἐν χωνευτηρίῳ δοκι μασθέντας», ὡς εἶπεν ἡ Σοφία, «εὕρισκεν αὐτοὺς ὁ Θεὸς ἀξίους ἑαυτοῦ». Καὶ αὐτοὶ τότε μᾶλλον ὡς σπινθῆρες ἀνέλαμπον», σῳζόμενοι μὲν ἀπὸ τῶν καταδιωκόντων αὐτούς, ῥυσθέντες δὲ ἐκ τῶν ἐπιβούλων, καὶ διὰ τοῦτο φυλαχθέντες τοῖς λαοῖς εἰς διδασκαλίαν, ὥστε καὶ τὴν φυγὴν αὐτῶν, καὶ τὸ διαδρᾶναι τῶν ζητούντων τὸν θυμὸν, κατ' οἰκονομίαν τοῦ Κυρίου γεγενῆσθαι. Τότε γὰρ οὕτως καὶ θεοφιλεῖς ἐγίνοντο καὶ καλλίστην εἶχον τῆς ἀνδραγαθίας τὴν μαρτυρίαν.

20 Ὁ γοῦν πατριάρχης Ἰακὼβ φεύγων πλειόνων ὀπτασιῶν, καὶ τούτων θείων, κατηξιοῦτο· καὶ μᾶλλον ἠρεμῶν αὐτὸς ἔσχεν ὑπὲρ ἑαυτοῦ τὸν Κύριον τὸν μὲν Λάβαν ἐντρέ ποντα, τὸν δὲ Ἡσαῦ ἐμποδίζοντα. Καὶ μετὰ ταῦτα γέγονε τοῦ Ἰούδα πατήρ, ἐξ οὗ κατὰ σάρκα ἀνέτειλεν ὁ Κύριος, καὶ τὰς εὐλογίας τοῖς πατριάρχαις διηκόνησε. Μωσῆς τε ὁ θεοφιλής, ὅτε ἔφευγε, τότε καὶ τὴν μεγάλην ὅρασιν εἶδε, καὶ διασωθεὶς ἀπὸ τῶν διωκόντων, προφήτης εἰς Αἴγυπτον ἀπεστέλλετο, διάκονός τε τῶν τοσούτων σημείων καὶ τοῦ νόμου γενόμενος καθηγήσατο τοῦ τοσούτου λαοῦ ἐν τῇ ἐρήμῳ. Καὶ ὁ μὲν ∆αυὶδ διωκόμενος ἐδίδασκεν· «ἐξηρεύ ξατο ἡ καρδία μου λόγον ἀγαθόν» καὶ «ὁ θεὸς ἡμῶν ἐμφανῶς ἥξει· ὁ θεὸς ἡμῶν καὶ οὐ παρασιωπήσεται»· καὶ μᾶλλον δὲ ἴσχυε λέγων· «ἐν τοῖς ἐχθροῖς μου ἐπεῖδεν ὁ ὀφθαλμός μου», καὶ πάλιν «ἐπὶ τῷ θεῷ ἤλπισα, οὐ φοβηθήσομαι τί ποιήσει μοι ἄνθρωπος». Φεύγων τε καὶ ἀποδιδράσκων ἀπὸ προσώπου Σαοὺλ εἰς τὸ σπήλαιον, ἔλεγεν· «ἐξαπέστειλεν ἐξ οὐρανοῦ καὶ ἔσωσέ με, ἔδωκεν εἰς ὄνειδος τοὺς κατα πατοῦντάς με· ἐξαπέστειλεν ὁ Θεὸς τὸ ἔλεος αὐτοῦ καὶ τὴν ἀλήθειαν αὐτοῦ, καὶ ἐρρύσατο τὴν ψυχήν μου ἐκ μέσου σκύμνων». Οὕτω δὲ σωθεὶς κατ' οἰκονομίαν καὶ αὐτὸς γέγονε μετὰ ταῦτα βασιλεύς, καὶ τὴν ἐπαγγελίαν ἔσχεν ἐκ σπέρματος αὐτοῦ τοῦ τὸν Κύριον ἡμῶν ἀνατεῖλαι. Ὁ δὲ μέγας Ἠλίας ἀναχωρῶν εἰς τὸ Καρμήλιον ὄρος ἐπεκαλεῖτο τὸν Θεόν, καὶ τοὺς μὲν τῆς Βάαλ προφήτας τετρακοσίους ὄντας καὶ πλείους ἀθρόως ἀπήλειψε, τοὺς δὲ πεμφθέντας ἐπ' αὐτὸν δύο πεντηκοντάρχους μετὰ τῶν ἑκατόν, λέγων· «καταβήτω πῦρ ἀπ' οὐρανοῦ», ἐν τούτῳ καὶ τούτοις ἐπετίμησε· τετήρηται δὲ καὶ αὐτός, ὥστε τὸν