“ΚΥΡΙΟΣ δώσει ῥῆμα τοῖς εὐαγγελιζομένοις δυνάμει ” πολλῇ,“ καλῶς γε σφόδρα ποιῶν ὁ μελῳδὸς ἀναφθέγγεται: χρῆναι δὲ οἶμαι πρὸς τοῦτο βαδίζειν, οὐ τοὺς

 ΚΕΦΑΛΑΙΑ ΕΝ ΤΩ ΠΡΩΤΩ ΒΙΒΛΙΩ. α. Ὅτι ἀΐδιος καὶ πρὸ τῶν αἰώνων ὁ Μονογενής: προκειμένου ῥητοῦ Ἐν ἀρχῇ ἦν ὁ Λόγος. β. Ὅτι καὶ Θεὸς ὁμοούσιος ὑπάρχων τῷ

 ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΑΛΕΞΑΝΔΡΕΙΑΣ, ΕΞΗΓΗΣΙΣ ΥΠΟΜΝΗΜΑΤΙΚΗ ΕΙΣ ΤΟ ΚΑΤΑ ΙΩΑΝΝΗΝ ΕΥΑΓΓΕΛΙΟΝ. ΛΟΓΟΣ ΠΡΩΤΟΣ. ΑΚΡΙΒΗΣ ὄντως καὶ θ

 ΚΕΦΑΛΗ Α. Ἐν ἀρχῇ ἦν ὁ Λόγος. Ὅτι ἀΐδιος καὶ πρὸ τῶν αἰώνων ὁ Μονογενής. ΤΙ πρὸς τοῦτό φασιν οἱ νέον ἡμῖν καὶ πρόσφατον εἰσφέροντες τὸν Υἱὸν, ἵνα μηδὲ

 ΚΕΦΑΛΗ Β. Ὅτι καὶ Θεὸς καὶ ὁμοούσιος τῷ Πατρὶ ὑπάρχων ὁ Υἱὸς ἐν ἰδίᾳ ἐστὶν ὑποστάσει, ὁμοίως δὲ καὶ ὁ Πατήρ. « Καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεόν. » ἝΩΛΟΝ ἤ

 ΚΕΦΑΛΗ Γ. Ὅτι καὶ Θεὸς κατὰ φύσιν, καὶ κατ' οὐδένα τρόπον ἢ ἐλάττων ἢ ἀνόμοιός ἐστι τοῦ Πατρὸς ὁ Υἱός. « Καὶ Θεὸς ἦν ὁ Λόγος. » ΟΥΚ ἠγνόησεν ὁ πνευματ

 ΚΕΦΑΛΗ Δ. Πρὸς τοὺς τολμῶντας λέγειν, ὅτι ἕτερός ἐστιν ὁ ἐνδιάθετός τε καὶ φυσικὸς ἐν Θεῷ καὶ Πατρὶ Λόγος, καὶ ἕτερος ὁ παρὰ ταῖς θείαις γραφαῖς λεγόμ

 ΚΕΦΑΛΗ Ε. Ὅτι κατὰ φύσιν δημιουργὸς ὁ Υἱὸς μετὰ Πατρὸς, ὡς ἐκ τῆς οὐσίας ὑπάρχων αὐτοῦ, καὶ οὐχ ὥσπερ ὑπουργὸς παραλαμβανόμενος. « Πάντα δι' αὐτοῦ ἐγέ

 ΚΕΦΑΛΗ Ϛ. Ὅτι ζωὴ κατὰ φύσιν ἐστὶν ὁ Υἱὸς, καὶ διὰ τοῦτο οὐ γενητὸς, ἀλλ' ἐκ τῆς οὐσίας τοῦ Θεοῦ καὶ Πατρός. « Ὃ γέγονεν, ἐν αὐτῷ ζωὴ ἦν. » ἜΤΙ τὰς πε

 ΚΕΦΑΛΗ Ζ. Ὅτι φῶς κατὰ φύσιν ἐστὶν ὁ Υἱὸς, καὶ διὰ τοῦτο οὐ γενητὸς, ἀλλ' ἐκ τῆς οὐσίας τοῦ Θεοῦ καὶ Πατρὸς, ὡς φῶς ἀληθινὸν ἐκ φωτὸς ἀληθινοῦ. « Καὶ

 ΚΕΦΑΛΗ Η. Ὅτι μόνος ὁ Υἱὸς τοῦ Θεοῦ φῶς ἐστιν ἀληθινὸν, ἡ δὲ κτίσις οὐκέτι, φωτὸς οὖσα μέτοχος, ὡς γενητή. « Ἦν τὸ φῶς τὸ ἀληθινόν. » ΕΠΕΞΕΡΓΑΖΕΤΑΙ πά

 ΚΕΦΑΛΗ Θ. Ὅτι οὐ προϋπάρχει τοῦ σώματος ἡ τοῦ ἀνθρώπου ψυχὴ, οὐδὲ ἐκ πρεσβυτέρων ἁμαρτημάτων ἡ σωμάτωσις κατά τινας. « Ὃ φωτίζει πάντα ἄνθρωπον ἐρχόμε

 ΚΕΦΑΛΗ Ι. Ὅτι μόνος κατὰ φύσιν Υἱὸς ἐκ Πατρὸς ὁ Μονογενὴς, ὡς ἐξ αὐτοῦ καὶ ἐν αὐτῷ. « Θεὸν οὐδεὶς ἑώρακε πώποτε: ὁ Μονογενὴς Θεὸς ὁ ὢν εἰς τὸν κόλπον

 ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΑΛΕΞΑΝΔΡΕΙΑΣ ΕΙΣ ΤΟ ΚΑΤΑ ΙΩΑΝΝΗΝ ΕΥΑΓΓΕΛΙΟΝ, ΒΙΒΛΙΟΝ Αʹ. ΚΕΦΑΛΑΙΑ ΕΝ ΤΩ ΔΕΥΤΕΡΩ ΒΙΒΛΙΩ. α. Ὅτι οὐ κατὰ μετοχὴν, οὐδὲ ὡς ἐπακτὸν

 ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΑΛΕΞΑΝΔΡΕΙΑΣ ΕΙΣ ΤΟ ΚΑΤΑ ΙΩΑΝΝΗΝ ΕΥΑΓΓΕΛΙΟΝ. ΒΙΒΛΙΟΝ Βʹ. Τῇ ἐπαύριον βλέπει τὸν Ἰησοῦν ἐρχόμενον πρὸς

 ΚΕΦΑΛΗ Α. Ὅτι οὐ κατὰ μετοχὴν οὐδὲ ὡς ἐπακτὸν ἐν τῷ Υἱῷ τὸ Ἅγιον Πνεῦμά ἐστιν, ἀλλ' οὐσιωδῶς καὶ κατὰ φύσιν ἐνυπάρχει αὐτῷ. « Καὶ ἐμαρτύρησεν Ἰωάννης

 ΚΕΦΑΛΗ Β. Ὅτι οὐκ ἐν τοῖς γενητοῖς ἐστιν ὁ Υἱὸς, ἀλλ' ἐπάνω πάντων, ὡς Θεὸς ἐκ Θεοῦ. « Ὁ ἄνωθεν ἐρχόμενος ἐπάνω πάντων ἐστίν. » ΟΥ μέγα, φησὶν, οὐδὲ λ

 ΚΕΦΑΛΗ Γ. Ὅτι Θεὸς καὶ ἐκ Θεοῦ κατὰ φύσιν ὁ Χριστός. « Ὁ λαμβάνων αὐτοῦ τὴν μαρτυρίαν ἐσφράγισεν ὅτι ὁ Θεὸς ἀληθής ἐστιν. » ΟΥΧ ἑτέρως ἦν ἐπιδεῖξαι τὴ

 ΚΕΦΑΛΗ Δ. Ὅτι οὐ μεταληπτῶς ἐν Υἱῷ τὰ τοῦ Θεοῦ καὶ Πατρὸς ἴδια, ἀλλ' οὐσιωδῶς καὶ κατὰ φύσιν. « Ὁ Πατὴρ ἀγαπᾷ τὸν Υἱὸν καὶ πάντα δέδωκεν ἐν τῇ χειρὶ α

 ΚΕΦΑΛΗ Ε. Ὅτι οὐκ ἐν τοῖς προσκυνοῦσίν ἐστιν ὁ Υἱὸς, ᾗ Λόγος ἐστὶ καὶ Θεὸς, προσκυνεῖται δὲ μᾶλλον μετὰ Πατρός. « Ὑμεῖς προσκυνεῖτε ὃ οὐκ οἴδατε: ἡμεῖ

 ΚΕΦΑΛΗ Ϛ. Ὅτι οὐκ ἐλάττων κατὰ δύναμιν ἢ κατ' ἐνέργειαν τὴν ἐπί τισιν ὁ Υἱὸς τοῦ Πατρὸς, ἀλλ' ἰσοσθενής τε καὶ ὁμοούσιος, ὡς ἐξ αὐτοῦ καὶ κατὰ φύσιν.

 ΚΕΦΑΛΗ Ζ. Ὅτι τῶν θεοπρεπῶν ἀξιωμάτων ἤτοι πλεονεκτημάτων οὐδὲν ὡς ἐκ μετοχῆς ἢ ἐπακτὸν ἐν Υἱῷ. « Οὐδὲ γὰρ ὁ Πατὴρ κρίνει οὐδένα, ἀλλὰ τὴν κρίσιν πᾶσα

 ΚΕΦΑΛΗ Η. Ὅτι Θεὸς καὶ ἐκ Θεοῦ κατὰ φύσιν ὑπάρχων ὁ Υἱὸς, καὶ εἰκὼν τοῦ γεννήσαντος ἀκριβὴς, ἴσην ἔχει πρὸς αὐτὸν καὶ τιμὴν καὶ δόξαν. « Ἵνα πάντες τι

 ΚΕΦΑΛΗ Θ. Ὅτι κατ' οὐδὲν ἐλάττων τοῦ Θεοῦ καὶ Πατρὸς ὁ Υἱὸς, ἀλλ' ἰσοσθενὴς κατ' ἐνέργειαν τὴν ἐφ' ἅπασίν ἐστιν ὡς Θεὸς ἐκ Θεοῦ. « Οὐ δύναμαι ἐγὼ ποιε

 ΚΕΦΑΛΑΙΑ ΕΝ ΤΩι ΤΡΙΤΩι ΒΙΒΛΙΩι ΠΛΑΤΥΤΕΡΟΝ ΕΙΡΗΜΕΝΑ. α. Ζήτησις ἀκριβὴς, διατί μὴ μόνον λύχνος, ἀλλὰ καιόμενος καὶ φαίνων ὁ μακάριος βαπτιστὴς εἴρηται

 ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΑΛΕΞΑΝΔΡΕΙΑΣ ΕΙΣ ΤΟ ΚΑΤΑ ΙΩΑΝΝΗΝ ΕΥΑΓΓΕΛΙΟΝ. ΒΙΒΛΙΟΝ Γ. « Ζήτησις ἀκριβὴς διατί μὴ μόνον ὁ λύχνος, ἀλ

 ΚΕΦΑΛΗ Β. Ὅτι εἰκών ἐστι τοῦ Θεοῦ καὶ Πατρὸς ὁ Υἱὸς, ἐν ᾧ καὶ πρὸς Ἰουδαίους ἔλεγχος, ὡς μὴ νοοῦντας τὰ διὰ Μωυσέως αἰνιγματωδῶς μᾶλλον εἰρημένα. « Οὔ

 ΚΕΦΑΛΗ Γ. Ὅτι τοῦ Σωτῆρος τὴν ἄφιξιν ἐσήμαινεν ὁ Μωυσῆς. Ἐκ τοῦ Δευτερονομίου περὶ Χριστοῦ. ” ΠΡΟΦΗΤΗΝ ὑμῖν ἐκ τῶν ἀδελφῶν σου ὡς ἐμὲ ἀνα“στήσει σοι Κ

 ΚΕΦΑΛΗ Δ. Ὅτι πολλάκις αἱ Χριστοῦ μεταβάσεις ἀπὸ τῆς Ἱερουσαλὴμ τὸ μετατεθήσεσθαι τὴν χάριν ἐπὶ τὰ ἔθνη δηλοῦσιν: ἐν ταὐτῷ δὲ καὶ λόγος περὶ τῶν πέντε

 ΚΕΦΑΛΗ Ε. Ὅτι χαρακτὴρ τῆς ὑποστάσεως τοῦ Θεοῦ καὶ Πατρός ἐστιν ὁ Μονογενὴς, καὶ οὐχ ἕτερος παρ' αὐτὸν ἢ ἔστιν ἢ νοεῖται χα ρακτήρ. « Ἣν ὁ υἱὸς τοῦ ἀν

 ΚΕΦΑΛΗ Ϛ. Περὶ τοῦ μάννα, ὅτι τύπος ἦν τῆς Χριστοῦ παρουσίας καὶ τῶν δι' αὐτοῦ χαρισμάτων πνευματικῶν. « Εἶπεν οὖν αὐτοῖς ὁ Ἰησοῦς Ἀμὴν ἀμὴν λέγω ὑμῖν

 ΚΕΦΑΛΑΙΑ ΤΑ ΕΝ ΤΩι ΤΕΤΑΡΤΩι ΒΙΒΛΙΩι α. Ὅτι κατ' οὐδὲν ἐλάττων τοῦ Θεοῦ καὶ Πατρὸς ὁ Υἱὸς, διὰ τὸ ἐξ αὐτοῦ κατὰ φύσιν ὑπάρχειν, κἂν ὑποτάττεσθαι λέγητα

 ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΑΛΕΞΑΝΔΡΕΙΑΣ ΕΙΣ ΤΟ ΚΑΤΑ ΙΩΑΝΝΗΝ ΕΥΑΓΓΕΛΙΟΝ. ΒΙΒΛΙΟΝ ΤΕΤΑΡΤΟΝ. ΚΕΦΑΛΗ Α. Ὅτι κατ' οὐδὲν ἐλάττων τοῦ Θ

 ΚΕΦΑΛΗ Β. Ὅτι ζωοποιὸν τὸ ἅγιον σῶμα Χριστοῦ, ἐν οἷς ὡς περὶ ἄρτου φησὶ τοῦ ἰδίου σώματος. « Ἐγώ εἰμι ὁ ἄρτος τῆς ζωῆς. οἱ πατέρες ὑμῶν ἔφαγον τὸ μάνν

 ΚΕΦΑΛΗ Γ. Ὅτι οὐ ζωῆς τῆς παρ' ἑτέρου μέτοχός ἐστιν ὁ Υἱὸς, μᾶλλον δὲ κατὰ φύσιν ζωὴ ὡς ἐκ ζωῆς τῆς κατὰ φύσιν γεγεννημένος τοῦ Θεοῦ καὶ Πατρός. « Καθ

 ΚΕΦΑΛΗ Δ. Ὅτι τύπος ἦν τοῦ Χριστοῦ προηγουμένη τοῦ λαοῦ κατὰ τὴν ἔρημον ἡ ἁγία σκηνὴ, καὶ ἡ κιβωτὸς δὲ ἡ ἐν αὐτῇ καὶ ἡ λυχνία καὶ τὰ θυσιαστήρια δὲ, τ

 ΚΕΦΑΛΗ Ε. Περὶ τῆς ἑορτῆς τῆς σκηνοπηγίας, ὅτι τῆς ὀφειλομένης τοῖς ἁγίοις ἐλπίδος τὴν ἀποκατάστασιν δηλοῖ, καὶ τὴν ἐκ νεκρῶν ἀναβίωσιν: προκειμένου ῥ

 ΚΕΦΑΛΗ Ϛ. Λόγος περὶ τῆς ἀργίας τῆς κατὰ τὸ σάββατον, τίνος ἐστὶ σημαντικὴ πολυτρόπως ἐπιδεικνύς. « Εἰ περιτομὴν λαμβάνει ἄνθρωπος ἐν σαββάτῳ ἵνα μὴ λ

 ΚΕΦΑΛΗ Ζ. Λόγος περὶ τῆς ἐν ὀγδόῃ περιτομῆς, τίνος ἐστὶ σημαντικὴ πολυτρόπως ἐπιδεικνύς. ἈΡΚΟΥΝΤΩΣ ἤδη, καθάπερ ὑπολαμβάνω, καὶ κατὰ δύναμιν τῆς ἐνούσ

 ΚΕΦΑΛΑΙΑ ΤΑ ΕΝ ΤΩι ΠΕΜΠΤΩι ΒΙΒΛΙΩι. α. Ὅτι κατὰ Ἑλλήνων ἀμαθεῖς ὑπονοίας, οὐ ταῖς ὥραις ὡς ἐξ ἀνάγκης ὑπόκειται τὰ καθ' ἡμᾶς, ἀλλ' ἐκ προαιρέσεως ἰδία

 ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΑΛΕΞΑΝΔΡΕΙΑΣ ΕΙΣ ΤΟ ΚΑΤΑ ΙΩΑΝΝΗΝ ΕΥΑΓΓΕΛΙΟΝ. ΒΙΒΛΙΟΝ ΠΕΜΠΤΟΝ. « Ἔλεγον οὖν τινες ἐκ τῶν Ἱεροσολυμιτῶν

 ΚΕΦΑΛΗ Α. Ὅτι κατὰ τὰς Ἑλλήνων ἀμαθεῖς ὑπονοίας, οὐ ταῖς ὥραις ὡς ἐξ ἀνάγκης ὑπόκειται τὰ καθ' ἡμᾶς, ἀλλ' ἐκ προαιρέσεως ἰδίας ἐπί τε τὸ ἀγαθὸν καὶ τὸ

 ΚΕΦΑΛΗ Β. Ὅτι μετὰ τὸν τοῦ Σωτῆρος σταυρὸν κατὰ τὴν ἐκ νεκρῶν ἀναβίωσιν ἐνῳκίσθη παγίως ἡμῖν τὸ Ἅγιον Πνεῦμα. « Τοῦτο δὲ ἔλεγε περὶ τοῦ Πνεύματος οὗ ἔ

 ΚΕΦΑΛΗ Γ. Ὅτι οὐ τῆς Ἰουδαίων ἰσχύος ἔργον ἦν τὸ ἐπὶ σταυρῷ πάθος, οὐδὲ ἐκ τῆς τινων πλεονεξίας ἀπέθανεν ὁ Χριστὸς, ἀλλ' αὐτὸς ἑκὼν ὑπὲρ ἡμῶν τοῦτο πέ

 ΚΕΦΑΛΗ Δ. Ὅτι Θεὸς κατὰ φύσιν ἐστὶν ὁ Υἱὸς τῆς πρὸς τὴν κτίσιν ὁμοιότητος ἀνῳκισμένος παντελῶς, ὅσον εἰς οὐσίας λόγον. « Ὑμεῖς ἐκ τούτου τοῦ κόσμου ἐσ

 ΚΕΦΑΛΗ Ε. Ὅτι οὐκ ἐλάττων ἐν δυνάμει καὶ σοφίᾳ τοῦ Θεοῦ καὶ Πατρὸς ὁ Υἱὸς, μᾶλλον δὲ αὐτὸς σοφία καὶ δύναμις αὐτοῦ. « Καὶ ἀπ' ἐμαυτοῦ ποιῶ οὐδὲν, ἀλλὰ

 ΚΕΦΑΛΑΙΑ ΤΑ ΕΝ ΤΩι ΕΚΤΩι ΒΙΒΛΙΩι. Ὅτι οὐκ ἐκ προγενεστέρων τῆς ψυχῆς ἁμαρτημάτων τὰ σωματικά τισιν ἐπισυμβαίνει πάθη, ἀλλ' οὐδὲ ἁμαρτίας πατέρων ἐπὶ τ

 ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΑΛΕΞΑΝΔΡΕΙΑΣ ΕΙΣ ΤΟ ΚΑΤΑ ΙΩΑΝΝΗΝ ΕΥΑΓΓΕΛΙΟΝ. ΒΙΒΛΙΟΝ ΕΚΤΟΝ. « Ὑμεῖς ἐκ τοῦ πατρὸς τοῦ διαβόλου ἐστὲ,

 ΚΕΦΑΛΗ Α. Ὅτι οὐκ ἐκ προγενεστέρων τῆς ψυχῆς ἁμαρτημάτων τὰ σωματικά τισιν ἐπισυμβαίνει πάθη, ἀλλ' οὐδὲ ἁμαρτίας πατέρων ἐπάγει τισὶν ὁ Θεὸς, τοὺς οὐδ

 LIBRI VII FRAGMENTA QUAE REPERIRI POTUERUNT. « Οὐδεὶς αἴρει αὐτὴν ἀπ' ἐμοῦ, ἀλλ' ἐγὼ τίθημι αὐτὴν ἀπ' ἐμαυτοῦ. ἐξουσίαν ἔχω θεῖναι αὐτὴν, καὶ ἐξουσίαν

 LIBRI VIII FRAGMENTA QUAE REPERIRI POTUERUNT. « Ἡ οὖν Μαρία λαβοῦσα λίτραν μύρου νάρδου πιστικῆς πολυτίμου, ἤλειψε τοὺς πόδας τοῦ Ἰησοῦ καὶ ἐξέμαξε τα

 ΚΕΦΑΛΑΙΟΝ ΤΟ ΕΝ ΤΩι ΕΝΝΑΤΩι ΒΙΒΛΙΩι. α. Ὅτι διὰ τὴν ταυτότητα τῆς φύσεως ὁ Υἱὸς μὲν ἐν τῷ Πατρί ἐστιν: ὁ Πατὴρ δ' αὖ πάλιν ἐν τῷ Υἱῷ ἐστιν.

 ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΑΛΕΞΑΝΔΡΕΙΑΣ ΥΠΟΜΝΗΜΑ ΕΙΣ ΤΟ ΚΑΤΑ ΙΩΑΝΝΗΝ ΕΥΑΓΓΕΛΙΟΝ. ΒΙΒΛΙΟΝ ΕΝΝΑΤΟΝ. « Ὅτι ἐγὼ ἐξ ἐμαυτοῦ οὐκ ἐλάλησα, ἀλλ' ὁ πέμψας με Πατὴρ

 ΚΕΦΑΛΗ Α. Ὅτι διὰ τὴν ταυτότητα τῆς φύσεως, ὁ Υἱὸς μὲν ἐν τῷ Πατρί ἐστιν, ὁ Πατὴρ δ' αὖ πάλιν ἐν τῷ Υἱῷ ἐστιν. « Πιστεύετε ὅτι ἐγὼ ἐν τῷ Πατρὶ καὶ ὁ Π

 ΚΕΦΑΛΑΙΑ ΤΑ ΕΝ ΤΩι ΔΕΚΑΤΩι ΒΙΒΛΙΩι. α. Ὅτι κατ' οὐδὲν ἐλάττων ἐστὶν ὁ Υἱὸς τοῦ Θεοῦ καὶ Πατρὸς, ἴσος δὲ μᾶλλον καὶ ὅμοιος κατὰ φύσιν αὐτῷ, προκειμένου

 ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΑΛΕΞΑΝΔΡΕΙΑΣ ΕΙΣ ΤΟ ΚΑΤΑ ΙΩΑΝΝΗΝ ΕΥΑΓΓΕΛΙΟΝ. ΒΙΒΛΙΟΝ ΔΕΚΑΤΟΝ. « Ὁ ἔχων τὰς ἐντολάς μου καὶ τηρῶν αὐτὰ

 ΚΕΦΑΛΗ Α. Ὅτι κατ' οὐδὲν ἐλάττων ἐστὶν ὁ Υἱὸς τοῦ Θεοῦ καὶ Πατρὸς, ἴσος δὲ μᾶλλον καὶ ὅμοιος κατὰ φύσιν αὐτῷ. « Εἰ ἠγαπᾶτέ με, ἐχάρητε ἂν ὅτι πορεύομα

 ΚΕΦΑΛΗ Β. Ὅτι τῷ Θεῷ καὶ Πατρὶ ὁμοούσιός ἐστιν ὁ Υἱὸς, καὶ οὐχ ἑτεροφυὴς, οὐδὲ ἔκφυλος, κατά τινας τῶν διεστραμμένων. « Ἐγώ εἰμι ἡ ἄμπελος ἡ ἀληθινὴ,

 ΚΕΦΑΛΑΙΑ ΤΑ ΕΝ ΤΩι ΕΝΔΕΚΑΤΩι ΒΙΒΛΙΩι. α. Ὅτι φυσικῶς ἐκ Θεοῦ τε καὶ ἐν τῷ Υἱῷ τὸ Πνεῦμα τὸ Ἅγιον καὶ δι' αὐτοῦ καὶ ἐν τῇ οὐσίᾳ αὐτοῦ. β. Ὅτι φυσικῶς ἐ

 ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΑΛΕΞΑΝΔΡΕΙΑΣ ΕΙΣ ΤΟ ΚΑΤΑ ΙΩΑΝΝΗΝ ΕΥΑΓΓΕΛΙΟΝ. ΒΙΒΛΙΟΝ ΕΝΔΕΚΑΤΟΝ. ΚΕΦΑΛΗ Α. Ὅτι φυσικῶς ἐκ Θεοῦ τε καὶ

 ΚΕΦΑΛΗ Β. Ὅτι φυσικῶς ἐν τῷ Υἱῷ καὶ ἐν τῇ οὐσίᾳ αὐτοῦ τὸ Πνεῦμα αὐτοῦ, τουτέστι τὸ Ἅγιον, καθὰ καὶ ἐν τῇ οὐσίᾳ τοῦ Πατρός. « Πάντα ὅσα ἔχει ὁ Πατὴρ ἐμ

 ΚΕΦΑΛΗ Γ. Ὅτι τῆς θεοπρεποῦς δόξης οὐκ ἐπιδεᾶ θεωρήσαι τις ἂν τὸν Υἱὸν, κἂν εὑρίσκηται λέγειν Πάτερ δόξασον τὸν Υἱόν σου. « Ταῦτα ἐλάλησεν ὁ Ἰησοῦς, κ

 ΚΕΦΑΛΗ Δ. Ὅτι κατ' οὐδένα τρόπον ἀδικήσει τοῦ Υἱοῦ τὴν δόξαν τὸ εἰληφέναι τι λέγεσθαι παρὰ τοῦ Θεοῦ καὶ Πατρὸς, ἔχοντος εὐσεβῆ τοῦ πράγματος λόγον. «

 ΚΕΦΑΛΗ Ε. Ὅτι τοῦ εἶναι Θεὸς ἀληθινὸς ὁ Υἱὸς οὐκ ἔξω κείσεται, κἂν μόνον καὶ ἀληθινὸν ὀνομάζῃ Θεὸν τὸν Πατέρα. « Αὕτη δέ ἐστιν ἡ αἰώνιος ζωὴ, ἵνα γινώ

 ΚΕΦΑΛΗ Ϛ. Ὅτι δόξης τῆς θεοπρεποῦς οὐ γυμνὸς ἦν ὁ Υἱὸς κἂν εὑρίσκηται λέγων πρὸς τὸν Πατέρα Καὶ νῦν δόξασόν με τῇ δόξῃ ᾗ εἶχον, καὶ τὰ ἑξῆς. « Ἐγώ σε

 ΚΕΦΑΛΗ Ζ. Ὅτι τὸ λέγεσθαί τι δεδόσθαι τῷ Υἱῷ παρὰ τοῦ Πατρὸς, οὐκ ἐξοικιεῖ τῆς θεοπρεποῦς ἀξίας αὐτὸν, ἀλλ' ὢν ὁμοούσιός τε καὶ ἐξ αὐτοῦ διαφαίνεται κ

 ΚΕΦΑΛΗ Η. Ὅτι οὐκ ἔξω κείσεται τῆς Χριστοῦ βασιλείας, κἂν εἴ τι λέγοιτο τοῦ Πατρός: ἅμα γὰρ αὐτῶν ἡ κατὰ πάντων ἀρχή. « Ἐγὼ περὶ αὐτῶν ἐρωτῶ: οὐ περὶ

 ΚΕΦΑΛΗ Θ. Ὅτι φυσικὸν ἐν τῷ Υἱῷ τὸ τῆς θεότητος ἀξίωμα, κἂν εἰληφέναι λέγηται τοῦτο παρὰ Πατρὸς διὰ τὸ ἀνθρώπινον καὶ τὸ τῆς ταπεινώσεως σχῆμα. « Πάτε

 ΚΕΦΑΛΗ Ι. Ὅτι οὐκ ἐκ μετοχῆς τῆς πρὸς ἕτερον ἅγιός ἐστιν ὁ Χριστὸς οὐδὲ ξένος τῆς οὐσίας αὐτοῦ ὁ διὰ Πνεύματος ἁγιασμός. « Καθὼς ἐμὲ ἀπέστειλας εἰς τὸ

 ΚΕΦΑΛΗ ΙΑ. Ὅτι φυσικῶς ὁ Υἱὸς ἕν ἐστι πρὸς τὸν ἑαυτοῦ Πατέρα Θεὸν, καὶ αὐτὸς μὲν ἐν Πατρὶ, ὁ Πατὴρ δὲ ἐν αὐτῷ, κατά γε τὸν οὐσιώδη τῆς ἑνότητος σύνδεσ

 ΚΕΦΑΛΗ ΙΒ. « Ὅτι κατὰ φύσιν ἕν ἐστιν ὁ Υἱὸς πρὸς τὸν ἑαυτοῦ Πατέρα Θεὸν, κἂν ὡς ἐν χάριτος μέρει δέξασθαι λέγῃ τὸ ἓν εἶναι πρὸς τὸν Πατέρα. »

 ΚΕΦΑΛΑΙΟΝ « ΤΟ ΕΝ ΤΩι ΔΩΔΕΚΑΤΩι ΒΙΒΛΙΩι. » α. Ὅτι Θεὸς κατὰ φύσιν ἐστὶν ὁ Υἱὸς, κἂν εὑρίσκηται δι' ἡμᾶς Θεὸν ἑαυτοῦ τὸν Πατέρα καλῶν, προκειμένου ῥητο

 ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΑΛΕΞΑΝΔΡΕΙΑΣ ΕΙΣ ΤΟ ΚΑΤΑ ΙΩΑΝΝΗΝ ΕΥΑΓΓΕΛΙΟΝ ΒΙΒΛΙΟΝ ΔΩΔΕΚΑΤΟΝ

 ΚΕΦΑΛΗ Α. « Ὅτι κατὰ φύσιν Θεός ἐστιν ὁ Υἱὸς, κἂν εὑρίσκηται δι' ἡμᾶς Θεὸν ἑαυτοῦ τὸν Πατέρα καλῶν. »

Chapter Iii. That no work of Jewish might was the Suffering on the Cross, nor did Christ die from the tyranny of any, but Himself of His own will suffered this for us that He might save all.

20 These words spake He in the Treasury as He taught in the Temple, and no man laid hands on Him, because His hour had not yet come.

The most wise Evangelist profitably makes plea in behalf of the saving Passion and shews that the Death on the Cross was not of human necessity, nor did Jesus suffer death against His will from the tyranny of another, but rather did offer Himself for us a spotless Sacrifice to God the Father by reason of His inherent love for us. For since He must needs suffer (since thus would the imported corruption and sin and death be overturned), He hath given Himself a Ransom for the life of all. What then will be found in the words before us making for the saving Passion, and what of profit the aim of the thoughts therein is replete with, do thou again hear. For Christ (he says) was speaking these words not outside of Jerusalem, nor in any city of those round about, nor yet in a more insignificant town or village of Judaea, for He was standing by the very treasury, i. e., in the midst of the very courts in the Temple itself was He making His Discourse on these matters. But the Pharisees, albeit deeply cut to the heart and grieved exceedingly at what was said by Him, laid not hands upon Him, when it was in their power most easily to do this; for He was, as I said, within the meshes. What then was it that persuaded to be quiet even against their will, those who are raging like fierce beasts? what was it that checked their anger? how was the bloodthirsty heart of the Pharisees charmed? Not yet, he says, had His hour come, that is, not yet was the time of His Death at hand, by no other hand marked out for the Saviour Christ, nor yet cast upon Him by fate (as the lying fables of the Greeks say) or by the hour (after their babbling speech), but rather marked out by Him according to the good pleasure of God the Father. For being God by Nature and Very and unknowing to miss of what was fit, full well did He know how long time it was right to live in Flesh with those on the earth, and when again to depart to heaven, having destroyed death by the death of His own Flesh. For that not by the tyranny of any, was death brought upon Him That is by Nature Life, is I suppose clear to all who are wise: for how should the bonds of death prevail over the Life by Nature? and the Lord Himself somewhere testifieth saying, No man taketh My life from Me, I lay it down of Myself: I have power to lay it down, and again I have power to take it. For if the time in which He must surely suffer death, were laid down as of necessity by some other, how should we find it in His own power to lay down that Life? for it would have been taken even against His will, if His Passion were not in His own power. But if He lays it down of Himself, we shall see the Passion to be not in the Power of any other but in His own Will. For then did He permit to Jewish folly to go through to its own end, when He saw that the fit time for His Death had now come.

Let not then the haughty Pharisee brag of his own daring deeds, nor puffed up with exceeding ill-counsel say, If Christ were by Nature God, how came He not to be without my meshes? how escaped He not my hands? for he will hear in reply from those who love Him, Not thy meshes, O sir, prevailed, for it were nought hard for God supreme over all to crush thy snare, and pass forth of the net of thy impiety: but the Suffering was the salvation of the world, the Passion the undoing of death, the Mighty Cross the overthrow of sin and corruption. This He knowing as God, submitted Himself to thy unholy daring. For what, tell me, was the hindrance to thy enfolding Him then especially when thou wert gnashing thy teeth at Him, as He was teaching by the very treasury? and if it was the work of thy might to overcome Christ, why didst thou not make Him a prisoner then? But thou stoodst in anger unmitigated to bloodshed all revealed, yet doing nought of the things thou wouldest. For not yet did He will to suffer, Who was persuaded by thy mad folly, as by bits which may not be snapped. These things may one with reason opposing to the vain talk of the Jews, shame them even against their will, into not bragging of what they least ought. And one may well admire the holy Evangelist reasonably shewing, and clearly saying that the Saviour was teaching these things in the temple by the Treasury and no man laid hands on Him: for he was witnessing so to speak to Christ's own words, which He said to the Jews when they were at hand to take Him, As against' a robber are ye come out with swords and staves for to take Me? daily did I sit teaching in the temple and ye laid no hold on Me. And one would not (I suppose) say, if one thought rationally, that He was blaming the Jews, that they had not brought on His Passion untimely, nor yet that letting slip the right time, they were advancing too slowly to shed blood: but rather He is convicting them, as unwisely supposing that they should have prevailed even against His will, and could have seized by force Him who may not suffer except He will. For I was sitting teaching in the temple and ye laid no hold on Me, for then I willed it not, nor would ye now avail to do this, except I willingly subjected Myself to your hands. Hence one may on all sides see, that no work was it of Jewish might to put our Lord to death; but to their unholy daring may one attribute the attempt, to our Saviour Christ the will to suffer for all, that He might free all and, having bought them with His own Blood, present them to God the Father. For God, as Paul saith, was in Christ, reconciling the world unto Himself, and in all forgiveness restoring that which had fallen away from friendship with Him, unto what it was in the beginning.

21 He said therefore unto them again, I go My way, and ye shall seek Me and shall die in your sins.

That we must needs take hold of the present time for whatever one may receive profit from to oneself, does Christ herein well declare unto us. For to be too late in what is good and to take after-counsel for what is profitable, clearly brings no gain but ministers wailing befitting the neglect. Our Lord therefore being good and gracious, as it is written, both bears with those who dishonour Him and aids those who insult Him and is found as God superior to all the littleness of man. Yet does He for their good threaten to depart from them, and says plainly I go My way, that He may implant in them a more resolved mind, and that they considering that they ought not to leave their Redeemer when present frustrate of His work, He may whet them to pass on to the faith and may make them now at length more ready unto obedience. And having cried out, I go My way, and threatened departure from the whole nation, He subjoined economically the damage therefrom ensuing unto them. For (He says) Ye shall die in your sins; and we shall see the nature of the thing bringing in the truth of what is said. For they who did not at all receive Him Who came to us from Heaven that He might justify all through faith, how shall they not beyond all contradiction die in their sins, and not receiving Him Who can cleanse them, how will they not have lasting defilement from their impiety? For to die unredeemed, yet laden with the weight of sin, to whom is it any doubt where this will conduct the soul of man? For deep Hades will, I deem, receive such an one, and he will continue in great darkness, yea he will inhabit fire and flames, with reason numbered among those of whom it has been said by Prophet's voice, Their worm shall not die neither shall their fire be quenched, and they shall be for a sight to all flesh. Whereof that they may escape the trial, Christ kept manifoldly calling them to a speedy turning away from their wonted unbelief, saying not only that He should leave them and go away, but also of necessity putting before them how great misfortune they will thence undergo. For ye shall die (He says) in your sins. But since He put in between, And ye shall seek Me, and hitherto we do not find the Jews seeking Him, we shall reasonably go to some other meaning: for He must needs be True. For even though they now in the body and yet in full enjoyment of the pleasures of the flesh, for their exceeding senselessness seek not their Redeemer, yet when they wretched fall into hell and have their abode in the place of punishments, when they are in the ill itself, then, then will they seek even against their will. For there (He says) is weeping and gnashing of teeth, each (it is likely) of those there wailing his carelessness in what was good, and well-nigh saying what is in the Book of Proverbs, I have not obeyed the voice of him that instructed me and taught me. Therefore as Paul saith, Let us therefore fear lest, a promise being left us of entering into His Rest, any of you should seem to come short of it. For we must run, that we may obtain, and not by our disbelief insult Him Who draws us out of bitter bondage, but submit ourselves and with upturned hands lay hold on the grace.

and whither I go, Ye cannot come.

Not only does He say that they shall die in their sins, but declares clearly that, ascending not to the mansions above, they will remain outside of the good things of the kingdom: for they who received not Him Who came from above, how could they also follow Him ascending up? Double therefore is the punishment to them who believe not, and not in any single thing their loss. For just as they who have fallen into bodily loss of health must needs suffer and endure the trials of the suffering and besides be deprived of the pleasures of health; so and not otherwise do they who have departed into Hades, and there undergo punishment proportionate to the sins, both endure the state of punishment and lose the enjoyment of the hope of the saints. Most excellently then does our Lord Jesus Christ say not only that they shall die in their sins, but also that they shall not mount up to the mansions above: for binding them as by a twofold cord, does He haste to draw them away from their inherent ill-counsel. From all sides saving that which was lost and binding up the broken and raising up that which was broken down (for these are the ways of a Good Shepherd and One Who readily gives His Life for the salvation of the sheep) does He tell His own disciples, I will go and prepare a place for you, and will come again and receive you with Myself, shewing that the very heaven will be accessible to the saints and teaching that the mansions above have been prepared for them that love Him, but to those who have chosen to disbelieve Him, rightly and needs does He say, Whither I go Ye cannot come. For who at all will follow the All-holy Christ, if he love not the cleansing that is through faith? or how shall he that is yet defiled and that has not cleared off the filth from his passions be with our Lord Who loves us? What communion hath light with darkness, as Paul saith? For I deem that they ought to be holy who would say to the All-Pure God, My soul cleaveth after Thee.

I think that this meaning has now too not amiss been put on the words before us, but if one must go about and view it differently, and say yet something else besides, we will not shrink from doing this too. Whither I go, Ye cannot come. Being Very God, I am absent from no one, I fill all things, and being with all, I dwell specially in Heaven, gladly having abode with holy spirits. But since I am the human-loving Framer of all things, I deemed intolerable the loss of My creation, I beheld man going away to utter destruction, I viewed him falling from sin unto death, I must needs reach forth an helping Hand to him as he lay, I must needs in every way aid him overcome and falling. How then was it meet to save that which was lost? it needed that the Physician should be with those in peril, it needed that Life should be there present with the dying, it needed that Light should have its abode with those in darkness. But it were not possible that ye being men by nature should take wing to Heaven and have your abode with the Saviour. Therefore have I Myself come to you, I heard the Saints oftentimes crying aloud, Bow Thy Heavens o Lord and come down; I bowed the Heavens therefore and have come down; for in no other way could ye look to come hither. Yet do I endure to remain with you, do ye more resolutely lay hold of life, purify yourselves through faith while He is with you Who knows to, and can, compassionate with authority. For I shall go, yea shall return again whither Ye cannot come; even though ye should seek the Giver of salvation by an untimely after-counsel, ye shall not find Him: what follows ye may see. For ye shall surely die in your sins, and weighed down by your own transgressions, shall go mourning to the prison-house of death, there to pay the penalty of your lengthened unbelief. The Saviour then being good and exceeding loving to man, compels the Jews by fears of future punishment even against their will to be saved.

23 And He said unto them, Ye are from beneath, I am from above.

Some one haply of those who have a more studious mind and are wont to approve the more subtle of the Divine Thoughts, will enquire what it was that induced our Lord Jesus Christ, Who but now addressed the Jews and said, I go My way, and ye shall seek Me, to add as something necessary, Ye are from beneath, I am from above. For these words seem somehow not to harmonise altogether with those above, but they are replete with a hidden economy. For since He is God, having no need as the Divine Evangelist John himself somewhere says, that any one should testify of man, for He knew what was in man, for He penetrateth even to the dividing asunder of soul and spirit and of the joints and marrow and is a discerner of the thoughts and conceptions of the heart: He is not ignorant of the unlearned fantasies of the Jews, who, since a gross and feeble mind was their inmate, when they heard from the Saviour's Lips, I go My way, foolishly thought either that leaving Judaea He would flee somewhere or that He is saying somewhat of this kind, While I live and survive believe, lest death should befall me. For, I go My way, taken in its common meaning signifies this too. And it is no wonder if the Jews have fallen into such uncounsel as even to imagine something of this kind as to Christ. For they knew not that He is God by Nature, but looking only to this body which is of the earth, they imagined that He was a man as one of us. Therefore does the Saviour blaming them say, Ye judge after the flesh. Removing them therefore from so puerile and grovelling a notion, He again teaches them that not of any one subject to birth and decay are they reasoning such things, but of Him Who is in truth begotten from above and from God the Father. Not to Me therefore (He says) will belong death and flight, for I am from above, i. e., God from God (for God is above all) but you will this rather befit. For from, beneath are ye, that is of nature subject to death and falling under decay and dread. Of Me therefore (He says) do ye letting go your own weakness imagine nought of this sort, for not of equal honour with the Lord is the bond, with Him Who is from above and begotten of God the Father that which is from beneath and of the earth.

But that from above signifies the Eternal Generation of the Son from God the Father, wise reasoning will persuade us to hold. For from above understood of place signifies the being from Heaven, but nought would be in the Son special above the creature that is below and subject to God, if He come only from Heaven, since the more part of the angels too sent forth to minister walk below, ordering some of the affairs on the earth, descending from above and from Heaven. And the Saviour is a witness to us saying, Verily verily I say unto you, ye shall see heaven open and the angels of God ascending and descending upon the Son of Man. Since then angels too descend from above, from heaven, why vainly does Christ boast as of something great and surpassing the whole creation, in having come I mean from above? But one may without the smallest toil and trouble see Who is by Nature the Only-Begotten, what the angels that are from Him. Needs therefore does from above signify to us not this From Heaven which is common [to Him and the Angels] but that the Son beamed forth from the Nature Which is most exalted and above all things. Therefore doth from above in regard to the Only-Begotten Alone, signify the being from God and nought else. For while all things are said to be and to exist from God, the Son has this special above all, viz., to be of the Very Essence of the Father by Generation and not as creatures by creation.  

ΚΕΦΑΛΗ Γ. Ὅτι οὐ τῆς Ἰουδαίων ἰσχύος ἔργον ἦν τὸ ἐπὶ σταυρῷ πάθος, οὐδὲ ἐκ τῆς τινων πλεονεξίας ἀπέθανεν ὁ Χριστὸς, ἀλλ' αὐτὸς ἑκὼν ὑπὲρ ἡμῶν τοῦτο πέπονθεν, ἵνα πάντας διασώσῃ.
« Ταῦτα τὰ ῥήματα ἐλάλησεν ἐν τῷ γαζοφυλακίῳ διδάσκων ἐν τῷ ἱερῷ, καὶ οὐδεὶς ἐπίασεν αὐτὸν, ὅτι οὔπω ἐληλύθει ἡ ὥρα αὐτοῦ. » ἈΠΟΛΟΓΕΙΤΑΙ χρησίμως ὑπὲρ τοῦ σωτηρίου πάθους ὁ σοφώτατος Εὐαγγελιστὴς, καὶ τὸν ἐπὶ τῷ σταυρῷ γεγονότα θάνατον οὐκ ἐξ ἀνθρωπίνης ἀνάγκης, ἤγουν ἐξ ἑτέρας πλεονεξίας ἀβουλήτως ἐπιδεικνύει τὸν θάνατον τὸν Ἰησοῦν παθόντα, ἑαυτὸν δὲ μᾶλλον ὑπὲρ ἡμῶν καθάπερ ἄμωμον θῦμα τῷ Θεῷ καὶ Πατρὶ διὰ τὴν ἐνοῦσαν αὐτῷ περὶ ἡμᾶς ἀγάπην ἱερουργήσαντα. ἐπειδὴ γὰρ ἔδει παθεῖν, οὕτω μελλούσης ἀνατρέπεσθαι τῆς ἐπεισάκτου φθορᾶς καὶ τῆς ἁμαρτίας καὶ τοῦ θανάτου, δέδωκεν ἀντίλυτρον ἑαυτὸν ὑπὲρ τῆς ἁπάντων ζωῆς. ποῖος οὖν ἄρα λόγος ἐν τοῖς προκειμένοις εὑρεθήσεται τῷ σωτηρίῳ συναγορεύων πάθει, τί δὲ ὁ σκοπὸς τῶν ἐν τούτῳ θεωρημάτων ὠδίνει τὸ χρήσιμον, ἄκουε πάλιν. ταῦτα γάρ φησιν ἐλάλει τὰ ῥήματα Χριστὸς οὐκ ἔξω τῆς Ἱερουσαλὴμ, οὐδὲ εἰς πόλιν τινὰ τῶν περιοικίδων, ἀλλ' οὐδὲ εἰς πόλιν ἢ εἰς κώμην τῆς Ἰουδαίας ἀσημοτέραν, παρ' αὐτὸ γὰρ εἱστήκει τὸ γαζοφυλάκιον, τουτέστιν, εἰς αὐτοῦ τοῦ ναοῦ τὸ μεσαίτατον ἐν αὐτῷ τῷ ἱερῷ τοὺς περὶ τῶν τοιούτων ἐποιεῖτο λόγους. ἀλλὰ καίτοι σφόδρα διαπριόμενοι καὶ λελυπηκότες ἐκτόπως ἐπὶ τοῖς παρ' αὐτοῦ λεγομένοις οἱ Φαρισαῖοι, οὐκ ἐπίασαν αὐτὸν, ἐξὸν εὐκόλως τότε δὴ τοῦτο μάλιστα δρᾶν αὐτοῖς: ἦν γὰρ, ὡς ἔφην, ἀρκύων ἐντός. τί οὖν ἄρα τὸ πεπεικὸς καὶ οὐχ ἑκόντας ἠρεμεῖν, τοὺς θηρίων ἀτιθάσων ἀγριαίνοντας δίκην; τί τὸ ἀνακόψαν τὴν ἐκείνων ὀργήν; κατεγοητεύθη δὲ ὅπως ἡ μιαιφόνος τῶν Φαρισαίων καρδία; οὔπω φησὶν ἐληλύθει ἡ ὥρα αὐτοῦ, τουτέστιν, οὔπω παρῆν ὁ τοῦ θανάτου καιρὸς, οὐ παρ' ἑτέρου τινὸς ὁ ὡρισμένος ἐπὶ τῷ Σωτῆρι Χριστῷ, ἀλλ' οὐδὲ κατὰ τὰς Ἑλλήνων ψευδομυθίας ἐξ εἱμαρμένης ἐπιῤῥιπτούμενος, ἤγουν ἀπὸ τῆς ὥρας κατὰ τὸν παρ' ἐκείνοις ληροῦντα λόγον, ὡρισμένος δὲ μᾶλλον παρ' αὐτοῦ κατὰ συναίνεσιν τοῦ Θεοῦ καὶ Πατρός. Θεὸς γὰρ ὑπάρχων τῇ φύσει καὶ ἀληθινὸς καὶ τοῦ πρέποντος διαμαρτεῖν οὐκ εἰδὼς, εὖ δὴ καὶ λίαν ἐξηπίστατο πόσον μὲν ἔδει τοῖς ἐπὶ τῆς γῆς συνδιαιτᾶσθαι χρόνον μετὰ σαρκὸς, πότε δὲ αὖθις ἰέναι πρὸς οὐρανὸν, τῷ τῆς ἰδίας σαρκὸς θανάτῳ καθελόντα τὸν θάνατον: ὅτι γὰρ οὐκ ἐκ τῆς τινων πλεονεξίας ὁ θάνατος ἐπενήνεκται τῇ κατὰ φύσιν ζωῇ, δῆλον μὲν δήπου οἶμαι πᾶσιν εἶναι τοῖς σοφοῖς. πῶς γὰρ ἂν ὑπερίσχυσε τῆς κατὰ φύσιν ζωῆς τὰ τοῦ θανάτου δεσμά; καὶ αὐτὸς δέ που διαμαρτύρεται λέγων ὁ Κύριος ” Οὐδεὶς “αἴρει τὴν ψυχήν μου ἀπ' ἐμοῦ, ἐγὼ τίθημι αὐτὴν ἀπ' ” ἐμαυτοῦ: ἐξουσίαν ἔχω θεῖναι αὐτὴν, καὶ πάλιν ἐξουσίαν “ἔχω λαβεῖν αὐτήν.” εἰ μὲν γὰρ ὡς ἐξ ἀνάγκης ὡρίζετο παρ' ἑτέρου τινὸς ὁ καιρὸς, καθ' ὃν ἔδει πάντως αὐτὸν ὑπομεῖναι τὸν θάνατον, πῶς ἐν ἐξουσίᾳ κείμενον εὑρήσομεν τῇ παρ' αὐτῷ τὸ θεῖναι αὐτὴν ψυχήν; ἐλήφθη γὰρ ἂν καὶ οὐχ ἑκόντως, εἴπερ ἦν οὐκ ἐν ἑαυτῷ τὸ παθεῖν. εἰ δὲ τίθησιν αὐτὴν ἀφ' ἑαυτοῦ, τὸ ἄρα παθεῖν οὐκ ἐν δυνάμει τῇ ἑτέρου τινὸς, ἀλλ' ἐν βουλήσει μόνῃ τῇ αὐτοῦ θεωρήσομεν. τότε γὰρ ταῖς τῶν Ἰουδαίων ἀπονοίαις διεξάγεσθαι πρὸς τὸ ἐκείνοις δοκοῦν συγκεχώρηκεν, ὅτε δὲ συνεῖδεν ἤδη παρόντα τὸν πρέποντα τῷ θανάτῳ καιρόν. Μὴ μέγα φρονείτω τοιγαροῦν ἐπὶ τοῖς ἑαυτοῦ τολμήμασιν ὁ ἀλαζὼν Φαρισαῖος, μηδὲ λεγέτω φυσώμενος ἐκ πολλῆς ἀβουλίας Εἰ Θεὸς κατὰ φύσιν ὑπῆρχεν ὁ Χριστὸς, πῶς οὐ γέγονεν ἔξω βρόχων τῶν ἐμῶν; πῶς οὐ διέδρα χεῖρας τὰς ἐμάς; ἀντακούσεται γὰρ παρὰ τῶν ἀγαπώντων αὐτόν Οὐχ ὁ σὸς οὕτως ἴσχυσε βρόχος: ἦν γὰρ οὐδὲν χαλεπὸν τῷ πάντων κρατοῦντι Θεῷ τὴν σὴν συνθραῦσαι παγίδα, καὶ τὸ τῆς σῆς δυσσεβείας ὑπεκδῦναι δίκτυον: ἀλλ' ἦν τὸ παθεῖν τῷ κόσμῳ σωτήριον, λύσις ἦν θανάτου τὸ πάθος, ἁμαρτίας καὶ φθορᾶς καταστροφὴν ὁ μέγας εἶχε σταυρός. ταῦτα γινώσκων ὡς Θεὸς τοῖς σοῖς ἑαυτὸν ὑπέθηκεν ἀνοσίοις τολμήμασι: τί γὰρ εἰπέ μοι διεκώλυε περιπλέκεσθαι τότε μᾶλλον αὐτῷ, ὅτε παρ' αὐτῷ τῷ γαζοφυλακίῳ διδάσκοντι τοὺς ὀδόντας ἐπέτριζες: καὶ εἰ τῆς σῆς δυνάμεως ἔργον ἦν τὸ νικῆσαι Χριστὸν, τί μὴ δέσμιον ἐποιήσω τότε; ἀλλ' εἱστήκεις θυμῷ μὲν ἀκράτῳ πρὸς μιαιφονίαν ἐκκεκαλυμμένως, πράττων δὲ τῶν δοκούντων οὐδέν. οὔπω γὰρ ἤθελε παθεῖν ὁ ταῖς σαῖς ἀπονοίαις τῶν ἀῤῥήκτων ὥσπερ χαλινῶν πεισθείς. ταῦτα μὲν ἄν τις εἰκότως ταῖς τῶν Ἰουδαίων γλωσσαλγίαις ἀντιτιθεὶς δυσωπήσει καὶ οὐχ ἑκόντας εἰς τὸ μὴ οἷς ἥκιστα χρῆν ἀπαλαζονεύεσθαι: ἀποθαυμάσαι δὲ ἄν τις, καὶ μάλα εἰκότως, τὸν ἅγιον Εὐαγγελιστὴν ἐπισημηνάμενον εὐκαίρως, καὶ εἰρηκότα σαφῶς, ὅτι ταῦτα ἐδίδασκεν ἐν τῷ ἱερῷ παρὰ τὸ γαζοφυλάκιον ὁ Σωτὴρ, καὶ οὐδεὶς ἐπίασεν αὐτόν. ἐπεμαρτύρει γὰρ ὥσπερ τοῖς παρ' αὐτοῦ ῥήμασιν, ἅπερ ἔφη πρὸς Ἰουδαίους ὅτε συλληψόμενοι παρῆσαν αὐτόν “Ὡς ἐπὶ ” λῃστὴν ἐξήλθετε μετὰ μαχαιρῶν καὶ ξύλων συλλαβεῖν “με; καθ' ἡμέραν ἐκαθεζόμην ἐν τῷ ἱερῷ διδάσκων καὶ οὐκ ” ἐκρατήσατέ με.“ καὶ οὐ δήπου φήσειεν ἄν τις τὰ εἰκότα φρονῶν, ὡς ἐπῃτιᾶτο τοὺς Ἰουδαίους ὅτι μὴ πρόωρον αὐτῷ τὸ πάθος ἐπήγαγον, ἀλλ' οὐδὲ ὅτι τὸν δέοντα παρελάσαντες χρόνον, βραδεῖς ὥσπερ ἐβάδιζον ἐπὶ τὸ χρῆναι μιαιφονεῖν. ἐλέγχει δὲ μᾶλλον αὐτοὺς, ὡς οἰηθέντας ἀσυνέτως, καὶ οὐχ ἑκόντος αὐτοῦ περιέσεσθαί ποτε, καὶ βιασαμένους ἑλεῖν δύνασθαι τὸν οὐδὲν εἰδότα παθεῖν εἰ μὴ βούλοιτο. ” Ἐκαθε“ζόμην γὰρ διδάσκων ἐν τῷ ἱερῷ καὶ οὐκ ἐκρατήσατέ με:” οὐ γὰρ ἠβουλόμην τότε, ἀλλ' οὐδ' ἂν εἰς τὸ παρὸν ἰσχύσατε τοῦτο δρᾶν, εἰ μὴ ταῖς ὑμετέραις χερσὶν ἐθελοντὴς ὑπενήνεγμαι. οὐκοῦν διὰ πάντων ἔξεστιν ἰδεῖν, ὡς οὐ τῆς Ἰουδαίων ἰσχύος ἔργον ἦν τὸ θανάτῳ περιβαλεῖν τὸν Κύριον, ἀλλὰ τοῖς μὲν ἐκείνων ἀνοσίοις τολμήμασιν ἐπιγράψαι τις ἂν τὸ ἐγχείρημα: τῷ δὲ Σωτῆρι Χριστῷ τὸ ὑπὲρ πάντων ἐθελῆσαι παθεῖν, ἵνα πάντας ἐξέληται καὶ ἀγοράσας αἵματι τῷ ἰδίῳ παραστήσῃ τῷ Θεῷ καὶ Πατρί. “Θεὸς γὰρ ἦν,” κατὰ τὴν τοῦ Παύλου φωνὴν, “ἐν Χριστῷ κόσμον καταλλάσσων ” ἑαυτῷ,“ καὶ τὸ τῆς εἰς αὐτὸν φιλίας ἐκπεπτωκὸς ἀνακομίζων ἀμνησικάκως εἰς ὅπερ ἦν ἐν ἀρχῇ.
« Εἶπεν οὖν πάλιν αὐτοῖς Ἐγὼ ὑπάγω, καὶ ζητήσετέ με, καὶ ἐν τῇ ἁμαρτίᾳ ὑμῶν ἀποθανεῖσθε. » Ὅτι χρὴ παρόντος ἐπιδράττεσθαι τοῦ καιροῦ καθ' ὅνπερ δύναιτό τις ἑαυτὸν ὠφελεῖν, ἐν τούτοις εὖ μάλα διαγορεύει Χριστός. τὸ γὰρ ὑστερίζειν ἐν ἀγαθοῖς, καὶ ὑστεροβουλεῖν εἰς τὸ χρήσιμον, ὄνησιν μὲν ἔχον οὐδεμίαν ὁρᾶται, θρῆνον δὲ μᾶλλον τὸν ταῖς ῥᾳθυμίαις πρέποντα προξενεῖ. χρηστὸς τοιγαροῦν ὑπάρχων ὁ Κύριος ἡμῶν καὶ ἐπιεικὴς, καθὰ γέγραπται, καὶ ἀτιμαζόντων ἀνέχεται, καὶ προσωφελεῖ τοὺς ὑβρίζοντας, καὶ τῆς ἐν ἀνθρώποις μικροψυχίας ἀμείνων ὡς Θεὸς εὑρίσκεται. ἀπειλεῖ δὲ χρησίμως τὴν ἐξ αὐτῶν ἀπανάστασιν, καὶ τό Ὑπάγω φησὶν ἐναργῶς, ἵνα γοργοτέραν αὐτοῖς ἐμφυτεύσῃ διάνοιαν, καὶ λογιζομένους ὅτι χρὴ παρόντα τὸν λυτρωτὴν ἄπρακτον οὐκ ἐᾶν, παρελαύνειν αὐτοὺς ἀκονήσῃ πρὸς πίστιν, ἑτοιμοτέρους τε ἤδη πρὸς εὐπείθειαν ἐργάσηται. ἐπιβοήσας δὲ τό Ὑπάγω, καὶ ἀπειλήσας τὴν ἐκ παντὸς τοῦ ἔθνους ἀποδρομὴν, παρέζευξεν οἰκονομικῶς καὶ τὴν ἐντεῦθεν αὐτοῖς ἐσομένην ζημίαν. ἐντεθνήξεσθε γὰρ ταῖς ἑαυτῶν ἁμαρτίαις, φησί: καὶ λόγον ἀληθῆ τὴν τοῦ πράγματος φύσιν εἰσκομίζουσαν θεωρήσωμεν. οἱ γὰρ ὅλως οὐ παραδεξάμενοι τὸν ὡς ἡμᾶς ἀφιγμένον ἐξ οὐρανῶν, ἵνα πάντας δικαιώσῃ διὰ τῆς πίστεως, πῶς οὐκ ἐν ταῖς ἑαυτῶν ἁμαρτίαις ἀναμφιλόγως τεθνήξονται: καὶ τὸν καθαίρειν εἰδότα μὴ προσηκάμενοι, πῶς οὐ διηνεκῆ τὸν ἐκ τῆς ἑαυτῶν δυσσεβείας ἕξουσι μολυσμόν; τὸ δὲ τεθνάναι μὴ λελυτρωμένον, ἀλλ' ἔτι τῷ τῆς ἁμαρτίας κατηχθισμένον βάρει, ὅποι παραπέμψει τὴν τοῦ ἀνθρώπου ψυχὴν, τίνι τῶν ὄντων ἀμφίβολον; ᾅδης γὰρ, οἶμαι, τὸν τοιοῦτον ὁ βαθὺς ἐκδέξεται, καὶ ἐν σκότει διατελέσει μακρῷ, ἀλλὰ καὶ πῦρ οἰκήσει καὶ φλόγας, ἐκείνοις εἰκότως ἐναριθμούμενος, περὶ ὧν εἴρηταί που διὰ τῆς τοῦ προφήτου φωνῆς ” Ὁ σκώληξ αὐτῶν οὐ “τελευτήσει, καὶ τὸ πῦρ αὐτῶν οὐ σβεσθήσεται, καὶ ἔσονται ” εἰς ὅρασιν πάσῃ σαρκί.“ ὧν ἵνα τὴν πεῖραν ἀποκερδάνωσιν, εἰς ταχεῖαν αὐτοὺς ἀποστροφὴν τῆς συνήθους ἀπειθείας πολυτρόπως ἐκάλει Χριστὸς, οὐχ ἁπλῶς ὡς ἀποδραμεῖται καὶ ἀποφοιτήσει λέγων, ἀλλὰ καὶ ὅσην ἐντεῦθεν ὑπομένουσι συμφορὰν ἀναγκαίως προτιθείς. ἀποθανεῖσθε γάρ φησιν ἐν ταῖς ἁμαρτίαις ὑμῶν. ἐπειδὴ δὲ διὰ μέσου τέθεικεν, ὅτι καὶ ζητήσετέ με, ζητοῦντας δὲ τέως αὐτὸν Ἰουδαίους οὐχ εὑρίσκομεν, ἥξομεν εὐλόγως ἐπὶ τοιαύτην τινὰ διάνοιαν: δεῖ γὰρ ἀληθεύειν αὐτόν. εἰ γὰρ καὶ νῦν ὄντες ἐν σώμασι καὶ ταῖς τῆς σαρκὸς ἡδοναῖς ἔτι διαπαιζόμενοι διὰ πολλὴν ἄγαν ἀναισθησίαν οὐ ζητοῦσι τὸν λυτρωτὴν, ἀλλ' εἰς ᾅδου πεσόντες οἱ δειλαιοὶ, καὶ τοῖς τῶν κολαστηρίων ὁμιλήσαντες τόποις, ὅταν ἐν αὐτοῖς γένωνται τοῖς κακοῖς, τότε δὴ τότε καὶ οὐχ ἑκόντες ζητήσουσιν. ” Ἐκεῖ γὰρ ἐστὶ, φησὶν, ὁ κλαυθμὸς “καὶ ὁ βρυγμὸς τῶν ὀδόντων,” ἑκάστου κατὰ τὸ εἰκὸς τῶν ἐκεῖ γεγονότων τὴν ἐπ' ἀγαθοῖς ῥᾳθυμίαν ἀνοιμώζοντος, καὶ μονονουχὶ τὸ ἐν βίβλῳ τῇ τῶν παροιμιῶν λέγοντος “Οὐκ ” ἤκουον φωνὴν παιδεύοντός με καὶ διδάσκοντός με.“ οὐκοῦν ὡς ὁ Παῦλός φησι ” Φοβηθῶμεν οὖν μή ποτε καταλειπο“μένης ἐπαγγελίας εἰσελθεῖν εἰς τὴν κατάπαυσιν αὐτοῦ, ” δοκῇ τις ἐξ ὑμῶν ὑστερηκέναι.“ χρὴ γὰρ τρέχειν ἵνα καταλάβωμεν, καὶ τὸν ἐκ δουλείας ἡμᾶς ἐξέλκοντα τῆς πικρᾶς, μὴ ταῖς ἀπειθείαις ὑβρίζειν, προσίεσθαι δὲ μᾶλλον, καὶ ὑπτίαις ὥσπερ χερσὶν ἁρπάζειν τὴν χάριν.
« Καὶ ὅπου ἐγὼ ὑπάγω ὑμεῖς οὐ δύνασθε ἐλθεῖν. » Οὐ μόνον ἐν ταῖς ἑαυτῶν ἁμαρτίαις τεθνήξονται, φησὶν, ἀλλ' ὅτι καὶ τῶν τῆς βασιλείας ἀγαθῶν ἔξω μενοῦσι πρὸς τὰς ἄνω μονὰς οὐκ ἀναβαίνοντες, διαγγέλλει σαφῶς: οἱ γὰρ τὸν ἄνωθεν ἥκοντα μὴ παραδεξάμενοι, πῶς ἂν καὶ δύναιντο κατακολουθεῖν πρὸς τὰ ἄνω βαδίζοντι; διπλῆ τις οὖν ἄρα ἐστὶ τοῖς ἀπειθοῦσιν ἡ κόλασις, καὶ οὐκ ἐν ἁπλοῖς τισι τῆς ζημίας ὁ λόγος. ὅνπερ γὰρ τρόπον τοῖς ἀῤῥωστίᾳ περιπεσοῦσι σωματικῇ τληπαθεῖν ἀνάγκη λοιπὸν καὶ τὰ δεινὰ τοῦ πάθους ὑποφέρειν ἀλγήματα, καὶ πρὸς τούτῳ καὶ τῶν τῆς ὑγείας στερεῖσθαι καλῶν: οὕτως οἶμαι, καὶ οὐχ ἑτέρως, τοὺς ἐληλακότας εἰς ᾅδου, καὶ δίκην ἐκεῖ πραττομένους ταῖς ἁμαρτίαις ἰσόμετρον, καὶ τὴν ἐκ τῆς κολάσεως ὑπομένειν συμφορὰν, καὶ τῆς τῶν ἁγίων ἐλπίδος ζημιοῦσθαι τὴν ἀπόλαυσιν. ἄριστα τοίνυν ὁ Κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστὸς, οὐχ ὅτι ταῖς ἑαυτῶν ἁμαρτίαις ἐναποθανοῦνται μόνον, ἀλλ' ὅτι καὶ πρὸς τὰς ἄνω μονὰς οὐκ ἀναβήσονταί φησι: διπλῷ γὰρ ὥσπερ αὐτοὺς καταδήσας σχοινίῳ, τῆς ἐνούσης δυσβουλίας ἐξέλκειν ἐπείγεται. πανταχόθεν ἀνασώζων τὸ ἀπολωλὸς, καὶ καταδεσμῶν τὸ συντετριμμένον, καὶ ἀνορθῶν τὸ κατεῤῥαγμένον: ταῦτα γὰρ ἦν ποιμένος ἀγαθοῦ, καὶ τὴν ψυχὴν ὑπὲρ τῆς τῶν προβάτων σωτηρίας ἀντιδιδόντος ἑτοίμως: τοῖς μὲν αὐτοῦ μαθηταῖς ἐπηγγείλατο λέγων ” Πορεύσομαι, καὶ “ἑτοιμάσω τόπον ὑμῖν, καὶ πάλιν ἥξω καὶ παραλήψομαι ” ὑμᾶς μετ' ἐμαυτοῦ,“ βάσιμον ἔσεσθαι δεικνὺς καὶ αὐτὸν τοῖς ἁγίοις τὸν οὐρανὸν, καὶ τὰς ἄνω μονὰς ηὐτρεπίσθαι διδάσκων τοῖς ἀγαπῶσιν αὐτόν: τοῖς γεμὴν ἀπειθεῖν ἑλομένοις αὐτῷ, δικαίως τε καὶ ἀναγκαίως φησὶν, ὅτι ὅπου ἐγὼ ὑπάγω ὑμεῖς οὐ δύνασθε ἐλθεῖν. τίς γὰρ ἂν ὅλως ἀκολουθήσαι ποτὲ τῷ παναγίῳ Χριστῷ τὸν διὰ πίστεως οὐκ ἀγαπήσας καθαρισμόν; ἢ κατὰ τίνα τρόπον ὁ μεμολυσμένος ἔτι, καὶ τὸν ἐκ τῶν ἰδίων παθῶν οὐκ ἀποτριψάμενος ῥύπον, συνέσται τῷ φιλανθρώπῳ Δεσπότῃ; ” Τίς κοινωνία φωτὶ πρὸς “σκότος,” κατὰ τὴν τοῦ Παύλου φωνήν; οἶμαι γὰρ ἁγίους εἶναι δεῖν τοὺς τῷ πανάγνῳ Θεῷ λέγειν ἐθέλοντας “Ἐκολ” λήθη ἡ ψυχή μου ὀπίσω σου.“ Ταύτην οἶμαι τὴν διάνοιαν οὐκ ἀκόμψως καὶ νῦν ἐφηρμόσθαι τῷ προκειμένῳ ῥητῷ: εἰ δὲ χρὴ περινοστοῦντας αὐτὸ διαφόρως ἐπαθρῆσαι, καὶ εἰπεῖν ἐπὶ τούτοις ἕτερόν τι πάλιν, καὶ τοῦτο ποιεῖν οὐκ ὀκνήσομεν. Ὅπου ἐγὼ ὑπάγω ὑμεῖς οὐ δύνασθε ἐλθεῖν. Θεὸς ὑπάρχων ἀληθινὸς, ἀφέστηκα μὲν οὐδενὸς, πληρῶ δὲ τὰ πάντα, καὶ τοῖς πᾶσι συνὼν, οἰκῶ μάλιστα τὸν οὐρανὸν, ἥδιστα τοῖς ἁγίοις ἐνδιαιτώμενος πνεύμασιν. ἀλλ' ἐπείπερ εἰμὶ καὶ φιλάνθρωπος τῶν ὅλων γενεσιουργὸς, οὐ φορητὴν ἡγησάμην τῶν ἐμαυτοῦ ποιημάτων τὴν ζημίαν: εἶδον εἰς ὄλεθρον παντελῆ κεχωρηκότα τὸν ἄνθρωπον: ἐθεώρουν ἐξ ἁμαρτίας πεσόντα πρὸς θάνατον: ἀλλ' ἔδει χεῖρα λοιπὸν τὴν ἐπίκουρον τῷ κειμένῳ προτείνεσθαι: ἔδει τῷ νενικημένῳ καὶ πίπτοντι διὰ παντὸς ἐπαμῦναι τρόπου. εἶτα πῶς ἦν ἀκόλουθον ἀνασῶσαι τὸ ἀπολωλός; ἔδει συνεῖναι τοῖς κινδυνεύουσι τὸν ἰατρὸν, ἔδει παρεῖναι τοῖς ἀποθνήσκουσι τὴν ζωὴν, ἔδει συνδιαιτᾶσθαι τοῖς ἐν σκότει τὸ φῶς. ἀλλ' ἦν οὐκ ἐφικτὸν ἀνθρώπους ὄντας ὑμᾶς τὴν φύσιν ἀναπτῆναι πρὸς οὐρανὸν καὶ συνδιαιτᾶσθαι τῷ σώζοντι. ἀφῖγμαι τοιγαροῦν αὐτὸς ἐγὼ πρὸς ὑμᾶς, ἤκουον τῶν ἁγίων πολλάκις βοώντων ” Κύριε κλῖνον οὐρανούς σου καὶ “κατάβηθι.” καταβέβηκα τοιγαροῦν κατακλίνας, φησὶν, οὐρανούς: οὐ γὰρ ἦν ὑμᾶς ἥξειν ἐκεῖσε προσδοκᾶν ἄλλως. ἔτι σὺν ὑμῖν καὶ συνδιατρίβειν ἀνέχομαι, γοργότερον ἐπιδράξασθε τῆς ζωῆς, καθαρίσθητε διὰ τῆς πίστεως, ἕως ὅτου πάρεστιν ὁ ἐλεεῖν ἐπ' ἐξουσίας εἰδὼς καὶ δυνάμενος. βαδιοῦμαι γὰρ ἢ καὶ ἐπανήξω πάλιν ὅπου ὑμεῖς οὐ δύνασθε ἐλθεῖν, κἂν ζητήσητε τῆς σωτηρίας τὸν χορηγὸν ἐξ ἀκαίρου λοιπὸν ὑστεροβουλίας, οὐχ εὑρήσετε: τί δὴ τὸ ἐντεῦθεν ἐξέστω σκοπεῖν. ἀποθανεῖσθε γὰρ πάντως ἐν ἁμαρτίαις, καὶ τοῖς ἑαυτῶν πλημμελήμασι καταχθόμενοι, στυγνοὶ κατοιχήσεσθε λοιπὸν εἰς τὸ τοῦ θανάτου δεσμωτήριον, δίκας ἀποτίσοντες ἐκεῖ τῆς οὕτω μακρᾶς ἀπειθείας. ἀγαθὸς τοιγαροῦν ὑπάρχων καὶ σφόδρα φιλάνθρωπος ὁ Σωτὴρ, συνελαύνει τῷ φόβῳ τοὺς Ἰουδαίους τῶν ἐσομένων κακῶν καὶ οὐχ ἑκόντας ἐπὶ τὸ σώζεσθαι.
« Καὶ ἔλεγεν αὐτοῖς Ὑμεῖς ἐκ τῶν κάτω ἐστὲ, ἐγὼ ἐκ τῶν ἄνω εἰμί. » Πάλιν ἐρεῖ τις τυχὸν τῶν φιλομαθεστέραν ἐχόντων διάνοιαν, καὶ λεπτότερον τῶν θείων θεωρημάτων ἐπαινεῖν κατειθισμένων, τί τὸ ἀναπεῖσαν τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν ἄρτι τοῖς Ἰουδαίοις προσφωνοῦντα καὶ λέγοντα “Ἐγὼ ” ὑπάγω, καὶ ζητήσετέ με,“ καθάπερ τι τῶν ἀναγκαίων ἐπενεγκεῖν Ὑμεῖς ἐκ τῶν κάτω ἐστὲ, ἐγὼ ἐκ τῶν ἄνω εἰμί. δοκεῖ μὲν γάρ πως οὐ σφόδρα τοῖς ἄνω κατακολουθεῖν τὰ τοιαῦτα, πλὴν ὠδίνει τινὰ κεκρυμμένην οἰκονομίαν. ἐπειδὴ γάρ ἐστι Θεὸς χρείαν οὐκ ἔχων, ὡς αὐτός που φησὶν ὁ θεσπέσιος Εὐαγγελιστὴς Ἰωάννης, ” ἵνα τις μαρτυρήσῃ περὶ “τοῦ ἀνθρώπου: αὐτὸς γὰρ ἐγίνωσκε τί ἦν ἐν τῷ ἀνθρώπῳ,” διικνεῖται γὰρ “μέχρι μερισμοῦ ψυχῆς καὶ πνεύματος ἁρμῶν ” τε καὶ μυελῶν, καὶ κριτικός ἐστιν ἐνθυμήσεων καὶ ἐννοιῶν “καρδίας:” οὐκ ἠγνόησε πάλιν τὰς τῶν Ἰουδαίων ἀμαθεῖς ὑπονοίας, οἳ ἐπείπερ αὐτοῖς παχύς τις καὶ ἀδρανὴς ἐνῴκισται νοῦς, τό Ὑπάγω παρὰ τοῦ Σωτῆρος ἀκούσαντες, ᾠήθησαν ἀσυνέτως ἢ ὅτι φεύξεταί ποι τὴν Ἰουδαίαν ἀφεὶς, ἢ καὶ ὅτι τοιοῦτόν τι φησίν Ἕως ὅτε περίειμι καὶ ζῶ, πιστεύσατε, μὴ ἄρα πως καὶ τεθνάναι συμβῇ. τὸ γάρ Ὑπάγω, κοινῶς ἐκληφθὲν ὑποσημαίνει καὶ τοῦτο: καὶ θαυμαστὸν οὐδὲν εἰ τοιαύταις ἀβουλίαις Ἰουδαῖοι περιπεπτώκασιν, ὡς καὶ λογίζεσθαί τι τοιοῦτον ἐπὶ Χριστῷ. Θεὸν γὰρ ὄντα κατὰ φύσιν οὐκ ᾔδεσαν, μόνον δὲ εἰς τοῦτο τὸ ἀπὸ γῆς ὁρῶντες σῶμα, ἄνθρωπον ἐνενόουν ἕνα τῶν καθ' ἡμᾶς. διὰ γάρ τοι τοῦτο καὶ ἐπιπλήττων αὐτοῖς ἔφασκεν ὁ Σωτήρ “Ὑμεῖς κατὰ τὴν ” σάρκα κρίνετε.“ ἀφιστὰς τοιγαροῦν αὐτοὺς τῆς οὕτω μειρακιώδους καὶ χαμαιπετοῦς ἐννοίας, διδάσκει πάλιν, ὡς οὐ περί τινος τῶν ἐν γενέσει καὶ φθορᾷ διαλογίζονται ταῦτα, περὶ δὲ τοῦ ἄνωθεν καὶ ἐκ Θεοῦ Πατρὸς γεγεννημένου κατὰ ἀλήθειαν. ἁρμόσει τοιγαροῦν οὐκ ἐμοὶ μᾶλλον τὸ τεθνάναι, φησὶ, καὶ φεύγειν, ἄνωθεν γάρ εἰμι, τουτέστι, Θεὸς ἐκ Θεοῦ: τὸ γὰρ ἄνω πάντων Θεός: ὑμῖν δὲ τοῦτο προσέσται πρεπωδέστερον. κάτωθεν γάρ ἐστε, τουτέστι φύσεως ὑποκειμένης τε θανάτῳ, καὶ ὑποπιπτούσης φθορᾷ καὶ δειλίᾳ: ἐπ' ἐμοὶ τοιγαροῦν διαλογίζεσθε, φησὶ, τοιοῦτον μηδὲν, τὴν ἑαυτῶν ἀφέντες ἀσθένειαν: οὐ γὰρ ἰσότιμον τῷ Δεσπότῃ τὸ δοῦλον, τῷ ἄνωθέν τε καὶ ἐκ Θεοῦ Πατρὸς γεγεννημένῳ τὸ κάτωθεν καὶ ἀπὸ τῆς γῆς. Ὅτι δὲ τό Ἄνωθεν τὴν ἐκ Θεοῦ Πατρὸς γέννησιν τοῦ Υἱοῦ ὑποσημαίνει, καὶ λογισμὸς ἡμᾶς ἀναπείσει σοφός. τοπικῶς μὲν γὰρ ἐκληφθὲν τό Ἄνωθεν, τὸ ἐξ οὐρανοῦ δηλονότι δηλοῖ, ἀλλ' οὐδὲν ἐν Υἱῷ τὸ ἐξαίρετον παρὰ τὴν κάτω καὶ ὑποκειμένην τῷ Θεῷ κτίσιν, ὅταν ἔρχηται ἐξ οὐρανοῦ μόνον, ἐπεί τοι καὶ ἀγγέλων οἱ πλείους πρὸς διακονίαν ἀποστελλόμενοι κάτω βαδίζουσι διοικοῦντές τινα τῶν ἐπὶ τῆς γῆς ἄνωθεν καὶ ἐξ οὐρανοῦ καταβαίνοντες. καὶ μάρτυς ἡμῖν ὁ Σωτὴρ λέγων ” Ἀμὴν ἀμὴν λέγω ὑμῖν, “ὄψεσθε τὸν οὐρανὸν ἀνεῳγότα, καὶ τοὺς ἀγγέλους τοῦ ” Θεοῦ ἀναβαίνοντας καὶ καταβαίνοντας ἐπὶ τὸν υἱὸν τοῦ “ἀνθρώπου.” ὅτε τοίνυν καὶ ἄγγελοι καταβαίνουσιν ἄνωθεν ἐξ οὐρανοῦ, τί μάτην ἐπικομπάζει Χριστὸς ὡς ἐπὶ μεγάλῳ τινὶ καὶ ὅλην ὑπερέχοντι τὴν κτίσιν, τῷ ἄνωθεν ἥκειν φημί; ἀλλ' ἔστιν ἀνιδρωτὶ καὶ ἀταλαιπώρως σφόδρα συνιδεῖν τίς μέν ἐστι κατὰ φύσιν ὁ Μονογενὴς, τί δὲ οἱ παρ' αὐτοῦ γεγονότες ἄγγελοι: οὐκοῦν ἀναγκαίως οὐ τὸ κοινὸν δὴ τοῦτο τὸ ἐξ οὐρανοῦ καταβαίνειν τό Ἄνωθεν ἡμῖν σημαίνει, ἀλλ' ὅτι τῆς ἀνωτάτω καὶ ὑπερκειμένης τὰ πάντα φύσεως ἐξέλαμψεν ὁ Υἱός. οὐκοῦν τό Ἄνωθεν ἐπὶ μόνου τοῦ Μονογενοῦς τὸ ἐκ Θεοῦ κατὰ φύσιν καὶ οὐχ ἕτερον δηλοῖ. πάντων γὰρ εἶναί τε καὶ ὑπάρχειν ἐκ Θεοῦ λεγομένων, πρόσεστι τῷ Υἱῷ κατὰ πάντων ἐξαίρετον, τὸ ἐξ αὐτῆς ὑπάρχειν τῆς οὐσίας τοῦ Πατρὸς γεννητῶς, καὶ οὐχ ὥσπερ τὰ ποιήματα δημιουργικῶς.