1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

6

μητρί· «οὔπω ἥκει ἡ ὥρα μου»· τοῖς δὲ χρηματίσασιν ἀδελφοῖς αὐτοῦ· «ὁ ἐμὸς καιρὸς οὔπω πάρεστι». Πάλιν τε ἐλθόντος τοῦ καιροῦ ἔλεγε τοῖς μαθηταῖς· «καθεύδετε τὸ λοιπὸν καὶ ἀναπαύεσθε· ἰδοὺ γὰρ ἤγγικεν ἡ ὥρα, καὶ ὁ Υἱὸς τοῦ ἀνθρώπου παραδίδοται εἰς χεῖρας ἁμαρτωλῶν».

14 Ὡς μὲν οὖν Θεὸς καὶ Λόγος ὢν τοῦ Πατρὸς καιρὸν οὐκ εἶχεν· αὐτὸς γὰρ τῶν καιρῶν ἐστι δημιουργός· ἄνθρωπος δὲ γενόμενος καὶ τοῦτο λέγων δείκνυσιν ἑκάστῳ τῶν ἀνθρώπων χρόνον εἶναι μεμετρημένον, καὶ χρόνον οὐ τὸν κατὰ τύχην, ὥς τινες τῶν Ἑλλήνων νομίζοντες μυθολο γοῦσιν, ἀλλ' ὃν αὐτὸς δημιουργὸς ὤν, ὡς ἠθέλησεν ὁ Πατήρ, ὥρισεν ἑκάστῳ. Καὶ τοῦτο γέγραπται καὶ πᾶσι γέγονε φανερόν· εἰ γὰρ καὶ κέκρυπται καὶ λανθάνει πάντας ἀνθρώπους τὸ πῶς καὶ τὸ πόσον ἑκάστῳ μεμέτρηται, ἀλλ' ὅμως πᾶς ὁστισοῦν οἶδεν ὅτι, ὡς ἔαρος καὶ θέρους καὶ φθινοπώρου καὶ χειμῶνός ἐστι καιρός, οὕτως κατὰ τὸ γεγραμμένον «καιρὸς τοῦ ἀποθανεῖν καὶ καιρὸς τοῦ ζῆν ἐστι». ∆ιὰ τοῦτο τῆς μὲν κατὰ Νῶε γενεᾶς ὁ χρόνος ἀπετμήθη, καὶ ὡς τοῦ καιροῦ πάντων παρόντος, συνεστάλη τὰ ἔτη, καὶ τῷ Ἐζεκίᾳ προσετέθησαν ἔτη δέκα καὶ πέντε. Τοῦ δὲ Θεοῦ ἐπαγγελλομένου τοῖς γνησίως αὐτῷ λατρεύουσιν, ὅτι «τὸν ἀριθμὸν τῶν ἡμερῶν σου ἀναπληρώσω», ὁ μὲν Ἀβραὰμ «πλήρης ἡμερῶν» ἀποθνῄσκει, ὁ δὲ ∆αυὶδ παρεκάλει λέγων· «μὴ ἀναγάγῃς με ἐν ἡμίσει ἡμερῶν μου». Καὶ ὁ μὲν εἷς τῶν φίλων τοῦ Ἰὼβ Ἐλιφὰζ τοῦτο καλῶς εἰδὼς ἔλεγεν· «ἐλεύσῃ δὲ ἐν τάφῳ ὥσπερ σῖτος ὥριμος κατὰ καιρὸν θεριζόμενος, ἢ ὥσπερ θημωνία ἅλωνος καθ' ὥραν συγκομισθεῖσα»· ὁ δὲ Σολομών, ἐπισφραγίζων τούτου τὴν φωνήν, φησίν· «ἀφαιροῦνται ἄωροι ψυχαὶ παρανόμων». ∆ιὸ καὶ παραινεῖ ἐν τῷ Ἐκκλησιαστῇ λέγων· «μὴ ἀσεβήσῃς πολὺ καὶ μὴ γίνου σκληρός, ἵνα μὴ ἀποθάνῃς ἐν οὐ καιρῷ σου».

15 Ὥσπερ δὲ ταῦτα γέγραπται, δείκνυσιν ὁ Λόγος τοὺς ἁγίους εἰδέναι χρόνον ἑκάστῳ τῶν ἀνθρώπων μεμετρημένον. Τοῦ δὲ μηδένα γινώσκειν τὸ τέλος τοῦ χρόνου γνώρισμα τὸ λέγειν τὸν ∆αυίδ· «τὴν ὀλιγότητα τῶν ἡμερῶν μου ἀνάγγειλόν μοι», ὃ γὰρ οὐκ ἠπίστατο τοῦτο μαθεῖν ἠξίου. ∆ιὰ τοῦτο γοῦν ὁ πλούσιος, νομίζων ἔτι πολὺν ζήσεσθαι χρόνον, ἤκουσεν· «ἄφρον, ταύτῃ τῇ νυκτὶ ζητοῦσί σου τὴν ψυχήν· ἃ δὲ ἡτοίμασας τίνι ἔσται»; Ὁ δὲ Ἐκκλησιαστὴς ἀποφαίνεται θαρρῶν τῷ Πνεύματι τῷ Ἁγίῳ καί φησι· «καί γε οὐκ ἔγνω ἄνθρωπος τὸν καιρὸν αὐτοῦ». ∆ιὰ τοῦτο γὰρ καὶ ὁ πατριάρχης Ἰσαὰκ ἔλεγε τῷ υἱῷ αὐτοῦ τῷ Ἡσαῦ· «ἰδοὺ ἐγὼ γεγήρακα καὶ οὐ γινώσκω τὴν ἡμέραν τῆς τελευτῆς μου». Ὁ μὲν οὖν Κύριος, καίτοι Θεὸς ὢν καὶ Λόγος τοῦ Πατρός, καὶ εἰδὼς τὸν μετρηθέντα τοῖς πᾶσι δι' αὐτοῦ καιρὸν καὶ γινώσκων ὃν αὐτὸς ὥρισε καὶ τῷ ἰδίῳ σώματι χρόνον εἰς τὸ παθεῖν, ἐπειδὴ δι' ἡμᾶς ἄνθρωπος γέγονε, τὰς μὲν πρὸ τοῦ τὸν χρόνον ἐλθεῖν ἡμέρας καὶ αὑτός, ὡς ἡμεῖς, ἐκρύπτετο ζητούμενος, διωκόμενός τε ἔφευγε, καὶ τὰς ἐπιβουλὰς ἐκκλίνων οὕτως διήρχετο, καὶ «διὰ μέσου αὐτῶν ἐπορεύετο»· ὅτε δὲ καὶ τὸν ὁρισθέντα παρ' αὐτοῦ καιρὸν ἤγαγεν αὐτός, ἐν ᾧ καὶ παθεῖν σωματικῶς ὑπὲρ πάντων ἤθελε, τοῦτον μὲν προσφωνεῖ τῷ Πατρὶ λέγων· «Πάτερ, ἐλήλυθεν ἡ ὥρα· δόξασόν σου τὸν Υἱόν», οὐκέτι δὲ λοιπὸν τοὺς ζητοῦντας ἐκρύπτετο, ἀλλ' εἱστήκει θέλων κρατηθῆναι παρ' αὐτῶν. Εἶπε γάρ, φησί, τοῖς ἐλθοῦσι πρὸς αὐτόν· «τίνα ζητεῖτε; τῶν δὲ ἀποκριναμένων· Ἰησοῦν τὸν Ναζωραῖον, ἔλεγεν αὐτοῖς· ἐγώ εἰμι ὃν ζητεῖτε», καὶ τοῦτο οὐχ ἅπαξ, ἀλλὰ καὶ δεύτερον πεποίηκε· καὶ οὕτως λοιπὸν ἀπήγαγον αὐτὸν πρὸς τὸν Πιλάτον. Οὔτε δὲ πρὸ τοῦ τὸν χρόνον ἐλθεῖν ἤφιεν ἑαυτὸν κρατεῖσθαι, οὔτε τοῦ καιροῦ παρόντος ἐκρύπτετο, ἀλλὰ καὶ ἔκδοτον ἑαυτὸν ἐδίδου τοῖς ἐπιβουλεύουσιν, ἵνα δείξῃ πᾶσι τῆς ἄνωθεν κρίσεως ἠρτῆσθαι τὴν ζωὴν καὶ τὸν θάνατον τῶν ἀνθρώπων, καὶ ὅτι ἄνευ τοῦ Πατρὸς ἡμῶν τοῦ ἐν τοῖς οὐρανοῖς οὐδὲ