1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

2

συνεσκευάσαντο πλασάμενοι προφάσεις κατὰ τὴν Ἰεζάβελ; Ποία ἐκκλησία νῦν οὐ θρηνεῖ διὰ τὰς ἐκείνων κατὰ τῶν ἐπισκόπων αὐτῶν ἐπιβουλάς; Ἀντιόχεια μὲν δι' Εὐστάθιον τὸν ὁμολογητὴν καὶ ὀρθόδοξον, Βαλανέαι δὲ δι' Εὐφρατίωνα τὸν θαυμασιώτατον, καὶ Πάλτος μὲν καὶ Ἀντάραδος διὰ Κυμάτιον καὶ Καρτέριον, ἡ δὲ Ἀδριανούπολις δι' Εὐτρόπιον τὸν φιλόχριστον καὶ τὸν μετ' αὐτὸν Λούκιον, τὸν πολλάκις παρ' αὐτῶν καὶ ἁλύσεις φορέσαντα καὶ οὕτως ἀποθανόντα, καὶ Ἄγκυρα μὲν διὰ Μάρκελλον, Βέρροια δὲ διὰ Κῦρον καὶ Γάζα δι' Ἀσκληπᾶν. Τούτους μὲν γὰρ πολλὰ πρότερον ὑβρίσαντες, ἐξορισθῆναι πεποιήκασιν οἱ δόλιοι. Θεόδουλον δὲ καὶ Ὀλύμπιον ἀπὸ τῆς Θρᾴκης ἐπισκόπους, καὶ ἡμᾶς, καὶ πρεσβυτέρους ἡμετέρους, οὕτως ἐποίησαν ζητηθῆναι, ὥστε, εἰ εὑρεθείημεν, κεφαλῆς ὑποστῆναι τιμωρίαν. Καὶ τάχα ἂν ἀπεθάνομεν οὕτως, εἰ μὴ παρὰ γνώμην αὐτῶν ἐφύγομεν καὶ τότε. Τοιαῦτα γάρ ἐστι τὰ μὲν κατὰ τῶν περὶ Ὀλύμπιον πρὸς τὸν ἀνθύπατον ∆ονάτον, τὰ δὲ καθ' ἡμῶν πρὸς Φιλάγριον δοθέντα γράμματα. Τὸν γὰρ τῆς Κωνσταντινου πόλεως ἐπίσκοπον Παῦλον, διώξαντες καὶ εὑρόντες, προφανῶς ἀποπνιγῆναι πεποιήκασιν ἐν τῇ λεγομένῃ Κουκουσῷ τῆς Καππαδοκίας, δήμιον ἐσχηκότες εἰς τοῦτο Φίλιππον τὸν γενόμενον ἔπαρχον· ἦν γὰρ καὶ τῆς αἱρέσεως αὐτῶν προστάτης καὶ τῶν πονηρῶν βουλευμάτων ὑπηρέτης.

4 Ἆρ' οὖν διὰ τὰ τοσαῦτα κόρον ἔχουσι καὶ λοιπὸν ἠρέμησαν· Οὐδαμῶς. Οὔτε γὰρ ἐπαύσαντο, ἀλλά, κατὰ τὴν ἐν ταῖς Παροιμίαις βδέλλαν, μᾶλλον νεανιεύονται τοῖς κακοῖς ἐπιφυόμενοι κατὰ τῶν μεγάλων παροικιῶν. Οἷα γὰρ καὶ τανῦν ἔδρασαν, τίς ἂν ἀξίως ἐξείποι; Τίς τοσοῦτον δύναται μνημονεῦσαι, ὅσον ἐκεῖνοι πεποιήκασιν; Ἄρτι γὰρ εἰρήνην ἐχουσῶν τῶν ἐκκλησιῶν, καὶ τῶν λαῶν εὐχομένων ἐν ταῖς συνάξεσιν, ὁ μὲν ἐπίσκοπος τῆς Ῥώμης Λιβέριος, καὶ Παυλῖνος ὁ τῆς μητροπόλεως τῶν Γαλλίων, καὶ ∆ιονύσιος ὁ τῆς μητροπόλεως τῆς Ἰταλίας, καὶ Λουκίφερ ὁ τῆς μητροπόλεως τῶν κατὰ Σερδινίαν νήσων, καὶ Εὐσέβιος ὁ ἀπὸ τῆς Ἰταλίας, οἱ πάντες ἐπίσκοποι ἀγαθοὶ καὶ τῆς ἀληθείας κήρυκες, ἁρπάζονται καὶ ἐξορίζονται, πρόφασιν οὐδεμίαν ἔχοντες ἢ ὅτι μὴ συνέθεντο τῇ ἀρειανῇ αἱρέσει μηδὲ ὑπέγραψαν αὐτοῖς καθ' ἡμῶν, ἐν αἷς ἐπλάσαντο διαβολαῖς καὶ συκοφαντίαις.

5 Περὶ γὰρ τοῦ μεγάλου καὶ εὐγηροτάτου καὶ ὁμολογητοῦ ἀληθῶς Ὁσίου, περιττόν ἐστιν ἐμὲ καὶ λέγειν· ἴσως γὰρ ἐγνώσθη πᾶσιν ὅτι καὶ τοῦτον ἐξορισθῆναι πεποιήκασιν. Οὐ γὰρ ἄσημος, ἀλλὰ καὶ πάντων μάλιστα καὶ μᾶλλον ἐπιφανὴς ὁ γέρων. Ποίας γὰρ οὐ καθηγήσατο συνόδου; Καὶ λέγων ὀρθῶς οὐ πάντας ἔπεισε; Ποία τις ἐκκλησία τῆς τούτου προστασίας οὐκ ἔχει μνημεῖα τὰ κάλλιστα; Τίς λυπούμενός ποτε προσῆλθεν αὐτῷ, καὶ οὐ χαίρων ἀπῆλθε παρ' αὐτοῦ; Τίς ᾔτησε δεόμενος καὶ οὐκ ἀνεχώρησε τυχὼν ὧν ἠθέλησε; Καὶ ὅμως καὶ κατὰ τούτου τετολμήκασιν, ὅτι καὶ αὐτός, εἰδὼς ἃς ποιοῦσι διὰ τὴν ἀσέβειαν ἑαυτῶν συκοφαντίας, οὐχ ὑπέγραψε ταῖς καθ' ἡμῶν ἐπιβουλαῖς. Εἰ γὰρ καὶ ὕστερον διὰ τὰς πολλὰς ὑπὲρ μέτρον ἐπιφερομένας αὐτῷ πληγὰς καὶ συσκευὰς κατὰ τῶν συγγενῶν αὐτοῦ εἶξεν αὐτοῖς πρὸς ὥραν ὡς γέρων καὶ ἀσθενὴς τῷ σώματι, ὅμως τούτων ἡ πονηρία καὶ ἐκ τούτων δείκνυται σπουδασάντων πανταχόθεν ἑαυτοὺς δεῖξαι μὴ εἶναι Χριστιανοὺς ἀληθῶς.

6 Ἐκεῖθεν γὰρ καὶ εἰς τὴν Ἀλεξάνδρειαν πάλιν ἐπεφύησαν, ζητοῦντες πάλιν ἡμᾶς ἀποκτεῖναι, καὶ γέγονε χείρονα τὰ νῦν τῶν προτέρων. Στρατιῶται γὰρ ἐξαίφνης τὴν ἐκκλησίαν ἐκύκλωσαν, καὶ τὰ πολέμων ἀντὶ τῶν εὐχῶν ἐγίνετο. Εἶτ' εἰσελθὼν τῇ τεσσαρακοστῇ ὁ παρ' αὐτῶν ἀποσταλεὶς ἐκ Καππαδοκίας Γεώργιος ηὔξησεν ἃ παρ' αὐτῶν μεμάθηκε κακά. Μετὰ γὰρ τὰ ἕβδομα τοῦ Πάσχα, παρθένοι εἰς δεσμωτήριον ἐβάλλοντο, ἐπίσκοποι ἤγοντο ὑπὸ στρατιωτῶν δεδεμένοι, ὀρφανῶν καὶ χηρῶν ἡρπάζοντο οἰκίαι καὶ ἄρτοι, ἔφοδοι κατὰ τῶν οἰκιῶν ἐγίνοντο, καὶ νυκτὸς οἱ Χριστιανοὶ κατεφέροντο, ἐπεσφραγίσθησαν οἰκίαι, καὶ ἀδελφοὶ κληρικῶν ὑπὲρ