“ΚΥΡΙΟΣ δώσει ῥῆμα τοῖς εὐαγγελιζομένοις δυνάμει ” πολλῇ,“ καλῶς γε σφόδρα ποιῶν ὁ μελῳδὸς ἀναφθέγγεται: χρῆναι δὲ οἶμαι πρὸς τοῦτο βαδίζειν, οὐ τοὺς

 ΚΕΦΑΛΑΙΑ ΕΝ ΤΩ ΠΡΩΤΩ ΒΙΒΛΙΩ. α. Ὅτι ἀΐδιος καὶ πρὸ τῶν αἰώνων ὁ Μονογενής: προκειμένου ῥητοῦ Ἐν ἀρχῇ ἦν ὁ Λόγος. β. Ὅτι καὶ Θεὸς ὁμοούσιος ὑπάρχων τῷ

 ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΑΛΕΞΑΝΔΡΕΙΑΣ, ΕΞΗΓΗΣΙΣ ΥΠΟΜΝΗΜΑΤΙΚΗ ΕΙΣ ΤΟ ΚΑΤΑ ΙΩΑΝΝΗΝ ΕΥΑΓΓΕΛΙΟΝ. ΛΟΓΟΣ ΠΡΩΤΟΣ. ΑΚΡΙΒΗΣ ὄντως καὶ θ

 ΚΕΦΑΛΗ Α. Ἐν ἀρχῇ ἦν ὁ Λόγος. Ὅτι ἀΐδιος καὶ πρὸ τῶν αἰώνων ὁ Μονογενής. ΤΙ πρὸς τοῦτό φασιν οἱ νέον ἡμῖν καὶ πρόσφατον εἰσφέροντες τὸν Υἱὸν, ἵνα μηδὲ

 ΚΕΦΑΛΗ Β. Ὅτι καὶ Θεὸς καὶ ὁμοούσιος τῷ Πατρὶ ὑπάρχων ὁ Υἱὸς ἐν ἰδίᾳ ἐστὶν ὑποστάσει, ὁμοίως δὲ καὶ ὁ Πατήρ. « Καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεόν. » ἝΩΛΟΝ ἤ

 ΚΕΦΑΛΗ Γ. Ὅτι καὶ Θεὸς κατὰ φύσιν, καὶ κατ' οὐδένα τρόπον ἢ ἐλάττων ἢ ἀνόμοιός ἐστι τοῦ Πατρὸς ὁ Υἱός. « Καὶ Θεὸς ἦν ὁ Λόγος. » ΟΥΚ ἠγνόησεν ὁ πνευματ

 ΚΕΦΑΛΗ Δ. Πρὸς τοὺς τολμῶντας λέγειν, ὅτι ἕτερός ἐστιν ὁ ἐνδιάθετός τε καὶ φυσικὸς ἐν Θεῷ καὶ Πατρὶ Λόγος, καὶ ἕτερος ὁ παρὰ ταῖς θείαις γραφαῖς λεγόμ

 ΚΕΦΑΛΗ Ε. Ὅτι κατὰ φύσιν δημιουργὸς ὁ Υἱὸς μετὰ Πατρὸς, ὡς ἐκ τῆς οὐσίας ὑπάρχων αὐτοῦ, καὶ οὐχ ὥσπερ ὑπουργὸς παραλαμβανόμενος. « Πάντα δι' αὐτοῦ ἐγέ

 ΚΕΦΑΛΗ Ϛ. Ὅτι ζωὴ κατὰ φύσιν ἐστὶν ὁ Υἱὸς, καὶ διὰ τοῦτο οὐ γενητὸς, ἀλλ' ἐκ τῆς οὐσίας τοῦ Θεοῦ καὶ Πατρός. « Ὃ γέγονεν, ἐν αὐτῷ ζωὴ ἦν. » ἜΤΙ τὰς πε

 ΚΕΦΑΛΗ Ζ. Ὅτι φῶς κατὰ φύσιν ἐστὶν ὁ Υἱὸς, καὶ διὰ τοῦτο οὐ γενητὸς, ἀλλ' ἐκ τῆς οὐσίας τοῦ Θεοῦ καὶ Πατρὸς, ὡς φῶς ἀληθινὸν ἐκ φωτὸς ἀληθινοῦ. « Καὶ

 ΚΕΦΑΛΗ Η. Ὅτι μόνος ὁ Υἱὸς τοῦ Θεοῦ φῶς ἐστιν ἀληθινὸν, ἡ δὲ κτίσις οὐκέτι, φωτὸς οὖσα μέτοχος, ὡς γενητή. « Ἦν τὸ φῶς τὸ ἀληθινόν. » ΕΠΕΞΕΡΓΑΖΕΤΑΙ πά

 ΚΕΦΑΛΗ Θ. Ὅτι οὐ προϋπάρχει τοῦ σώματος ἡ τοῦ ἀνθρώπου ψυχὴ, οὐδὲ ἐκ πρεσβυτέρων ἁμαρτημάτων ἡ σωμάτωσις κατά τινας. « Ὃ φωτίζει πάντα ἄνθρωπον ἐρχόμε

 ΚΕΦΑΛΗ Ι. Ὅτι μόνος κατὰ φύσιν Υἱὸς ἐκ Πατρὸς ὁ Μονογενὴς, ὡς ἐξ αὐτοῦ καὶ ἐν αὐτῷ. « Θεὸν οὐδεὶς ἑώρακε πώποτε: ὁ Μονογενὴς Θεὸς ὁ ὢν εἰς τὸν κόλπον

 ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΑΛΕΞΑΝΔΡΕΙΑΣ ΕΙΣ ΤΟ ΚΑΤΑ ΙΩΑΝΝΗΝ ΕΥΑΓΓΕΛΙΟΝ, ΒΙΒΛΙΟΝ Αʹ. ΚΕΦΑΛΑΙΑ ΕΝ ΤΩ ΔΕΥΤΕΡΩ ΒΙΒΛΙΩ. α. Ὅτι οὐ κατὰ μετοχὴν, οὐδὲ ὡς ἐπακτὸν

 ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΑΛΕΞΑΝΔΡΕΙΑΣ ΕΙΣ ΤΟ ΚΑΤΑ ΙΩΑΝΝΗΝ ΕΥΑΓΓΕΛΙΟΝ. ΒΙΒΛΙΟΝ Βʹ. Τῇ ἐπαύριον βλέπει τὸν Ἰησοῦν ἐρχόμενον πρὸς

 ΚΕΦΑΛΗ Α. Ὅτι οὐ κατὰ μετοχὴν οὐδὲ ὡς ἐπακτὸν ἐν τῷ Υἱῷ τὸ Ἅγιον Πνεῦμά ἐστιν, ἀλλ' οὐσιωδῶς καὶ κατὰ φύσιν ἐνυπάρχει αὐτῷ. « Καὶ ἐμαρτύρησεν Ἰωάννης

 ΚΕΦΑΛΗ Β. Ὅτι οὐκ ἐν τοῖς γενητοῖς ἐστιν ὁ Υἱὸς, ἀλλ' ἐπάνω πάντων, ὡς Θεὸς ἐκ Θεοῦ. « Ὁ ἄνωθεν ἐρχόμενος ἐπάνω πάντων ἐστίν. » ΟΥ μέγα, φησὶν, οὐδὲ λ

 ΚΕΦΑΛΗ Γ. Ὅτι Θεὸς καὶ ἐκ Θεοῦ κατὰ φύσιν ὁ Χριστός. « Ὁ λαμβάνων αὐτοῦ τὴν μαρτυρίαν ἐσφράγισεν ὅτι ὁ Θεὸς ἀληθής ἐστιν. » ΟΥΧ ἑτέρως ἦν ἐπιδεῖξαι τὴ

 ΚΕΦΑΛΗ Δ. Ὅτι οὐ μεταληπτῶς ἐν Υἱῷ τὰ τοῦ Θεοῦ καὶ Πατρὸς ἴδια, ἀλλ' οὐσιωδῶς καὶ κατὰ φύσιν. « Ὁ Πατὴρ ἀγαπᾷ τὸν Υἱὸν καὶ πάντα δέδωκεν ἐν τῇ χειρὶ α

 ΚΕΦΑΛΗ Ε. Ὅτι οὐκ ἐν τοῖς προσκυνοῦσίν ἐστιν ὁ Υἱὸς, ᾗ Λόγος ἐστὶ καὶ Θεὸς, προσκυνεῖται δὲ μᾶλλον μετὰ Πατρός. « Ὑμεῖς προσκυνεῖτε ὃ οὐκ οἴδατε: ἡμεῖ

 ΚΕΦΑΛΗ Ϛ. Ὅτι οὐκ ἐλάττων κατὰ δύναμιν ἢ κατ' ἐνέργειαν τὴν ἐπί τισιν ὁ Υἱὸς τοῦ Πατρὸς, ἀλλ' ἰσοσθενής τε καὶ ὁμοούσιος, ὡς ἐξ αὐτοῦ καὶ κατὰ φύσιν.

 ΚΕΦΑΛΗ Ζ. Ὅτι τῶν θεοπρεπῶν ἀξιωμάτων ἤτοι πλεονεκτημάτων οὐδὲν ὡς ἐκ μετοχῆς ἢ ἐπακτὸν ἐν Υἱῷ. « Οὐδὲ γὰρ ὁ Πατὴρ κρίνει οὐδένα, ἀλλὰ τὴν κρίσιν πᾶσα

 ΚΕΦΑΛΗ Η. Ὅτι Θεὸς καὶ ἐκ Θεοῦ κατὰ φύσιν ὑπάρχων ὁ Υἱὸς, καὶ εἰκὼν τοῦ γεννήσαντος ἀκριβὴς, ἴσην ἔχει πρὸς αὐτὸν καὶ τιμὴν καὶ δόξαν. « Ἵνα πάντες τι

 ΚΕΦΑΛΗ Θ. Ὅτι κατ' οὐδὲν ἐλάττων τοῦ Θεοῦ καὶ Πατρὸς ὁ Υἱὸς, ἀλλ' ἰσοσθενὴς κατ' ἐνέργειαν τὴν ἐφ' ἅπασίν ἐστιν ὡς Θεὸς ἐκ Θεοῦ. « Οὐ δύναμαι ἐγὼ ποιε

 ΚΕΦΑΛΑΙΑ ΕΝ ΤΩι ΤΡΙΤΩι ΒΙΒΛΙΩι ΠΛΑΤΥΤΕΡΟΝ ΕΙΡΗΜΕΝΑ. α. Ζήτησις ἀκριβὴς, διατί μὴ μόνον λύχνος, ἀλλὰ καιόμενος καὶ φαίνων ὁ μακάριος βαπτιστὴς εἴρηται

 ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΑΛΕΞΑΝΔΡΕΙΑΣ ΕΙΣ ΤΟ ΚΑΤΑ ΙΩΑΝΝΗΝ ΕΥΑΓΓΕΛΙΟΝ. ΒΙΒΛΙΟΝ Γ. « Ζήτησις ἀκριβὴς διατί μὴ μόνον ὁ λύχνος, ἀλ

 ΚΕΦΑΛΗ Β. Ὅτι εἰκών ἐστι τοῦ Θεοῦ καὶ Πατρὸς ὁ Υἱὸς, ἐν ᾧ καὶ πρὸς Ἰουδαίους ἔλεγχος, ὡς μὴ νοοῦντας τὰ διὰ Μωυσέως αἰνιγματωδῶς μᾶλλον εἰρημένα. « Οὔ

 ΚΕΦΑΛΗ Γ. Ὅτι τοῦ Σωτῆρος τὴν ἄφιξιν ἐσήμαινεν ὁ Μωυσῆς. Ἐκ τοῦ Δευτερονομίου περὶ Χριστοῦ. ” ΠΡΟΦΗΤΗΝ ὑμῖν ἐκ τῶν ἀδελφῶν σου ὡς ἐμὲ ἀνα“στήσει σοι Κ

 ΚΕΦΑΛΗ Δ. Ὅτι πολλάκις αἱ Χριστοῦ μεταβάσεις ἀπὸ τῆς Ἱερουσαλὴμ τὸ μετατεθήσεσθαι τὴν χάριν ἐπὶ τὰ ἔθνη δηλοῦσιν: ἐν ταὐτῷ δὲ καὶ λόγος περὶ τῶν πέντε

 ΚΕΦΑΛΗ Ε. Ὅτι χαρακτὴρ τῆς ὑποστάσεως τοῦ Θεοῦ καὶ Πατρός ἐστιν ὁ Μονογενὴς, καὶ οὐχ ἕτερος παρ' αὐτὸν ἢ ἔστιν ἢ νοεῖται χα ρακτήρ. « Ἣν ὁ υἱὸς τοῦ ἀν

 ΚΕΦΑΛΗ Ϛ. Περὶ τοῦ μάννα, ὅτι τύπος ἦν τῆς Χριστοῦ παρουσίας καὶ τῶν δι' αὐτοῦ χαρισμάτων πνευματικῶν. « Εἶπεν οὖν αὐτοῖς ὁ Ἰησοῦς Ἀμὴν ἀμὴν λέγω ὑμῖν

 ΚΕΦΑΛΑΙΑ ΤΑ ΕΝ ΤΩι ΤΕΤΑΡΤΩι ΒΙΒΛΙΩι α. Ὅτι κατ' οὐδὲν ἐλάττων τοῦ Θεοῦ καὶ Πατρὸς ὁ Υἱὸς, διὰ τὸ ἐξ αὐτοῦ κατὰ φύσιν ὑπάρχειν, κἂν ὑποτάττεσθαι λέγητα

 ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΑΛΕΞΑΝΔΡΕΙΑΣ ΕΙΣ ΤΟ ΚΑΤΑ ΙΩΑΝΝΗΝ ΕΥΑΓΓΕΛΙΟΝ. ΒΙΒΛΙΟΝ ΤΕΤΑΡΤΟΝ. ΚΕΦΑΛΗ Α. Ὅτι κατ' οὐδὲν ἐλάττων τοῦ Θ

 ΚΕΦΑΛΗ Β. Ὅτι ζωοποιὸν τὸ ἅγιον σῶμα Χριστοῦ, ἐν οἷς ὡς περὶ ἄρτου φησὶ τοῦ ἰδίου σώματος. « Ἐγώ εἰμι ὁ ἄρτος τῆς ζωῆς. οἱ πατέρες ὑμῶν ἔφαγον τὸ μάνν

 ΚΕΦΑΛΗ Γ. Ὅτι οὐ ζωῆς τῆς παρ' ἑτέρου μέτοχός ἐστιν ὁ Υἱὸς, μᾶλλον δὲ κατὰ φύσιν ζωὴ ὡς ἐκ ζωῆς τῆς κατὰ φύσιν γεγεννημένος τοῦ Θεοῦ καὶ Πατρός. « Καθ

 ΚΕΦΑΛΗ Δ. Ὅτι τύπος ἦν τοῦ Χριστοῦ προηγουμένη τοῦ λαοῦ κατὰ τὴν ἔρημον ἡ ἁγία σκηνὴ, καὶ ἡ κιβωτὸς δὲ ἡ ἐν αὐτῇ καὶ ἡ λυχνία καὶ τὰ θυσιαστήρια δὲ, τ

 ΚΕΦΑΛΗ Ε. Περὶ τῆς ἑορτῆς τῆς σκηνοπηγίας, ὅτι τῆς ὀφειλομένης τοῖς ἁγίοις ἐλπίδος τὴν ἀποκατάστασιν δηλοῖ, καὶ τὴν ἐκ νεκρῶν ἀναβίωσιν: προκειμένου ῥ

 ΚΕΦΑΛΗ Ϛ. Λόγος περὶ τῆς ἀργίας τῆς κατὰ τὸ σάββατον, τίνος ἐστὶ σημαντικὴ πολυτρόπως ἐπιδεικνύς. « Εἰ περιτομὴν λαμβάνει ἄνθρωπος ἐν σαββάτῳ ἵνα μὴ λ

 ΚΕΦΑΛΗ Ζ. Λόγος περὶ τῆς ἐν ὀγδόῃ περιτομῆς, τίνος ἐστὶ σημαντικὴ πολυτρόπως ἐπιδεικνύς. ἈΡΚΟΥΝΤΩΣ ἤδη, καθάπερ ὑπολαμβάνω, καὶ κατὰ δύναμιν τῆς ἐνούσ

 ΚΕΦΑΛΑΙΑ ΤΑ ΕΝ ΤΩι ΠΕΜΠΤΩι ΒΙΒΛΙΩι. α. Ὅτι κατὰ Ἑλλήνων ἀμαθεῖς ὑπονοίας, οὐ ταῖς ὥραις ὡς ἐξ ἀνάγκης ὑπόκειται τὰ καθ' ἡμᾶς, ἀλλ' ἐκ προαιρέσεως ἰδία

 ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΑΛΕΞΑΝΔΡΕΙΑΣ ΕΙΣ ΤΟ ΚΑΤΑ ΙΩΑΝΝΗΝ ΕΥΑΓΓΕΛΙΟΝ. ΒΙΒΛΙΟΝ ΠΕΜΠΤΟΝ. « Ἔλεγον οὖν τινες ἐκ τῶν Ἱεροσολυμιτῶν

 ΚΕΦΑΛΗ Α. Ὅτι κατὰ τὰς Ἑλλήνων ἀμαθεῖς ὑπονοίας, οὐ ταῖς ὥραις ὡς ἐξ ἀνάγκης ὑπόκειται τὰ καθ' ἡμᾶς, ἀλλ' ἐκ προαιρέσεως ἰδίας ἐπί τε τὸ ἀγαθὸν καὶ τὸ

 ΚΕΦΑΛΗ Β. Ὅτι μετὰ τὸν τοῦ Σωτῆρος σταυρὸν κατὰ τὴν ἐκ νεκρῶν ἀναβίωσιν ἐνῳκίσθη παγίως ἡμῖν τὸ Ἅγιον Πνεῦμα. « Τοῦτο δὲ ἔλεγε περὶ τοῦ Πνεύματος οὗ ἔ

 ΚΕΦΑΛΗ Γ. Ὅτι οὐ τῆς Ἰουδαίων ἰσχύος ἔργον ἦν τὸ ἐπὶ σταυρῷ πάθος, οὐδὲ ἐκ τῆς τινων πλεονεξίας ἀπέθανεν ὁ Χριστὸς, ἀλλ' αὐτὸς ἑκὼν ὑπὲρ ἡμῶν τοῦτο πέ

 ΚΕΦΑΛΗ Δ. Ὅτι Θεὸς κατὰ φύσιν ἐστὶν ὁ Υἱὸς τῆς πρὸς τὴν κτίσιν ὁμοιότητος ἀνῳκισμένος παντελῶς, ὅσον εἰς οὐσίας λόγον. « Ὑμεῖς ἐκ τούτου τοῦ κόσμου ἐσ

 ΚΕΦΑΛΗ Ε. Ὅτι οὐκ ἐλάττων ἐν δυνάμει καὶ σοφίᾳ τοῦ Θεοῦ καὶ Πατρὸς ὁ Υἱὸς, μᾶλλον δὲ αὐτὸς σοφία καὶ δύναμις αὐτοῦ. « Καὶ ἀπ' ἐμαυτοῦ ποιῶ οὐδὲν, ἀλλὰ

 ΚΕΦΑΛΑΙΑ ΤΑ ΕΝ ΤΩι ΕΚΤΩι ΒΙΒΛΙΩι. Ὅτι οὐκ ἐκ προγενεστέρων τῆς ψυχῆς ἁμαρτημάτων τὰ σωματικά τισιν ἐπισυμβαίνει πάθη, ἀλλ' οὐδὲ ἁμαρτίας πατέρων ἐπὶ τ

 ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΑΛΕΞΑΝΔΡΕΙΑΣ ΕΙΣ ΤΟ ΚΑΤΑ ΙΩΑΝΝΗΝ ΕΥΑΓΓΕΛΙΟΝ. ΒΙΒΛΙΟΝ ΕΚΤΟΝ. « Ὑμεῖς ἐκ τοῦ πατρὸς τοῦ διαβόλου ἐστὲ,

 ΚΕΦΑΛΗ Α. Ὅτι οὐκ ἐκ προγενεστέρων τῆς ψυχῆς ἁμαρτημάτων τὰ σωματικά τισιν ἐπισυμβαίνει πάθη, ἀλλ' οὐδὲ ἁμαρτίας πατέρων ἐπάγει τισὶν ὁ Θεὸς, τοὺς οὐδ

 LIBRI VII FRAGMENTA QUAE REPERIRI POTUERUNT. « Οὐδεὶς αἴρει αὐτὴν ἀπ' ἐμοῦ, ἀλλ' ἐγὼ τίθημι αὐτὴν ἀπ' ἐμαυτοῦ. ἐξουσίαν ἔχω θεῖναι αὐτὴν, καὶ ἐξουσίαν

 LIBRI VIII FRAGMENTA QUAE REPERIRI POTUERUNT. « Ἡ οὖν Μαρία λαβοῦσα λίτραν μύρου νάρδου πιστικῆς πολυτίμου, ἤλειψε τοὺς πόδας τοῦ Ἰησοῦ καὶ ἐξέμαξε τα

 ΚΕΦΑΛΑΙΟΝ ΤΟ ΕΝ ΤΩι ΕΝΝΑΤΩι ΒΙΒΛΙΩι. α. Ὅτι διὰ τὴν ταυτότητα τῆς φύσεως ὁ Υἱὸς μὲν ἐν τῷ Πατρί ἐστιν: ὁ Πατὴρ δ' αὖ πάλιν ἐν τῷ Υἱῷ ἐστιν.

 ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΑΛΕΞΑΝΔΡΕΙΑΣ ΥΠΟΜΝΗΜΑ ΕΙΣ ΤΟ ΚΑΤΑ ΙΩΑΝΝΗΝ ΕΥΑΓΓΕΛΙΟΝ. ΒΙΒΛΙΟΝ ΕΝΝΑΤΟΝ. « Ὅτι ἐγὼ ἐξ ἐμαυτοῦ οὐκ ἐλάλησα, ἀλλ' ὁ πέμψας με Πατὴρ

 ΚΕΦΑΛΗ Α. Ὅτι διὰ τὴν ταυτότητα τῆς φύσεως, ὁ Υἱὸς μὲν ἐν τῷ Πατρί ἐστιν, ὁ Πατὴρ δ' αὖ πάλιν ἐν τῷ Υἱῷ ἐστιν. « Πιστεύετε ὅτι ἐγὼ ἐν τῷ Πατρὶ καὶ ὁ Π

 ΚΕΦΑΛΑΙΑ ΤΑ ΕΝ ΤΩι ΔΕΚΑΤΩι ΒΙΒΛΙΩι. α. Ὅτι κατ' οὐδὲν ἐλάττων ἐστὶν ὁ Υἱὸς τοῦ Θεοῦ καὶ Πατρὸς, ἴσος δὲ μᾶλλον καὶ ὅμοιος κατὰ φύσιν αὐτῷ, προκειμένου

 ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΑΛΕΞΑΝΔΡΕΙΑΣ ΕΙΣ ΤΟ ΚΑΤΑ ΙΩΑΝΝΗΝ ΕΥΑΓΓΕΛΙΟΝ. ΒΙΒΛΙΟΝ ΔΕΚΑΤΟΝ. « Ὁ ἔχων τὰς ἐντολάς μου καὶ τηρῶν αὐτὰ

 ΚΕΦΑΛΗ Α. Ὅτι κατ' οὐδὲν ἐλάττων ἐστὶν ὁ Υἱὸς τοῦ Θεοῦ καὶ Πατρὸς, ἴσος δὲ μᾶλλον καὶ ὅμοιος κατὰ φύσιν αὐτῷ. « Εἰ ἠγαπᾶτέ με, ἐχάρητε ἂν ὅτι πορεύομα

 ΚΕΦΑΛΗ Β. Ὅτι τῷ Θεῷ καὶ Πατρὶ ὁμοούσιός ἐστιν ὁ Υἱὸς, καὶ οὐχ ἑτεροφυὴς, οὐδὲ ἔκφυλος, κατά τινας τῶν διεστραμμένων. « Ἐγώ εἰμι ἡ ἄμπελος ἡ ἀληθινὴ,

 ΚΕΦΑΛΑΙΑ ΤΑ ΕΝ ΤΩι ΕΝΔΕΚΑΤΩι ΒΙΒΛΙΩι. α. Ὅτι φυσικῶς ἐκ Θεοῦ τε καὶ ἐν τῷ Υἱῷ τὸ Πνεῦμα τὸ Ἅγιον καὶ δι' αὐτοῦ καὶ ἐν τῇ οὐσίᾳ αὐτοῦ. β. Ὅτι φυσικῶς ἐ

 ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΑΛΕΞΑΝΔΡΕΙΑΣ ΕΙΣ ΤΟ ΚΑΤΑ ΙΩΑΝΝΗΝ ΕΥΑΓΓΕΛΙΟΝ. ΒΙΒΛΙΟΝ ΕΝΔΕΚΑΤΟΝ. ΚΕΦΑΛΗ Α. Ὅτι φυσικῶς ἐκ Θεοῦ τε καὶ

 ΚΕΦΑΛΗ Β. Ὅτι φυσικῶς ἐν τῷ Υἱῷ καὶ ἐν τῇ οὐσίᾳ αὐτοῦ τὸ Πνεῦμα αὐτοῦ, τουτέστι τὸ Ἅγιον, καθὰ καὶ ἐν τῇ οὐσίᾳ τοῦ Πατρός. « Πάντα ὅσα ἔχει ὁ Πατὴρ ἐμ

 ΚΕΦΑΛΗ Γ. Ὅτι τῆς θεοπρεποῦς δόξης οὐκ ἐπιδεᾶ θεωρήσαι τις ἂν τὸν Υἱὸν, κἂν εὑρίσκηται λέγειν Πάτερ δόξασον τὸν Υἱόν σου. « Ταῦτα ἐλάλησεν ὁ Ἰησοῦς, κ

 ΚΕΦΑΛΗ Δ. Ὅτι κατ' οὐδένα τρόπον ἀδικήσει τοῦ Υἱοῦ τὴν δόξαν τὸ εἰληφέναι τι λέγεσθαι παρὰ τοῦ Θεοῦ καὶ Πατρὸς, ἔχοντος εὐσεβῆ τοῦ πράγματος λόγον. «

 ΚΕΦΑΛΗ Ε. Ὅτι τοῦ εἶναι Θεὸς ἀληθινὸς ὁ Υἱὸς οὐκ ἔξω κείσεται, κἂν μόνον καὶ ἀληθινὸν ὀνομάζῃ Θεὸν τὸν Πατέρα. « Αὕτη δέ ἐστιν ἡ αἰώνιος ζωὴ, ἵνα γινώ

 ΚΕΦΑΛΗ Ϛ. Ὅτι δόξης τῆς θεοπρεποῦς οὐ γυμνὸς ἦν ὁ Υἱὸς κἂν εὑρίσκηται λέγων πρὸς τὸν Πατέρα Καὶ νῦν δόξασόν με τῇ δόξῃ ᾗ εἶχον, καὶ τὰ ἑξῆς. « Ἐγώ σε

 ΚΕΦΑΛΗ Ζ. Ὅτι τὸ λέγεσθαί τι δεδόσθαι τῷ Υἱῷ παρὰ τοῦ Πατρὸς, οὐκ ἐξοικιεῖ τῆς θεοπρεποῦς ἀξίας αὐτὸν, ἀλλ' ὢν ὁμοούσιός τε καὶ ἐξ αὐτοῦ διαφαίνεται κ

 ΚΕΦΑΛΗ Η. Ὅτι οὐκ ἔξω κείσεται τῆς Χριστοῦ βασιλείας, κἂν εἴ τι λέγοιτο τοῦ Πατρός: ἅμα γὰρ αὐτῶν ἡ κατὰ πάντων ἀρχή. « Ἐγὼ περὶ αὐτῶν ἐρωτῶ: οὐ περὶ

 ΚΕΦΑΛΗ Θ. Ὅτι φυσικὸν ἐν τῷ Υἱῷ τὸ τῆς θεότητος ἀξίωμα, κἂν εἰληφέναι λέγηται τοῦτο παρὰ Πατρὸς διὰ τὸ ἀνθρώπινον καὶ τὸ τῆς ταπεινώσεως σχῆμα. « Πάτε

 ΚΕΦΑΛΗ Ι. Ὅτι οὐκ ἐκ μετοχῆς τῆς πρὸς ἕτερον ἅγιός ἐστιν ὁ Χριστὸς οὐδὲ ξένος τῆς οὐσίας αὐτοῦ ὁ διὰ Πνεύματος ἁγιασμός. « Καθὼς ἐμὲ ἀπέστειλας εἰς τὸ

 ΚΕΦΑΛΗ ΙΑ. Ὅτι φυσικῶς ὁ Υἱὸς ἕν ἐστι πρὸς τὸν ἑαυτοῦ Πατέρα Θεὸν, καὶ αὐτὸς μὲν ἐν Πατρὶ, ὁ Πατὴρ δὲ ἐν αὐτῷ, κατά γε τὸν οὐσιώδη τῆς ἑνότητος σύνδεσ

 ΚΕΦΑΛΗ ΙΒ. « Ὅτι κατὰ φύσιν ἕν ἐστιν ὁ Υἱὸς πρὸς τὸν ἑαυτοῦ Πατέρα Θεὸν, κἂν ὡς ἐν χάριτος μέρει δέξασθαι λέγῃ τὸ ἓν εἶναι πρὸς τὸν Πατέρα. »

 ΚΕΦΑΛΑΙΟΝ « ΤΟ ΕΝ ΤΩι ΔΩΔΕΚΑΤΩι ΒΙΒΛΙΩι. » α. Ὅτι Θεὸς κατὰ φύσιν ἐστὶν ὁ Υἱὸς, κἂν εὑρίσκηται δι' ἡμᾶς Θεὸν ἑαυτοῦ τὸν Πατέρα καλῶν, προκειμένου ῥητο

 ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΑΛΕΞΑΝΔΡΕΙΑΣ ΕΙΣ ΤΟ ΚΑΤΑ ΙΩΑΝΝΗΝ ΕΥΑΓΓΕΛΙΟΝ ΒΙΒΛΙΟΝ ΔΩΔΕΚΑΤΟΝ

 ΚΕΦΑΛΗ Α. « Ὅτι κατὰ φύσιν Θεός ἐστιν ὁ Υἱὸς, κἂν εὑρίσκηται δι' ἡμᾶς Θεὸν ἑαυτοῦ τὸν Πατέρα καλῶν. »

Chapter Viii. That nothing which is spoken of as belonging to the Father will be excluded from the kingdom of the Son, for Both alike rule over all.

9, 10, 11 I pray for them: I pray not for the world, but for those whom Thou hast given Me; for they are Thine: and all things that are Mine are Thine, and Thine are Mine; and I am glorified in them. And I am no more in the world, and these are in the world, and I come to Thee.

He once more mediates as Man, the Reconciler and Mediator of God and men; and being our truly great and all-holy High Priest, by His own prayers He appeases the anger of His Father, sacrificing Himself for us. For He is the Sacrifice, and is Himself our Priest, Himself our Mediator, Himself a blameless Victim, the true Lamb Which taketh away the sin of the world. The Mosaic ceremonial was then, as it were, a type and transparent shadowing forth of the mediation of Christ, shown forth in the last times, and the high priest of the Law indicated in his own person that Priest Who is above the Law. For the things of the Law are shadows of the truth. For the inspired Moses, and with him the eminent Aaron, continually intervened between God and the assembly of the people; at one time deprecating God's anger for the transgressions of the people of Israel, and inviting mercy from above upon them when they were faint; at another, praying and blessing the people, and ordering sacrifices according to the Law and offerings of gifts besides in their appointed order, sometimes for sins, and sometimes thank-offerings for the benefits they felt that they had received from God. But Christ Who manifested Himself in the last times above the types and figures of the Law, at once our High Priest and Mediator, prays for us as Man; and at the same time is ever ready to cooperate with God the Father, Who distributes good gifts to those who are worthy. Paul showed us this most plainly in the words: Grace to you and peace from God our Father, and the Lord Jesus Christ. He then prays for us as Man, and also unites in distributing good gifts to us as God. For He, being a holy High Priest, blameless and undefiled, offered Himself not for His own weakness, as was the custom of those to whom was allotted the duty of sacrificing according to the Law, but rather for the salvation of our souls, and that once for all, because of our sin, and is an Advocate for us: And He is the propitiation for our sins, as John saith; and not for ours only, but also for the whole world.

But perhaps someone, wishing to controvert what we have said, will exclaim, "Is not what the disciple says quite contrary to the Saviour's words?" For our Lord Jesus Christ expressly in these words repudiates the necessity of praying to God for the whole world, while the wise John affirmed quite the contrary. For he maintains that the Saviour will be the Advocate and propitiation, not merely for our sins, but also for the sins of the whole world. It is not hard to find the solution to this difficulty, or to say how the disciple may be seen to be in accord with his Master's saying. For the blessed John, as he was a Jew and of the Jews, that some might not perhaps think that our Lord was merely an Advocate for the Israelites, and not in any sense for the rest of the nations scattered over the whole world, though destined to distinguish themselves by faith on Him and to be shortly called to knowledge of salvation through Christ, is perforce impelled to declare that our Lord will not only be the propitiation for the race of Israel, but also for the whole world; that is, those of every nation and kindred, who shall be called through faith to righteousness and sanctification. Our Lord Christ distinguishes from His own those who are otherwise minded, and who have chosen to insult Him by stubborn disobedience; and, referring to those who are prone to listen to His Divine commands, and who have already submitted, as it were, the necks of the hearts, and well-nigh bound round them the yoke of submission to God, said that for them only it was most fitting for Him to pray. For to those only, whose Mediator and High Priest He is, He thought it meet to bring the blessings of His mediation; to those, I mean, who, He says, were given to Himself, but were the Father's, as there is no other way of fellowship with God save by the Son. And He will Himself teach you this in the words: No one cometh unto the Father, but by Me. For observe how the Father, when He gave to His Son those of whom He speaks, won them over to Himself. And the Apostle, who was so conversant with the sacred writings, knowing this well, says: God was in Christ, reconciling the world unto Himself. For when Christ acted as Mediator, and received those who come to Him by faith, and brought them aright through Himself to the Father, the world was reconciled to God. Therefore also the Prophet Isaiah taught us, in anticipation, to choose peace with God, in Christ: Let us have peace with Him; let us who are in the way have peace. For if we banish from our hearts whatsoever estrangeth us from the love of Christ, I mean the base lasciviousness which hankers after sinful pleasure and is ever inclined to the delights of the world, and is besides the mother and nurse of all vice, and leads us widely astray, we shall become united in fellowship with Christ, and shall make peace with God, being joined to the Father Himself through the Son, inasmuch as we receive in ourselves the Word That was begotten of Him, and cry out in the Spirit, Abba, Father.

Those then who have been given to Christ are the Father's, but are not therefore removed from Christ. For God the Father reigneth with Him, and through Him ruleth over His own. For the Holy and Consubstantial Trinity share the same kingdom, and their universal dominion is one and the same; and whatever is the Son's will be subject to the glory of the Son and the Father; and also, whatever is said to be under the rule of the Father, over that the Son will surely hold sway. And therefore He saith: And all Mine are Thine, and Thine are Mine. For as in Them perfect identity of Nature is visible and evident, the opinion held about Their majesty is not various, and does not attribute anything individually to One apart from the Other, but considers one and the same glory, identical in every respect, to attach to Both. For He That is by right of His Nature the Heir of His Father's Divine dignities will clearly have all that the Father hath, and will also show that His Father hath all that He Himself hath. For Either naturally reveals the Other in Himself; and the Son is seen in the Father, and the Father also in the Son. This kind of instruction the inspired writings gave us in the mystery. When, then, universal dominion is one of the dignities of the Father, it will belong also to the Son; for He is the express Image of His Person, and can endure no shadow of unlikeness or variance at all. He declares that He has been glorified in them, showing that His prayer for them is, as it were, a recompence well deserved.

What then is His request, and why does He endeavour to obtain God's favour for His followers? I am no more in the world, He says, and these are in the world, and, I come to Thee. For while He yet lived in converse with His holy Apostles in the flesh upon earth, the consolation of His visible Presence was ever with them in their daily path, as it were to give instant succour to those in peril; and they were therefore sustained in courage. For the mind of man is readier to rely upon the things that are seen than the things that are unseen, for encouragement or pleasure. When we say this, we are far from asserting that the Lord is powerless to save, if He be not visibly present; for any one who thought this would rightly be convicted of folly. For Jesus Christ is the same yesterday, and today, yea, and for ever. But He knew that His disciples were very faint at heart, left desolate as it were on the earth, with the world raging round them like fierce billows, and ever ready to beleaguer with intolerable terrors and imminent and great dangers those who persist in bearing God's tidings to the uninitiated.

Since then, He says, I come to Thee, for I shall soon ascend to sit on the throne of God the Father, and reign with Him, and these will remain the while in the world, I pray for them, for Thou gavest them Me; and as Thine and Mine now I rightly care for them, and I am glorified in them, for all things whatsoever Thou hast given Me are Thine, and Thine are Mine. And the saying is true. For those in the world who have been given to Christ, and are on that account the Father's, have not therefore disavowed the duty of praising Him through Whom they were united to God the Father, and having been brought to Him, will remain none the less His. For He hath all things in common with the Father, together with His inherent Godhead and power. For there is one God in us, Who is worshipped in the Holy and Consubstantial Trinity; and we all of us belong to the one true God, being subject as servants to the Holy and Consubstantial Trinity.  

ΚΕΦΑΛΗ Η. Ὅτι οὐκ ἔξω κείσεται τῆς Χριστοῦ βασιλείας, κἂν εἴ τι λέγοιτο τοῦ Πατρός: ἅμα γὰρ αὐτῶν ἡ κατὰ πάντων ἀρχή.
« Ἐγὼ περὶ αὐτῶν ἐρωτῶ: οὐ περὶ τοῦ κόσμου ἐρωτῶ, ἀλλὰ περὶ ὧν δέδωκάς μοι, ὅτι σοί εἰσι, καὶ τὰ ἐμὰ πάντα σά ἐστι, καὶ τὰ σὰ ἐμὰ, καὶ δεδόξασμαι ἐν αὐτοῖς, καὶ οὐκ ἔτι εἰμὶ ἐν τῷ κόσμῳ, καὶ οὗτοι ἐν τῷ κόσμῳ εἰσὶ, κἀγὼ πρός σε ἔρχομαι. » ΜΕΣΙΤΕΥΕΙ πάλιν ὡς ἄνθρωπος, ὁ Θεοῦ τε καὶ ἀνθρώπων διαλλακτὴς καὶ μεσίτης, καὶ ὁ μέγας ὄντως καὶ πανάγιος ἡμῶν ἀρχιερεὺς, ταῖς παρ' ἑαυτοῦ λιταῖς τὴν τοῦ ἰδίου γεννήτορος ἐκμειλίσσεται γνώμην, ἑαυτὸν ὑπὲρ ἡμῶν ἱερουργῶν. αὐτὸς γὰρ τὸ θῦμα καὶ αὐτὸς ἱερεὺς, αὐτὸς ὁ μεσίτης, αὐτὸς τὸ πανάμωμον ἱερεῖον, ὁ ἀμνὸς ὁ ἀληθινὸς “ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου.” ἦν οὖν ἄρα τύπος ὥσπερ τις καὶ σκιὰ διαφανὴς τῆς ἐν ἐσχάτοις καιροῖς ἀναδεδειγμένης τοῦ Χριστοῦ μεσιτείας, ἡ πάλαι διὰ Μωυσέως, καὶ ὁ κατὰ νόμον ἀρχιερεὺς τὸν ὑπὲρ νόμον ἱερουργὸν ἐν ἰδίῳ γέγραφε σχήματι: σκιαὶ γὰρ τῆς ἀληθείας εἰσὶ τὰ νομικά. Μωυσῆς γὰρ ὁ θεσπέσιος καὶ μὴν σὺν ἐκείνῳ καὶ ὁ περίβλεπτος Ἀαρὼν μέσον διὰ παντὸς ἐχώρουν Θεοῦ τε καὶ τῆς συναγωγῆς, ἄρτι μὲν τὴν ἐπὶ τοῖς πλημμελήμασι τῶν ἐξ Ἰσραὴλ δυσωποῦντες ὀργὴν, καὶ τὴν ἄνωθεν καλοῦντες ἐπὶ τοῖς ἀτονοῦσιν εὐμένειαν: ἄρτι δὲ πάλιν ἐπευχόμενοί τε καὶ εὐλογοῦντες αὐτοὺς, καὶ τὰς κατὰ νόμον θυσίας, καὶ πρὸς τούτοις ἔτι δωροφορίας, κατὰ τὴν τῶν διατεταγμένων προσάγοντες τάξιν, ποτὲ μὲν ὑπὲρ ἁμαρτιῶν, ποτὲ δὲ καὶ χαριστήρια τὰ ἐφ' οἷς εὖ παθόντες ᾔδεσαν παρὰ Θεοῦ. ὁ γεμὴν ὑπὲρ τύπους καὶ σχήματα νομικὰ πεφηνὼς ἐν ἐσχάτοις καιροῖς ἀρχιερεύς τε ἅμα καὶ μεσίτης Χριστὸς, ἐρωτᾷ μὲν ὑπὲρ ἡμῶν ὡς ἄνθρωπος, συμφιλοτιμεῖται δὲ ὡς Θεὸς τῷ Θεῷ καὶ Πατρὶ, διανέμοντι τοῖς ἀξίοις τὰ ἀγαθά. ἐμφανέστατα δὲ τοῦτο παρέδειξεν ἡμῖν ὁ Παῦλος εἰπών “Χάρις ” ὑμῖν καὶ εἰρήνη ἀπὸ Θεοῦ Πατρὸς ἡμῶν καὶ Κυρίου Ἰησοῦ “Χριστοῦ.” ὁ τοίνυν ἐρωτῶν, ὡς ἄνθρωπος, συνδιανέμει πάλιν ὡς Θεός. ὅσιος γὰρ ὑπάρχων ἀρχιερεὺς, ἄμωμός τε καὶ ἄκακος, οὐχ ὑπὲρ ἀσθενείας τῆς ἑαυτοῦ, καθάπερ ἦν ἔθος τοῖς ἱερᾶσθαι λαχοῦσι κατὰ τὸν νόμον, μᾶλλον δὲ ὑπὲρ σωτηρίας τῶν ἡμετέρων ψυχῶν ἑαυτὸν προσενεγκὼν, καὶ τοῦτο εἰσάπαξ διὰ τὴν ἡμῶν ἁμαρτίαν, παράκλητος γέγονεν ὑπὲρ ἡμῶν, “καὶ αὐτὸς ἱλασμός ἐστι περὶ τῶν ἁμαρτιῶν ” ἡμῶν, κατὰ τὴν Ἰωάννου φωνήν: οὐ περὶ τῶν ἡμετέρων δὲ “μόνον, ἀλλὰ καὶ περὶ ὅλου τοῦ κόσμου.” Ἀλλ' ἴσως ἐρεῖ δὴ πάντως τοῖς παρ' ἡμῶν τις ἀντιτιθεὶς λόγοις Οὐ γὰρ ἐναντίως ἕξει, βοῶν, ταῖς τοῦ Σωτῆρος φωναῖς τὸ διὰ τοῦ μαθητοῦ λελεγμένον; ὁ μὲν γὰρ Κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστὸς, διαῤῥήδην ἐν τούτοις ἀπαυδήσας φαίνεται τὸ ὑπὲρ παντὸς τοῦ κόσμου χρῆναι παρακαλεῖν: ὁ δέ γε σοφὸς Ἰωάννης, φησὶ, πολὺ δὴ τούτοις τὸ ἐναντίον ἐφθέγξατο. οὐ γὰρ περὶ μόνων ἔσεσθαι παράκλητόν τε καὶ ἱλασμὸν τῶν ἡμετέρων ἁμαρτιῶν τὸν Σωτῆρα διισχυρίζεται, ἀλλ' ἤδη καὶ περὶ παντὸς τοῦ κόσμου. τίς οὖν ἄρα τούτοις ἕψεται λύσις, ἢ πῶς ἂν φαίνοιτο ταῖς τοῦ Δεσπότου φωναῖς συμπαρομαρτήσας ὁ μαθητὴς, ἀταλαίπωρον εἰπεῖν: ὁ μὲν γὰρ μακάριος Ἰωάννης, ἐπείπερ ἦν Ἰουδαῖος καὶ ἐξ Ἰουδαίων, ἵνα μή τινες οἰηθεῖεν τυχὸν ὑπὲρ μόνων τῶν ἐξ Ἰσραὴλ παράκλητον εἶναι παρὰ τῷ Πατρὶ τὸν Κύριον, ὑπὲρ δὲ τῶν ἄλλων ἐθνῶν τῶν ἀνὰ πᾶσαν κατεσπαρμένων τὴν οἰκουμένην οὐκέτι, καίτοι μελλόντων τῇ εἰς αὐτὸν διαπρέψαι πίστει, καὶ ὅσον οὐδέπω κληθήσεσθαι πρὸς ἐπίγνωσιν τῆς διὰ Χριστοῦ σωτηρίας, ἀναγκαιότατά φησι λίαν οὐ περὶ μόνων ἔσεσθαι τῶν ἐκ γένους Ἰσραὴλ ἱλασμὸν τὸν Κύριον, ἀλλὰ περὶ ὅλου τοῦ κόσμου, τουτέστι, τῶν ἐκ παντὸς ἔθνους τε καὶ γένους κληθησομένων διὰ τῆς πίστεως εἰς δικαιοσύνην καὶ ἁγιασμόν. ὁ δὲ Κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστὸς ἀποδιελὼν τῶν γνησίων τοὺς μὴ τοιοῦτον ἔχοντας νοῦν, καὶ τῶν ἐξυβρίζειν ταῖς οὕτω σκληραῖς ἀπειθείαις ἑλομένων αὐτὸν, τοὺς ἐπιεικέστερον τῶν θείων αὐτοῦ κατακροωμένους λόγων, ὑποθέντας τε ἤδη τὸν τῆς καρδίας αὐχένα, καὶ μονονουχὶ περιδήσαντας ἑαυτοῖς τῆς ὑπὸ Θεῷ δουλείας τὸν ζυγὸν, περὶ αὐτῶν ἔφη μόνων πρεπωδέστερον ἐρωτᾶν. ὧν γὰρ ὑπάρχει μεσίτης καὶ ἀρχιερεὺς, αὐτοῖς δὴ καὶ μόνοις ᾤετο δεῖν τὰ ἐκ τῆς μεσιτείας προξενεῖν ἀγαθὰ, οὓς καὶ δεδόσθαι μὲν ἑαυτῷ φησιν, εἶναι γεμὴν τοῦ Πατρὸς, οὐχ ἑτέραν ἐχούσης ὁδὸν τῆς πρὸς Θεὸν οἰκειότητος, εἰ μὴ δι' Υἱοῦ. καί σε τοῦτο διδάξει λέγων αὐτός “Οὐδεὶς ἔρχεται ” πρὸς τὸν Πατέρα, εἰ μὴ δι' ἐμοῦ.“ θέα γὰρ ὅπως τῷ ἰδίῳ γεννήματι δοὺς ὁ Πατὴρ τοὺς ἐφ' οἷς ὁ λόγος, ἑαυτῷ κατεκτήσατο: καὶ τοῦτο συνεὶς εὖ μάλα φησὶν ὁ τῶν ἱερῶν γραμμάτων ἐπιστημονικώτατος ” Ὅτι Θεὸς ἦν ἐν Χριστῷ “κόσμον καταλλάσσων ἑαυτῷ.” μεσιτεύοντος γὰρ τοῦ Χριστοῦ, δεχομένου τε τοὺς προσιόντας διὰ τῆς πίστεως καὶ προσάγοντος δι' ἑαυτοῦ τῷ Πατρὶ, κόσμος Θεῷ κατηλλάττετο. διὰ τοῦτο καὶ ὁ προφήτης Ἡσαΐας, εἰρήνην ἡμᾶς ἑλέσθαι τὴν πρὸς Θεὸν ἐν Χριστῷ προεδίδασκε λέγων “Ποιήσωμεν εἰρήνην αὐτῷ, ποιήσωμεν εἰρήνην οἱ ἐρχό” μενοι.“ ἀποστήσαντες γὰρ τῆς ἰδίας ψυχῆς τὰ τῆς εἰς Χριστὸν ἀγάπης ἀλλοτριοῦντα ἡμᾶς, τὸ αἰσχρουργόν φημι δὴ καὶ φιλήδονον εἰς ἁμαρτίαν καὶ τὸ λίαν εὐπετὲς εἰς κοσμικὴν ἡδονὴν, καὶ πρὸς τούτοις ἔτι τὴν ἁπάσης φαυλότητος μητέρα καὶ τροφὸν, ἀλλόκοτον πλάνην, οἰκεῖοί τε καὶ φίλοι γενησόμεθα τοῦ Χριστοῦ, καὶ τὴν πρὸς Θεὸν εἰρήνην συνθήσομεν, αὐτῷ τῷ Πατρὶ δι' Υἱοῦ κολλώμενοι, ἅτε δὴ καὶ λαβόντες ἐν ἑαυτοῖς τὸν ἐξ αὐτοῦ γεννηθέντα Λόγον καὶ ἐν τῷ Πνεύματι κράζοντες ” Ἀββᾶ ὁ “πατήρ.” Οἱ δοθέντες οὖν ἄρα Χριστῷ, γεγόνασι μὲν τοῦ Πατρὸς, πλὴν οὐκ ἔξω διὰ τοῦτο Χριστοῦ. βασιλεύει γὰρ σὺν αὐτῷ καὶ κατάρχει δι' αὐτοῦ τῶν ἰδίων ὁ Θεὸς καὶ Πατήρ. βασιλεία γὰρ ἡ αὐτὴ κράτος τε τὸ κατὰ πάντων ἓν τῆς ἁγίας τε καὶ ὁμοουσίου Τριάδος, καὶ ὅπερ ἂν γένοιτο τοῦ Υἱοῦ, τῇ τοῦ Υἱοῦ καὶ Πατρὸς ὑποκείσεται δόξῃ, καὶ πάλιν, ὅπερ ἂν ὑποπίπτειν λέγεται τῷ Πατρὶ, τούτου δὴ πάντως κατάρξει καὶ ὁ Υἱός. διὰ γάρ τοι τοῦτό φησι Καὶ τὰ ἐμὰ πάντα σά ἐστι καὶ τὰ σὰ ἐμά: ὅπου γὰρ φύσεως ἡ εἰσάπαν ταυτότης διαλάμπει καὶ φαίνεται, ἐκεῖ τῆς ἀξίας ἀπαράλλακτος ἡ δόξα, οὐ μεμερισμένως ἑνί τι τῶν ὄντων ἀνατιθεῖσα τυχὸν καὶ παρωθουμένη τὸν ἕτερον, ἀλλ' ἴσην μίαν τε καὶ τὴν αὐτὴν τὴν εἰς ἅπαν ὁτιοῦν ἐκτείνουσα δόξαν. ὁ γὰρ τῶν τοῦ ἰδίου Πατρὸς θεϊκῶν ἀξιωμάτων οὐσιωδῶς κληρονόμος, ἔχων μὲν αὐτὸς πάντα φανεῖται τὰ τοῦ γεννήτορος, ἔχοντα δὲ δείξει πάντα τὰ αὐτοῦ τὸν γεννήτορα. θάτερος γὰρ ἐν θατέρῳ φυσικῶς διαφαίνεται, καὶ διαλάμπει μὲν ὁ Υἱὸς ἐν Πατρὶ, Πατὴρ δὲ αὖ πάλιν ἐν τῷ Υἱῷ. τοῦτον γὰρ ἡμᾶς τὸν τρόπον αἱ θεόπνευστοι μεμυσταγωγήκασι γραφαί: ὅτε τοίνυν ἕν ἐστι καὶ τῶν ἀξιωμάτων τοῦ Πατρὸς, τὸ τὴν κατὰ πάντων ἔχειν ἀρχὴν, προσέσται τοῦτο καὶ τῷ Υἱῷ: χαρακτὴρ γάρ ἐστι τῆς οὐσίας αὐτοῦ, ἀνομοιότητα καὶ παραλλαγὴν εἰς οὐδέν τι τὸ παράπαν ἔχειν ἀνεχόμενος. δεδοξάσθαι γεμὴν ἐν τοῖς ἅπαξ δοθεῖσι διισχυρίσατο, δικαιοτάτην ὥσπερ ἀντίδοσιν τὸ ὑπὲρ αὐτῶν ἐρωτᾶν ἀποφαίνων. Τίς οὖν ἡ αἴτησις, καὶ διὰ ποίαν αἰτίαν τὴν παρὰ τοῦ Πατρὸς εὐμένειαν τοῖς ἑαυτοῦ γνωρίμοις ὑπάρξαι ζητεῖ; οὐκ εἰμὶ ἐν τῷ κόσμῳ φησὶ, καὶ οὗτοι ἐν τῷ κόσμῳ εἰσὶ, κἀγὼ πρός σε ἔρχομαι. συνδιαιτώμενος γὰρ καὶ συμπαρὼν ἔτι τοῖς ἁγίοις ἀποστόλοις μετὰ σαρκὸς ἐπὶ γῆς, παράκλησις ἦν ἐμφανής τε καὶ ὁρωμένη, καὶ οἱονεὶ συνδιατρίβουσα καὶ παρακειμένη τοῖς κινδυνεύουσιν ἐξ ἑτοίμου λαβεῖν: εὐθαρσέστεροι δὲ κατὰ τοῦτο ὑπῆρχον. φιλεῖ γάρ πως ὁ ἀνθρώπινος νοῦς, οὐ τοῖς ἀφανέσι μᾶλλον, ἀλλὰ τοῖς ἐμφανεστέροις ἐπιθαρσεῖν καὶ ἐφήδεσθαι. καὶ τοῦτό φαμεν, οὐκ ἀσθενῆ λέγοντες τὸν Κύριον εἰς τὸ διασώζειν δύνασθαί τινας, καὶ εἰ μὴ ὁρῷτο παρών: ληροίη γὰρ ἄν τις οὕτω φρονῶν, καὶ λίαν εἰκότως: “Ἰησοῦς γὰρ Χριστὸς ἐχθὲς καὶ ” σήμερον ὁ αὐτὸς, καὶ εἰς τοὺς αἰῶνας:“ ἀλλ' ᾔδει μικροψυχήσοντας οὐ μετρίως τοὺς μαθητὰς, μόνους ὥσπερ ἀπολειφθέντας ἐπὶ τῆς γῆς, κυμάτων δίκην ἀγρίων τοῦ κόσμου περιπαφλάζοντος, καὶ ἀφορήτοις δείμασι καὶ τοῖς εἰς ἄκρον κινδύνοις ἐκπολιορκεῖν εἰωθότος τοὺς τὸν θεῖον τοῖς ἀμυήτοις ἔτι διαπρεσβεύοντας λόγον. Ἐπειδὴ τοίνυν ἐγὼ μὲν ἔρχομαί φησι πρός σε: ἀναβήσομαι γὰρ ὅσον οὐδέπω συγκαθεδούμενός τε καὶ συμβασιλεύων ὡς Θεὸς Θεῷ καὶ Πατρὶ, μενοῦσί τε οὗτοι τέως ἐν κόσμῳ: περὶ αὐτῶν ἐρωτῶ: γεγόνασι γὰρ σοὶ δοθέντες ἐμοὶ, καὶ ὡς σῶν τε ἤδη καὶ ἐμῶν εὐλόγως κήδομαι, καὶ δεδόξασμαι ἐν αὐτοῖς, ὅτι πάντα ἃ δέδωκάς μοι σά ἐστι καὶ τὰ σὰ ἐμά. καὶ ἀληθὴς ὁ λόγος. οὐ γὰρ ἐπείπερ δέδονταί τινες τῶν ἐν κόσμῳ τῷ Χριστῷ, γεγόνασί τε καὶ διὰ τοῦτο τοῦ Πατρὸς, ἀπειρήκασι τὸ δοξολογεῖν τὸν δι' οὗ συνήφθησαν τῷ Θεῷ καὶ Πατρὶ, προσαχθέντες δὲ δι' αὐτοῦ, διαμενοῦσιν οὐδὲν ἧττον ὄντες αὐτοῦ. κοινὰ γὰρ αὐτῷ πάντα πρὸς τὸν Πατέρα, μετὰ τῆς κατὰ φύσιν θεότητός τε καὶ ἐξουσίας. εἷς γὰρ Θεὸς ἐν ἡμῖν, ἐν ἁγίᾳ τε καὶ ὁμοουσίῳ Τριάδι προσκυνούμενος. Θεοῦ δὲ οἱ πάντες ἐσμὲν, τοῦ ἑνὸς καὶ μόνου καὶ ἀληθινοῦ, τῇ ἁγίᾳ καὶ ὁμοουσίᾳ Τριάδι κατὰ τὸν τῆς δουλείας τρόπον ὑπεζευγμένοι.