“ΚΥΡΙΟΣ δώσει ῥῆμα τοῖς εὐαγγελιζομένοις δυνάμει ” πολλῇ,“ καλῶς γε σφόδρα ποιῶν ὁ μελῳδὸς ἀναφθέγγεται: χρῆναι δὲ οἶμαι πρὸς τοῦτο βαδίζειν, οὐ τοὺς

 ΚΕΦΑΛΑΙΑ ΕΝ ΤΩ ΠΡΩΤΩ ΒΙΒΛΙΩ. α. Ὅτι ἀΐδιος καὶ πρὸ τῶν αἰώνων ὁ Μονογενής: προκειμένου ῥητοῦ Ἐν ἀρχῇ ἦν ὁ Λόγος. β. Ὅτι καὶ Θεὸς ὁμοούσιος ὑπάρχων τῷ

 ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΑΛΕΞΑΝΔΡΕΙΑΣ, ΕΞΗΓΗΣΙΣ ΥΠΟΜΝΗΜΑΤΙΚΗ ΕΙΣ ΤΟ ΚΑΤΑ ΙΩΑΝΝΗΝ ΕΥΑΓΓΕΛΙΟΝ. ΛΟΓΟΣ ΠΡΩΤΟΣ. ΑΚΡΙΒΗΣ ὄντως καὶ θ

 ΚΕΦΑΛΗ Α. Ἐν ἀρχῇ ἦν ὁ Λόγος. Ὅτι ἀΐδιος καὶ πρὸ τῶν αἰώνων ὁ Μονογενής. ΤΙ πρὸς τοῦτό φασιν οἱ νέον ἡμῖν καὶ πρόσφατον εἰσφέροντες τὸν Υἱὸν, ἵνα μηδὲ

 ΚΕΦΑΛΗ Β. Ὅτι καὶ Θεὸς καὶ ὁμοούσιος τῷ Πατρὶ ὑπάρχων ὁ Υἱὸς ἐν ἰδίᾳ ἐστὶν ὑποστάσει, ὁμοίως δὲ καὶ ὁ Πατήρ. « Καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεόν. » ἝΩΛΟΝ ἤ

 ΚΕΦΑΛΗ Γ. Ὅτι καὶ Θεὸς κατὰ φύσιν, καὶ κατ' οὐδένα τρόπον ἢ ἐλάττων ἢ ἀνόμοιός ἐστι τοῦ Πατρὸς ὁ Υἱός. « Καὶ Θεὸς ἦν ὁ Λόγος. » ΟΥΚ ἠγνόησεν ὁ πνευματ

 ΚΕΦΑΛΗ Δ. Πρὸς τοὺς τολμῶντας λέγειν, ὅτι ἕτερός ἐστιν ὁ ἐνδιάθετός τε καὶ φυσικὸς ἐν Θεῷ καὶ Πατρὶ Λόγος, καὶ ἕτερος ὁ παρὰ ταῖς θείαις γραφαῖς λεγόμ

 ΚΕΦΑΛΗ Ε. Ὅτι κατὰ φύσιν δημιουργὸς ὁ Υἱὸς μετὰ Πατρὸς, ὡς ἐκ τῆς οὐσίας ὑπάρχων αὐτοῦ, καὶ οὐχ ὥσπερ ὑπουργὸς παραλαμβανόμενος. « Πάντα δι' αὐτοῦ ἐγέ

 ΚΕΦΑΛΗ Ϛ. Ὅτι ζωὴ κατὰ φύσιν ἐστὶν ὁ Υἱὸς, καὶ διὰ τοῦτο οὐ γενητὸς, ἀλλ' ἐκ τῆς οὐσίας τοῦ Θεοῦ καὶ Πατρός. « Ὃ γέγονεν, ἐν αὐτῷ ζωὴ ἦν. » ἜΤΙ τὰς πε

 ΚΕΦΑΛΗ Ζ. Ὅτι φῶς κατὰ φύσιν ἐστὶν ὁ Υἱὸς, καὶ διὰ τοῦτο οὐ γενητὸς, ἀλλ' ἐκ τῆς οὐσίας τοῦ Θεοῦ καὶ Πατρὸς, ὡς φῶς ἀληθινὸν ἐκ φωτὸς ἀληθινοῦ. « Καὶ

 ΚΕΦΑΛΗ Η. Ὅτι μόνος ὁ Υἱὸς τοῦ Θεοῦ φῶς ἐστιν ἀληθινὸν, ἡ δὲ κτίσις οὐκέτι, φωτὸς οὖσα μέτοχος, ὡς γενητή. « Ἦν τὸ φῶς τὸ ἀληθινόν. » ΕΠΕΞΕΡΓΑΖΕΤΑΙ πά

 ΚΕΦΑΛΗ Θ. Ὅτι οὐ προϋπάρχει τοῦ σώματος ἡ τοῦ ἀνθρώπου ψυχὴ, οὐδὲ ἐκ πρεσβυτέρων ἁμαρτημάτων ἡ σωμάτωσις κατά τινας. « Ὃ φωτίζει πάντα ἄνθρωπον ἐρχόμε

 ΚΕΦΑΛΗ Ι. Ὅτι μόνος κατὰ φύσιν Υἱὸς ἐκ Πατρὸς ὁ Μονογενὴς, ὡς ἐξ αὐτοῦ καὶ ἐν αὐτῷ. « Θεὸν οὐδεὶς ἑώρακε πώποτε: ὁ Μονογενὴς Θεὸς ὁ ὢν εἰς τὸν κόλπον

 ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΑΛΕΞΑΝΔΡΕΙΑΣ ΕΙΣ ΤΟ ΚΑΤΑ ΙΩΑΝΝΗΝ ΕΥΑΓΓΕΛΙΟΝ, ΒΙΒΛΙΟΝ Αʹ. ΚΕΦΑΛΑΙΑ ΕΝ ΤΩ ΔΕΥΤΕΡΩ ΒΙΒΛΙΩ. α. Ὅτι οὐ κατὰ μετοχὴν, οὐδὲ ὡς ἐπακτὸν

 ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΑΛΕΞΑΝΔΡΕΙΑΣ ΕΙΣ ΤΟ ΚΑΤΑ ΙΩΑΝΝΗΝ ΕΥΑΓΓΕΛΙΟΝ. ΒΙΒΛΙΟΝ Βʹ. Τῇ ἐπαύριον βλέπει τὸν Ἰησοῦν ἐρχόμενον πρὸς

 ΚΕΦΑΛΗ Α. Ὅτι οὐ κατὰ μετοχὴν οὐδὲ ὡς ἐπακτὸν ἐν τῷ Υἱῷ τὸ Ἅγιον Πνεῦμά ἐστιν, ἀλλ' οὐσιωδῶς καὶ κατὰ φύσιν ἐνυπάρχει αὐτῷ. « Καὶ ἐμαρτύρησεν Ἰωάννης

 ΚΕΦΑΛΗ Β. Ὅτι οὐκ ἐν τοῖς γενητοῖς ἐστιν ὁ Υἱὸς, ἀλλ' ἐπάνω πάντων, ὡς Θεὸς ἐκ Θεοῦ. « Ὁ ἄνωθεν ἐρχόμενος ἐπάνω πάντων ἐστίν. » ΟΥ μέγα, φησὶν, οὐδὲ λ

 ΚΕΦΑΛΗ Γ. Ὅτι Θεὸς καὶ ἐκ Θεοῦ κατὰ φύσιν ὁ Χριστός. « Ὁ λαμβάνων αὐτοῦ τὴν μαρτυρίαν ἐσφράγισεν ὅτι ὁ Θεὸς ἀληθής ἐστιν. » ΟΥΧ ἑτέρως ἦν ἐπιδεῖξαι τὴ

 ΚΕΦΑΛΗ Δ. Ὅτι οὐ μεταληπτῶς ἐν Υἱῷ τὰ τοῦ Θεοῦ καὶ Πατρὸς ἴδια, ἀλλ' οὐσιωδῶς καὶ κατὰ φύσιν. « Ὁ Πατὴρ ἀγαπᾷ τὸν Υἱὸν καὶ πάντα δέδωκεν ἐν τῇ χειρὶ α

 ΚΕΦΑΛΗ Ε. Ὅτι οὐκ ἐν τοῖς προσκυνοῦσίν ἐστιν ὁ Υἱὸς, ᾗ Λόγος ἐστὶ καὶ Θεὸς, προσκυνεῖται δὲ μᾶλλον μετὰ Πατρός. « Ὑμεῖς προσκυνεῖτε ὃ οὐκ οἴδατε: ἡμεῖ

 ΚΕΦΑΛΗ Ϛ. Ὅτι οὐκ ἐλάττων κατὰ δύναμιν ἢ κατ' ἐνέργειαν τὴν ἐπί τισιν ὁ Υἱὸς τοῦ Πατρὸς, ἀλλ' ἰσοσθενής τε καὶ ὁμοούσιος, ὡς ἐξ αὐτοῦ καὶ κατὰ φύσιν.

 ΚΕΦΑΛΗ Ζ. Ὅτι τῶν θεοπρεπῶν ἀξιωμάτων ἤτοι πλεονεκτημάτων οὐδὲν ὡς ἐκ μετοχῆς ἢ ἐπακτὸν ἐν Υἱῷ. « Οὐδὲ γὰρ ὁ Πατὴρ κρίνει οὐδένα, ἀλλὰ τὴν κρίσιν πᾶσα

 ΚΕΦΑΛΗ Η. Ὅτι Θεὸς καὶ ἐκ Θεοῦ κατὰ φύσιν ὑπάρχων ὁ Υἱὸς, καὶ εἰκὼν τοῦ γεννήσαντος ἀκριβὴς, ἴσην ἔχει πρὸς αὐτὸν καὶ τιμὴν καὶ δόξαν. « Ἵνα πάντες τι

 ΚΕΦΑΛΗ Θ. Ὅτι κατ' οὐδὲν ἐλάττων τοῦ Θεοῦ καὶ Πατρὸς ὁ Υἱὸς, ἀλλ' ἰσοσθενὴς κατ' ἐνέργειαν τὴν ἐφ' ἅπασίν ἐστιν ὡς Θεὸς ἐκ Θεοῦ. « Οὐ δύναμαι ἐγὼ ποιε

 ΚΕΦΑΛΑΙΑ ΕΝ ΤΩι ΤΡΙΤΩι ΒΙΒΛΙΩι ΠΛΑΤΥΤΕΡΟΝ ΕΙΡΗΜΕΝΑ. α. Ζήτησις ἀκριβὴς, διατί μὴ μόνον λύχνος, ἀλλὰ καιόμενος καὶ φαίνων ὁ μακάριος βαπτιστὴς εἴρηται

 ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΑΛΕΞΑΝΔΡΕΙΑΣ ΕΙΣ ΤΟ ΚΑΤΑ ΙΩΑΝΝΗΝ ΕΥΑΓΓΕΛΙΟΝ. ΒΙΒΛΙΟΝ Γ. « Ζήτησις ἀκριβὴς διατί μὴ μόνον ὁ λύχνος, ἀλ

 ΚΕΦΑΛΗ Β. Ὅτι εἰκών ἐστι τοῦ Θεοῦ καὶ Πατρὸς ὁ Υἱὸς, ἐν ᾧ καὶ πρὸς Ἰουδαίους ἔλεγχος, ὡς μὴ νοοῦντας τὰ διὰ Μωυσέως αἰνιγματωδῶς μᾶλλον εἰρημένα. « Οὔ

 ΚΕΦΑΛΗ Γ. Ὅτι τοῦ Σωτῆρος τὴν ἄφιξιν ἐσήμαινεν ὁ Μωυσῆς. Ἐκ τοῦ Δευτερονομίου περὶ Χριστοῦ. ” ΠΡΟΦΗΤΗΝ ὑμῖν ἐκ τῶν ἀδελφῶν σου ὡς ἐμὲ ἀνα“στήσει σοι Κ

 ΚΕΦΑΛΗ Δ. Ὅτι πολλάκις αἱ Χριστοῦ μεταβάσεις ἀπὸ τῆς Ἱερουσαλὴμ τὸ μετατεθήσεσθαι τὴν χάριν ἐπὶ τὰ ἔθνη δηλοῦσιν: ἐν ταὐτῷ δὲ καὶ λόγος περὶ τῶν πέντε

 ΚΕΦΑΛΗ Ε. Ὅτι χαρακτὴρ τῆς ὑποστάσεως τοῦ Θεοῦ καὶ Πατρός ἐστιν ὁ Μονογενὴς, καὶ οὐχ ἕτερος παρ' αὐτὸν ἢ ἔστιν ἢ νοεῖται χα ρακτήρ. « Ἣν ὁ υἱὸς τοῦ ἀν

 ΚΕΦΑΛΗ Ϛ. Περὶ τοῦ μάννα, ὅτι τύπος ἦν τῆς Χριστοῦ παρουσίας καὶ τῶν δι' αὐτοῦ χαρισμάτων πνευματικῶν. « Εἶπεν οὖν αὐτοῖς ὁ Ἰησοῦς Ἀμὴν ἀμὴν λέγω ὑμῖν

 ΚΕΦΑΛΑΙΑ ΤΑ ΕΝ ΤΩι ΤΕΤΑΡΤΩι ΒΙΒΛΙΩι α. Ὅτι κατ' οὐδὲν ἐλάττων τοῦ Θεοῦ καὶ Πατρὸς ὁ Υἱὸς, διὰ τὸ ἐξ αὐτοῦ κατὰ φύσιν ὑπάρχειν, κἂν ὑποτάττεσθαι λέγητα

 ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΑΛΕΞΑΝΔΡΕΙΑΣ ΕΙΣ ΤΟ ΚΑΤΑ ΙΩΑΝΝΗΝ ΕΥΑΓΓΕΛΙΟΝ. ΒΙΒΛΙΟΝ ΤΕΤΑΡΤΟΝ. ΚΕΦΑΛΗ Α. Ὅτι κατ' οὐδὲν ἐλάττων τοῦ Θ

 ΚΕΦΑΛΗ Β. Ὅτι ζωοποιὸν τὸ ἅγιον σῶμα Χριστοῦ, ἐν οἷς ὡς περὶ ἄρτου φησὶ τοῦ ἰδίου σώματος. « Ἐγώ εἰμι ὁ ἄρτος τῆς ζωῆς. οἱ πατέρες ὑμῶν ἔφαγον τὸ μάνν

 ΚΕΦΑΛΗ Γ. Ὅτι οὐ ζωῆς τῆς παρ' ἑτέρου μέτοχός ἐστιν ὁ Υἱὸς, μᾶλλον δὲ κατὰ φύσιν ζωὴ ὡς ἐκ ζωῆς τῆς κατὰ φύσιν γεγεννημένος τοῦ Θεοῦ καὶ Πατρός. « Καθ

 ΚΕΦΑΛΗ Δ. Ὅτι τύπος ἦν τοῦ Χριστοῦ προηγουμένη τοῦ λαοῦ κατὰ τὴν ἔρημον ἡ ἁγία σκηνὴ, καὶ ἡ κιβωτὸς δὲ ἡ ἐν αὐτῇ καὶ ἡ λυχνία καὶ τὰ θυσιαστήρια δὲ, τ

 ΚΕΦΑΛΗ Ε. Περὶ τῆς ἑορτῆς τῆς σκηνοπηγίας, ὅτι τῆς ὀφειλομένης τοῖς ἁγίοις ἐλπίδος τὴν ἀποκατάστασιν δηλοῖ, καὶ τὴν ἐκ νεκρῶν ἀναβίωσιν: προκειμένου ῥ

 ΚΕΦΑΛΗ Ϛ. Λόγος περὶ τῆς ἀργίας τῆς κατὰ τὸ σάββατον, τίνος ἐστὶ σημαντικὴ πολυτρόπως ἐπιδεικνύς. « Εἰ περιτομὴν λαμβάνει ἄνθρωπος ἐν σαββάτῳ ἵνα μὴ λ

 ΚΕΦΑΛΗ Ζ. Λόγος περὶ τῆς ἐν ὀγδόῃ περιτομῆς, τίνος ἐστὶ σημαντικὴ πολυτρόπως ἐπιδεικνύς. ἈΡΚΟΥΝΤΩΣ ἤδη, καθάπερ ὑπολαμβάνω, καὶ κατὰ δύναμιν τῆς ἐνούσ

 ΚΕΦΑΛΑΙΑ ΤΑ ΕΝ ΤΩι ΠΕΜΠΤΩι ΒΙΒΛΙΩι. α. Ὅτι κατὰ Ἑλλήνων ἀμαθεῖς ὑπονοίας, οὐ ταῖς ὥραις ὡς ἐξ ἀνάγκης ὑπόκειται τὰ καθ' ἡμᾶς, ἀλλ' ἐκ προαιρέσεως ἰδία

 ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΑΛΕΞΑΝΔΡΕΙΑΣ ΕΙΣ ΤΟ ΚΑΤΑ ΙΩΑΝΝΗΝ ΕΥΑΓΓΕΛΙΟΝ. ΒΙΒΛΙΟΝ ΠΕΜΠΤΟΝ. « Ἔλεγον οὖν τινες ἐκ τῶν Ἱεροσολυμιτῶν

 ΚΕΦΑΛΗ Α. Ὅτι κατὰ τὰς Ἑλλήνων ἀμαθεῖς ὑπονοίας, οὐ ταῖς ὥραις ὡς ἐξ ἀνάγκης ὑπόκειται τὰ καθ' ἡμᾶς, ἀλλ' ἐκ προαιρέσεως ἰδίας ἐπί τε τὸ ἀγαθὸν καὶ τὸ

 ΚΕΦΑΛΗ Β. Ὅτι μετὰ τὸν τοῦ Σωτῆρος σταυρὸν κατὰ τὴν ἐκ νεκρῶν ἀναβίωσιν ἐνῳκίσθη παγίως ἡμῖν τὸ Ἅγιον Πνεῦμα. « Τοῦτο δὲ ἔλεγε περὶ τοῦ Πνεύματος οὗ ἔ

 ΚΕΦΑΛΗ Γ. Ὅτι οὐ τῆς Ἰουδαίων ἰσχύος ἔργον ἦν τὸ ἐπὶ σταυρῷ πάθος, οὐδὲ ἐκ τῆς τινων πλεονεξίας ἀπέθανεν ὁ Χριστὸς, ἀλλ' αὐτὸς ἑκὼν ὑπὲρ ἡμῶν τοῦτο πέ

 ΚΕΦΑΛΗ Δ. Ὅτι Θεὸς κατὰ φύσιν ἐστὶν ὁ Υἱὸς τῆς πρὸς τὴν κτίσιν ὁμοιότητος ἀνῳκισμένος παντελῶς, ὅσον εἰς οὐσίας λόγον. « Ὑμεῖς ἐκ τούτου τοῦ κόσμου ἐσ

 ΚΕΦΑΛΗ Ε. Ὅτι οὐκ ἐλάττων ἐν δυνάμει καὶ σοφίᾳ τοῦ Θεοῦ καὶ Πατρὸς ὁ Υἱὸς, μᾶλλον δὲ αὐτὸς σοφία καὶ δύναμις αὐτοῦ. « Καὶ ἀπ' ἐμαυτοῦ ποιῶ οὐδὲν, ἀλλὰ

 ΚΕΦΑΛΑΙΑ ΤΑ ΕΝ ΤΩι ΕΚΤΩι ΒΙΒΛΙΩι. Ὅτι οὐκ ἐκ προγενεστέρων τῆς ψυχῆς ἁμαρτημάτων τὰ σωματικά τισιν ἐπισυμβαίνει πάθη, ἀλλ' οὐδὲ ἁμαρτίας πατέρων ἐπὶ τ

 ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΑΛΕΞΑΝΔΡΕΙΑΣ ΕΙΣ ΤΟ ΚΑΤΑ ΙΩΑΝΝΗΝ ΕΥΑΓΓΕΛΙΟΝ. ΒΙΒΛΙΟΝ ΕΚΤΟΝ. « Ὑμεῖς ἐκ τοῦ πατρὸς τοῦ διαβόλου ἐστὲ,

 ΚΕΦΑΛΗ Α. Ὅτι οὐκ ἐκ προγενεστέρων τῆς ψυχῆς ἁμαρτημάτων τὰ σωματικά τισιν ἐπισυμβαίνει πάθη, ἀλλ' οὐδὲ ἁμαρτίας πατέρων ἐπάγει τισὶν ὁ Θεὸς, τοὺς οὐδ

 LIBRI VII FRAGMENTA QUAE REPERIRI POTUERUNT. « Οὐδεὶς αἴρει αὐτὴν ἀπ' ἐμοῦ, ἀλλ' ἐγὼ τίθημι αὐτὴν ἀπ' ἐμαυτοῦ. ἐξουσίαν ἔχω θεῖναι αὐτὴν, καὶ ἐξουσίαν

 LIBRI VIII FRAGMENTA QUAE REPERIRI POTUERUNT. « Ἡ οὖν Μαρία λαβοῦσα λίτραν μύρου νάρδου πιστικῆς πολυτίμου, ἤλειψε τοὺς πόδας τοῦ Ἰησοῦ καὶ ἐξέμαξε τα

 ΚΕΦΑΛΑΙΟΝ ΤΟ ΕΝ ΤΩι ΕΝΝΑΤΩι ΒΙΒΛΙΩι. α. Ὅτι διὰ τὴν ταυτότητα τῆς φύσεως ὁ Υἱὸς μὲν ἐν τῷ Πατρί ἐστιν: ὁ Πατὴρ δ' αὖ πάλιν ἐν τῷ Υἱῷ ἐστιν.

 ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΑΛΕΞΑΝΔΡΕΙΑΣ ΥΠΟΜΝΗΜΑ ΕΙΣ ΤΟ ΚΑΤΑ ΙΩΑΝΝΗΝ ΕΥΑΓΓΕΛΙΟΝ. ΒΙΒΛΙΟΝ ΕΝΝΑΤΟΝ. « Ὅτι ἐγὼ ἐξ ἐμαυτοῦ οὐκ ἐλάλησα, ἀλλ' ὁ πέμψας με Πατὴρ

 ΚΕΦΑΛΗ Α. Ὅτι διὰ τὴν ταυτότητα τῆς φύσεως, ὁ Υἱὸς μὲν ἐν τῷ Πατρί ἐστιν, ὁ Πατὴρ δ' αὖ πάλιν ἐν τῷ Υἱῷ ἐστιν. « Πιστεύετε ὅτι ἐγὼ ἐν τῷ Πατρὶ καὶ ὁ Π

 ΚΕΦΑΛΑΙΑ ΤΑ ΕΝ ΤΩι ΔΕΚΑΤΩι ΒΙΒΛΙΩι. α. Ὅτι κατ' οὐδὲν ἐλάττων ἐστὶν ὁ Υἱὸς τοῦ Θεοῦ καὶ Πατρὸς, ἴσος δὲ μᾶλλον καὶ ὅμοιος κατὰ φύσιν αὐτῷ, προκειμένου

 ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΑΛΕΞΑΝΔΡΕΙΑΣ ΕΙΣ ΤΟ ΚΑΤΑ ΙΩΑΝΝΗΝ ΕΥΑΓΓΕΛΙΟΝ. ΒΙΒΛΙΟΝ ΔΕΚΑΤΟΝ. « Ὁ ἔχων τὰς ἐντολάς μου καὶ τηρῶν αὐτὰ

 ΚΕΦΑΛΗ Α. Ὅτι κατ' οὐδὲν ἐλάττων ἐστὶν ὁ Υἱὸς τοῦ Θεοῦ καὶ Πατρὸς, ἴσος δὲ μᾶλλον καὶ ὅμοιος κατὰ φύσιν αὐτῷ. « Εἰ ἠγαπᾶτέ με, ἐχάρητε ἂν ὅτι πορεύομα

 ΚΕΦΑΛΗ Β. Ὅτι τῷ Θεῷ καὶ Πατρὶ ὁμοούσιός ἐστιν ὁ Υἱὸς, καὶ οὐχ ἑτεροφυὴς, οὐδὲ ἔκφυλος, κατά τινας τῶν διεστραμμένων. « Ἐγώ εἰμι ἡ ἄμπελος ἡ ἀληθινὴ,

 ΚΕΦΑΛΑΙΑ ΤΑ ΕΝ ΤΩι ΕΝΔΕΚΑΤΩι ΒΙΒΛΙΩι. α. Ὅτι φυσικῶς ἐκ Θεοῦ τε καὶ ἐν τῷ Υἱῷ τὸ Πνεῦμα τὸ Ἅγιον καὶ δι' αὐτοῦ καὶ ἐν τῇ οὐσίᾳ αὐτοῦ. β. Ὅτι φυσικῶς ἐ

 ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΑΛΕΞΑΝΔΡΕΙΑΣ ΕΙΣ ΤΟ ΚΑΤΑ ΙΩΑΝΝΗΝ ΕΥΑΓΓΕΛΙΟΝ. ΒΙΒΛΙΟΝ ΕΝΔΕΚΑΤΟΝ. ΚΕΦΑΛΗ Α. Ὅτι φυσικῶς ἐκ Θεοῦ τε καὶ

 ΚΕΦΑΛΗ Β. Ὅτι φυσικῶς ἐν τῷ Υἱῷ καὶ ἐν τῇ οὐσίᾳ αὐτοῦ τὸ Πνεῦμα αὐτοῦ, τουτέστι τὸ Ἅγιον, καθὰ καὶ ἐν τῇ οὐσίᾳ τοῦ Πατρός. « Πάντα ὅσα ἔχει ὁ Πατὴρ ἐμ

 ΚΕΦΑΛΗ Γ. Ὅτι τῆς θεοπρεποῦς δόξης οὐκ ἐπιδεᾶ θεωρήσαι τις ἂν τὸν Υἱὸν, κἂν εὑρίσκηται λέγειν Πάτερ δόξασον τὸν Υἱόν σου. « Ταῦτα ἐλάλησεν ὁ Ἰησοῦς, κ

 ΚΕΦΑΛΗ Δ. Ὅτι κατ' οὐδένα τρόπον ἀδικήσει τοῦ Υἱοῦ τὴν δόξαν τὸ εἰληφέναι τι λέγεσθαι παρὰ τοῦ Θεοῦ καὶ Πατρὸς, ἔχοντος εὐσεβῆ τοῦ πράγματος λόγον. «

 ΚΕΦΑΛΗ Ε. Ὅτι τοῦ εἶναι Θεὸς ἀληθινὸς ὁ Υἱὸς οὐκ ἔξω κείσεται, κἂν μόνον καὶ ἀληθινὸν ὀνομάζῃ Θεὸν τὸν Πατέρα. « Αὕτη δέ ἐστιν ἡ αἰώνιος ζωὴ, ἵνα γινώ

 ΚΕΦΑΛΗ Ϛ. Ὅτι δόξης τῆς θεοπρεποῦς οὐ γυμνὸς ἦν ὁ Υἱὸς κἂν εὑρίσκηται λέγων πρὸς τὸν Πατέρα Καὶ νῦν δόξασόν με τῇ δόξῃ ᾗ εἶχον, καὶ τὰ ἑξῆς. « Ἐγώ σε

 ΚΕΦΑΛΗ Ζ. Ὅτι τὸ λέγεσθαί τι δεδόσθαι τῷ Υἱῷ παρὰ τοῦ Πατρὸς, οὐκ ἐξοικιεῖ τῆς θεοπρεποῦς ἀξίας αὐτὸν, ἀλλ' ὢν ὁμοούσιός τε καὶ ἐξ αὐτοῦ διαφαίνεται κ

 ΚΕΦΑΛΗ Η. Ὅτι οὐκ ἔξω κείσεται τῆς Χριστοῦ βασιλείας, κἂν εἴ τι λέγοιτο τοῦ Πατρός: ἅμα γὰρ αὐτῶν ἡ κατὰ πάντων ἀρχή. « Ἐγὼ περὶ αὐτῶν ἐρωτῶ: οὐ περὶ

 ΚΕΦΑΛΗ Θ. Ὅτι φυσικὸν ἐν τῷ Υἱῷ τὸ τῆς θεότητος ἀξίωμα, κἂν εἰληφέναι λέγηται τοῦτο παρὰ Πατρὸς διὰ τὸ ἀνθρώπινον καὶ τὸ τῆς ταπεινώσεως σχῆμα. « Πάτε

 ΚΕΦΑΛΗ Ι. Ὅτι οὐκ ἐκ μετοχῆς τῆς πρὸς ἕτερον ἅγιός ἐστιν ὁ Χριστὸς οὐδὲ ξένος τῆς οὐσίας αὐτοῦ ὁ διὰ Πνεύματος ἁγιασμός. « Καθὼς ἐμὲ ἀπέστειλας εἰς τὸ

 ΚΕΦΑΛΗ ΙΑ. Ὅτι φυσικῶς ὁ Υἱὸς ἕν ἐστι πρὸς τὸν ἑαυτοῦ Πατέρα Θεὸν, καὶ αὐτὸς μὲν ἐν Πατρὶ, ὁ Πατὴρ δὲ ἐν αὐτῷ, κατά γε τὸν οὐσιώδη τῆς ἑνότητος σύνδεσ

 ΚΕΦΑΛΗ ΙΒ. « Ὅτι κατὰ φύσιν ἕν ἐστιν ὁ Υἱὸς πρὸς τὸν ἑαυτοῦ Πατέρα Θεὸν, κἂν ὡς ἐν χάριτος μέρει δέξασθαι λέγῃ τὸ ἓν εἶναι πρὸς τὸν Πατέρα. »

 ΚΕΦΑΛΑΙΟΝ « ΤΟ ΕΝ ΤΩι ΔΩΔΕΚΑΤΩι ΒΙΒΛΙΩι. » α. Ὅτι Θεὸς κατὰ φύσιν ἐστὶν ὁ Υἱὸς, κἂν εὑρίσκηται δι' ἡμᾶς Θεὸν ἑαυτοῦ τὸν Πατέρα καλῶν, προκειμένου ῥητο

 ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΑΛΕΞΑΝΔΡΕΙΑΣ ΕΙΣ ΤΟ ΚΑΤΑ ΙΩΑΝΝΗΝ ΕΥΑΓΓΕΛΙΟΝ ΒΙΒΛΙΟΝ ΔΩΔΕΚΑΤΟΝ

 ΚΕΦΑΛΗ Α. « Ὅτι κατὰ φύσιν Θεός ἐστιν ὁ Υἱὸς, κἂν εὑρίσκηται δι' ἡμᾶς Θεὸν ἑαυτοῦ τὸν Πατέρα καλῶν. »

Chapter Vi. That the Son is by Nature Life and therefore not originate, but of the Essence of God the Father.

4 That which was made, in it was Life.

Yet doth the Blessed Evangelist make to us his discourse concerning God the Word, and he seemeth to me profitably to go through all that pertains to Him by Nature, that he may both put to shame the outrages of the heretics, and may fortify those who would fain excel in right faith, with reasonings thereunto tending, not providing from words of worldly wisdom unpersuasion, but in demonstration of the Spirit marvelling at the beauty of the truth.

What he would then teach through the words before us, is this. He shewed us just now that the Son is by Nature Maker and Creator, saying that all things were made by Him and that without Him not so much as one thing was called into being. But since on the creation He bestows not only to be called into being, but also holds it together when made through Himself, immingling in some way Himself with those who have not by their own nature eternity of being, and becoming life to those that are, that having become they may abide, and that each may be preserved according to its own limit of nature;----needs does he say, That which was made, in it was life. Not only, says he, were all things made by Him, but also whatever was made, in it was the Life, that is, the Only-Begotten Word of God, the Beginning and Subsistence of all things both visible and invisible, heavenly and earthly and infernal. For Himself being the by-Nature Life, bestows manifoldly on things that are, being and life and motion, not in any way of partition and change passing into each one of things that are by nature distinct: but their nature, viewed by itself, is variously fashioned by the ineffable Power and Wisdom of the Creator, while One is the Life of all passing into each, in such sort as befits it, and it is able to partake thereof. But since that which is brought from not being into being must needs also decay, and that which has beginning surely hasteth unto its end (for to the Divine and All-superior Nature Alone beseemeth the being preceded by no beginning and being free from ending): the Creator wisely deviseth for the weakness that is in things made, and contriveth for them by His skill an eternity. For the perpetual succession unto each of its like, and the natural progression of things connatural or kin unto one another looking ever towards onward course, make the creation ever-visible and ever-co-enduring with God its Maker. And this (contrivance) is that every one of things that are, soweth seed in itself after its kind and after its likeness, according to the unspeakable sentence of its Creator. In all then was the Life; for this is our subject. But, excellent sir, may one with reason say to the heretic warring against the truth, what will you say to this too, when you hear him who bears within him the Spirit say, that in all things that were made was the Life, that is, the Word That is in the beginning? Will you dare to say now too, that the Son is not of the Essence of God the Father, that He may be deemed of as originate and created? How then will one not cry out against thine unlearning, O thou, and that with justice? For if in things that were made was the Word, as Life by Nature, immingling Himself by participation with things that are, He is then Other than those wherein He is believed to be. But He being by Nature Other than what the creation is, how will He not be the God over all? But if you remain shameless, and cease not to imagine that originate is the Son Who is in things made, as Life:----first of all He will be conceived of as being somewhat in Himself, then besides. He will Himself be partaker of Himself , and Life, if being in things made, He be conceived to be Himself too one of them. But the fighter against God sees surely himself too, how great the absurdity of thinking thus. Therefore if the Word Who quickens them is by participation in things originate, He will not be Himself too among the participators, but other than they. And if so, not originate, but in them as by Nature Life.

This again we shall see by the subjoined considerations.

Thoughts or arguments.

If the Son be not of the Essence of God the Father, but from without He have subordinated Him according to them, He is originate and made. How then does He quicken all things, Who is among things made? Or what distinction shall we find any longer in the Divine Nature? or how does the most wise Paul say, as something admirable of Him That is by Nature God, Who quickeneth all things? For if the Son being originate, quickeneth all things, the creation quickeneth itself, in no wise needing thereto God its Maker. There is then nothing in God more than in the creation; For it inworketh not less than God can do. But this is absurd. Not originate then is the Son, but God and therefore by Nature Life also.

Another. The Psalmist marvelleth exceedingly and that with reason at the Divine Nature, and in particular attributeth to It a most fair dignity saying, For with Thee is the Fountain of life. But if the Father have set the Son below Him, and have Him not of His own Nature, and He even being so, quickens things originate and is by Nature Life as quickening, why vainly strives the Psalmist saying that the fountain of life is with God Alone? For the nature of things originate also is recipient of this, if the Son, albeit not of the Divine Essence according to the uncounsel of some, quickens. But this is absurd. Therefore Life by Nature is the Son, as God of God, and Life of Life.

Another. If the Son being by Nature Life be originate and created, as not having His Being of the Essence of God the Father, according to their fantasy, the nature of things originate will be recipient of being and being called life, and all things will be life in potential, even if they have not yet the exercise of the thing itself. For that which has the natural power of being ought, will surely be so I ween, even if it be not so as yet; for it has the power inherent in its nature. When then the being life is common to the creature, the special and alone prerogative of none, why vainly does the Son vaunt of Himself, I am the Life? for He should, I suppose, have rather said, I am along with you the life. This would I suppose have been truer, if being indeed originate He is Life too. But since He puts about Himself Alone as His special good the being Life, it is at length clear that He classes Himself, not with things originate, but with the Divine Essence of the Father, whereto the being Life also pertains.

Another. That which is participate of life is not in its own right life, for it is clearly in it as other than itself. If then the Son is by participation in things originate as Life, He will be other than the things that are participate of Him and lack life. Therefore not originate is He, nor seeking to be quickened by another. He is therefore God as quickening; but if so, He will be confessedly of the Essence of the Father, if we worship One God, and serve none other than Him Who is.

Another. Accurately testing the nature of things that are, we see God and the creation and nought else besides. For whatever falleth short of being God by Nature, that is surely originate; and whatever escapeth the catalogue of creation, will surely be within the limits of Deity. Since then we have well established this, let them tell us who thrust forth the Son from the Essence of God the Father, how He can quicken as Life, seeing that the Divine Nature has this as its own property, and yields it to none else. But if being originate He can be Life also, the grace of the excellence will surely overtake all things that are originate, and all will be by nature life. What need will they have therefore of participation of the Son, or what more will they gain hence? for they too possess the being by nature life. But this is not true, but they partake of necessity as needing life, of the Son. Alone then is the Only-Begotten by Nature Life, and therefore will He not be reckoned among things originate, but will mount up unto the Nature of Him Who begat Him: for Life by Nature is the Father too.

Another. The Son being by Nature Life, is either Other than the creation, I mean by nature, or con-natural with it. If then He be connatural and consubstantial, how will He not lie in saying, I am the Bread of Life Which cometh down from Heaven and giveth life unto the world? for the creation hath from its own the being life, but life is imparticipate of life, that it may shew itself life. But if He is not connatural, He will also escape being originate, withdrawing from the creation together with Himself His own proper good also. For the creation will not be by nature Life, but rather lacking and participate of life.

Another. If the Son being by Nature Life is connatural with things made, by reason of not being of the Essence of God the Father, according to their speech, wherefore does the blessed Psalmist say that the heavens shall perish, and shall wax old like a garment: but to Him did he attribute His own proper prerogative, crying aloud, But Thou art the Same and Thy years shall have no end? For either He will perish and fail along with us, as connatural, and will no longer be conceived of as Life, or our natural connection with Him will draw up us too to be ever the same and to unfailing number of years. But verily He shall be ever the same, and we shall fail: He is therefore not originate as we; but since He is of the Life by Nature He will also quicken as Life the things that lack life.

Another. If nought is participate of itself, but the creation partakes of the Son as Life; He is not the creation, nor yet is the creation Life, which the Son is.

Another. If to quicken is one thing, to be quickened another, as action and passion, and the Son quickens, the creation is quickened: therefore not the same is Son and creation, since neither is the inworker with the inwrought.  

ΚΕΦΑΛΗ Ϛ. Ὅτι ζωὴ κατὰ φύσιν ἐστὶν ὁ Υἱὸς, καὶ διὰ τοῦτο οὐ γενητὸς, ἀλλ' ἐκ τῆς οὐσίας τοῦ Θεοῦ καὶ Πατρός.
« Ὃ γέγονεν, ἐν αὐτῷ ζωὴ ἦν. » ἜΤΙ τὰς περὶ τοῦ Θεοῦ Λόγου διαλέξεις ποιεῖται πρὸς ἡμᾶς ὁ μακάριος Εὐαγγελιστής: καί μοι δοκεῖ διὰ πάντων ἰέναι χρησίμως τῶν ὅσαπέρ ἐστι κατὰ φύσιν αὐτῷ, ἵνα καὶ τὰς τῶν ἑτεροδοξούντων δυσωπήσῃ παροινίας, καὶ τοὺς ὀρθῇ διαπρέπειν ἐθέλοντας πίστει, τοῖς εἰς αὐτὴν ὀχυρώσῃ θεωρήμασιν, οὐκ ἐκ λόγων σοφίας κοσμικῆς τὸ ἀπίθανον ἐρανιζομένους, ἀλλ' ἐν ἀποδείξει Πνεύματος τὸ τῆς ἀληθείας ἀποθαυμάζοντας κάλλος. ὅπερ οὖν βούλεται καὶ διὰ τοῦ προκειμένου διδάσκειν, ἐκεῖνό ἐστι. ποιητὴν ἡμῖν ἀρτίως καὶ κατὰ φύσιν ὄντα δημιουργὸν ἀπέδειξε τὸν Υἱὸν, πάντα δι' αὐτοῦ γεγενῆσθαι λέγων, καὶ χωρὶς αὐτοῦ μηδὲ ἓν κεκλῆσθαι πρὸς γένεσιν. ἐπειδὴ δὲ οὐ μόνον τῇ κτίσει τὸ πρὸς τὸ εἶναι κεκλῆσθαι χαρίζεται, συνέχει δὲ καὶ γεγενημένην δι' ἑαυτοῦ, τοῖς τὸ ἀϊδίως εἶναι κατὰ φύσιν ἰδίαν οὐκ ἔχουσιν ἑαυτὸν οἱονείπως ἐγκαταμιγνὺς, καὶ ζωὴ τοῖς οὖσι γινόμενος, ἵνα μένῃ γεγονότα, καὶ σώζηται κατὰ τὸν οἰκεῖον ἕκαστον τῆς φύσεως ὅρον, ἀναγκαίως φησίν Ὃ γέγονεν, ἐν αὐτῷ ζωὴ ἦν: οὐ μόνον, φησὶ, δι' αὐτοῦ τὰ πάντα ἐγένετο, ἀλλὰ καὶ εἴτι γέγονεν, ἦν ἐν αὐτῷ ἡ ζωὴ, τουτέστιν, ὁ μονογενὴς τοῦ Θεοῦ Λόγος, ἡ πάντων ἀρχὴ καὶ σύστασις, ὁρατῶν τε καὶ ἀοράτων, ἐπουρανίων, καὶ ἐπιγείων, καὶ καταχθονίων. αὐτὸς γὰρ ὑπάρχων ἡ κατὰ φύσιν ζωὴ, τὸ εἶναι καὶ ζῆν καὶ κινεῖσθαι πολυτρόπως τοῖς οὖσι χαρίζεται, οὐ κατὰ μερισμόν τινα καὶ ἀλλοίωσιν εἰς ἕκαστα τῶν τῇ φύσει διεστηκότων χωρῶν: ἀλλ' ἡ μὲν κτίσις, ὡς πρὸς ἑαυτὴν, ἀφάτῳ δυνάμει καὶ σοφίᾳ τοῦ Δημιουργοῦ ποικίλλεται: μία δὲ ἡ πάντων ζωὴ χωροῦσα πρὸς ἕκαστον, ὡς ἂν αὐτῷ πρέπῃ, καὶ δυνήται μετασχεῖν. ἐπειδὴ δὲ τὸ ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι παρενεχθὲν ἀνάγκη καὶ φθείρεσθαι, καὶ τὸ ἀρχὴν ὅλως ἔχον εἰς τέλος ἐπείγεται: μόνῃ γὰρ τῇ θείᾳ καὶ τὰ πάντα ὑπερκειμένῃ φύσει, τὸ μήτε ἀπὸ ἀρχῆς ἦρχθαί τινος, καὶ ἀτελευτήτως εἶναι πρέπει: σοφίζεται τρόπον τινὰ τὴν ἐν τοῖς πεποιημένοις ἀσθένειαν ὁ Δημιουργὸς, καὶ μηχανᾶταί πως ἐκ τέχνης αὐτοῖς τὸ ἀΐδιον. αἱ γὰρ εἰς ἕκαστον ἀεὶ τῶν ὁμοίων διαδοχαὶ, καὶ τῶν ὁμογενῶν ἢ ὁμοειδῶν αἱ εἰς ἄλληλα μεταβάσεις φυσικαὶ πρὸς τὸν ἐφεξῆς ἀεὶ βλέπουσαι δρόμον, ἀειφανῆ μὲν τὴν κτίσιν ἐργάζονται, ἀεισύστατον δὲ τῷ πεποιηκότι τηροῦσι Θεῷ. καὶ τοῦτο ἄρα ἐστὶ τὸ τῶν ὄντων ἕκαστον ἐν ἑαυτῷ σπείρειν σπέρμα κατὰ γένος καὶ καθ' ὁμοίωσιν, κατὰ τὴν ἄφατον τοῦ δημιουργοῦντος ἀπόφασιν. ἦν οὖν ἐν ἅπασιν ἡ ζωὴ, τοῦτο γὰρ τὸ προκείμενον. Ἀλλ' ὦ βέλτιστε: πάλιν ἐρεῖ τις εὐλόγως πρὸς τὸν τῇ ἀληθείᾳ μαχόμενον αἱρετικόν: τί καὶ πρὸς τοῦτο ἐρεῖς, ὅταν ἀκούσῃς τοῦ πνευματοφόρου λέγοντος, ὡς ἐν πᾶσι τοῖς γεγενημένοις ἦν ἡ ζωὴ, τουτέστιν, ὁ Λόγος ὁ ὢν ἐν ἀρχῇ; ἆρα καὶ νῦν ἀποτολμήσεις εἰπεῖν, ὡς οὐκ ἔστιν ἐκ τῆς τοῦ Θεοῦ καὶ Πατρὸς οὐσίας ὁ Υἱὸς, ἵνα γενητὸς νοῆται καὶ πεποιημένος; καὶ πῶς οὐκ ἄν τις τῆς σῆς, ὦ οὗτος, ἀμαθίας καταβοήσῃ, καὶ μάλα δικαίως; εἰ γὰρ ἐν τοῖς γεγονόσιν ὁ Λόγος ἦν, ὡς ζωὴ κατὰ φύσιν, διὰ μετοχῆς τοῖς οὖσιν ἑαυτὸν ἀναμιγνύς: ἕτερος ἄρα ἐστὶ τῶν ἐν οἷς εἶναι πιστεύεται. ὁ δὲ τὴν φύσιν ἕτερος ὢν, ἢ ὅπερ ἐστὶν ἡ κτίσις, πῶς οὐκ ἂν εἴη λοιπὸν ὁ ὑπὲρ ταύτην Θεός; εἰ δὲ ἐπιμένεις ἀναισχυντῶν, καὶ γενητὸν εἶναι νομίζων οὐ καταλήγεις τὸν Υἱὸν, τὸν ὄντα ἐν τοῖς γεγονόσιν ὡς ζωήν: πρῶτον μὲν αὐτό τι ὑπάρχων ἐν ἑαυτῷ νοηθήσεται: εἶτα καὶ πρὸς τούτῳ, καὶ αὐτὸς ἑαυτοῦ μέτοχος, καὶ ζωὴ, εἴπερ ὢν ἐν τοῖς γενομένοις, εἷς καὶ αὐτὸς ἐξ αὐτῶν ὑπάρχειν ὑποληφθήσεται: ἀλλ' ὁρᾷ που πάντως καὶ αὐτὸς ὁ θεομάχος, ὅσην ἔχει τὴν ἀπαιδευσίαν τὸ οὕτω νοεῖν. οὐκοῦν εἰ μεθεκτὸς ἐν τοῖς γενητοῖς ἐστιν ὁ ζωογονῶν αὐτὰ Λόγος, οὐκ ἐν τοῖς μετέχουσιν ἔσται καὶ αὐτὸς, ἀλλ' ἕτερος δηλονότι παρ' ἐκεῖνα. εἰ δὲ τοῦτο, οὐκ ἄρα γενητὸς, ἀλλ' ὡς ζωὴ κατὰ φύσιν ἐν αὐτοῖς. διὰ δὲ τῶν ὑπεζευγμένων ἐννοιῶν τοῦτο πάλιν εἰσόμεθα.
« Ἔννοιαι, ἤτοι συλλογισμοί. » Εἰ μὴ ἐκ τῆς οὐσίας τοῦ Θεοῦ καὶ Πατρός ἐστιν ὁ Υἱὸς, ἔξωθεν δὲ αὐτὸν κατ' ἐκείνους ὑπέστησε, γενητὸς ἄρα ἐστὶ καὶ πεποιημένος. πῶς οὖν ὁ ἐν τοῖς γεγονόσιν ἐστὶ τὰ πάντα ζωογονῶν; τί δὲ τὸ ἐξαίρετον ἐν τῇ θείᾳ φύσει λοιπὸν εὑρήσομεν; ἢ πῶς ὁ σοφώτατος Παῦλος, ὡς ἀξιάγαστόν τι φησὶν ἐπὶ τοῦ κατὰ φύσιν ὄντος Θεοῦ ” τοῦ “ζωογονοῦντος τὰ πάντα;” εἰ γὰρ γενητὸς ὑπάρχων ὁ Υἱὸς τὰ πάντα ζωοποιεῖ, ἑαυτὴν ἡ κτίσις ζωοποιεῖ χρῄζουσα μηδαμῶς εἰς τοῦτο τοῦ ποιήσαντος Θεοῦ. οὐδὲν οὖν ἄρα τὸ πλεῖον ἐν Θεῷ παρὰ τὴν κτίσιν. ἐνεργεῖ γὰρ οὐχ ἧττον, ἢ ὡς ἂν δύνηται Θεός. ἀλλὰ τοῦτο ἄτοπον: οὐκ ἄρα γενητὸς ὁ Υἱὸς, Θεὸς δὲ μᾶλλον, καὶ διὰ τοῦτο κατὰ φύσιν καὶ ζωή. Ἄλλο. Τὴν θείαν ὑπερθαυμάζει φύσιν, καὶ μάλα εἰκότως, ὁ ψαλμῳδὸς, καὶ δὴ καὶ ἀξίωμα κάλλιστον ἀνατίθησιν αὐτῇ λέγων “Ὅτι παρὰ σοὶ πηγὴ ζωῆς.” ἀλλ' εἴπερ ὑπέστησε τὸν Υἱὸν ὁ Πατὴρ, καὶ οὐκ ἐκ τῆς οὐσίας ἔχει τῆς ἑαυτοῦ, ζωοποιεῖ δὲ καὶ οὕτως ἔχων τὰ γενητὰ καὶ ζωὴ κατὰ φύσιν ἐστὶν ὡς ζωοποιὸς, τί μάτην ὁ ψαλμῳδὸς διατείνεται παρὰ μόνῳ τῷ Θεῷ πηγὴν ζωῆς εἶναι λέγων; ἐπιδέχεται γὰρ αὐτὸ καὶ ἡ τῶν γενητῶν φύσις, εἰ ζωοποιεῖ, καίτοι τῆς θείας οὐκ ὑπάρχων οὐσίας ὁ Υἱὸς κατὰ τὴν τινῶν ἀβουλίαν. ἀλλὰ τοῦτο ἄτοπον: οὐκοῦν ζωὴ κατὰ φύσιν ὁ Υἱὸς, ὡς Θεὸς ἐκ Θεοῦ, καὶ ζωὴ ἐκ ζωῆς. Ἄλλο. Εἰ ζωὴ κατὰ φύσιν ὑπάρχων ὁ Υἱὸς γενητός ἐστι καὶ πεποιημένος, ἅτε δὴ τὸ ἐκ τῆς οὐσίας εἶναι τοῦ Θεοῦ καὶ Πατρὸς οὐκ ἔχων κατὰ τὴν ἐκείνων ὑπόνοιαν, ἐπιδέξεται τῶν γενητῶν ἡ φύσις τὸ εἶναί τε καὶ καλεῖσθαι ζωή: ἔσται δὲ πάντα ζωὴ κατά γε τὸν ἐν δυνάμει λόγον, καὶ εἰ μήπω τὴν τοῦ πράγματος ἐνέργειαν ἔχει: τὸ γὰρ ὅλως εἶναί τι πεφυκὸς, εἴη δήπου πάντως ἂν, καὶ εἰ μήπω γέγονεν: ἔχει γὰρ ἐν τῇ φύσει τὸ δύνασθαι. ὅτε τοίνυν κοινὸν μὲν τῇ κτίσει τὸ εἶναι ζωὴ, ἴδιον δὲ καὶ μόνον οὐδενὸς, τί μάτην ἐφ' ἑαυτῷ κομπάζει λέγων ὁ Υἱός “Ἐγώ εἰμι ἡ ζωή;” χρῆν γὰρ δήπου μᾶλλον εἰπεῖν Ἐγώ εἰμι μεθ' ὑμῶν ἡ ζωή. τοῦτο δὲ ἦν πως καὶ ἀληθέστερον, εἴπερ ὄντως γενητὸς ὑπάρχων ἐστὶ καὶ ζωή: ἐπειδὴ δὲ, ὡς ἴδιον ἀγαθὸν ἑαυτῷ περιτίθησι μόνῳ τὸ εἶναι ζωὴ, δῆλος ἂν εἴη λοιπὸν οὐ τοῖς γενητοῖς ἑαυτὸν, ἀλλὰ τῇ θείᾳ τοῦ Πατρὸς συντάττων οὐσίᾳ, ᾗ καὶ τὸ εἶναι ζωὴ πρόσεστι φυσικῶς. Ἄλλο. Τὸ ζωῆς μετέχον οὐκ αὐτοκυρίως ἐστὶ ζωὴ, ἕτερον γάρ τι ὑπάρχον ἐν αὐτῷ φαίνεται: εἰ τοίνυν μεθεκτὸς ὁ Υἱὸς τοῖς γενητοῖς ὡς ζωὴ, ἕτερος ἂν εἴη παρὰ τὰ μετέχοντα αὐτοῦ καὶ ζωῆς δεόμενα: οὐκοῦν οὐ γενητὸς, οὔτε μὴν ζωοποιεῖσθαι ζητῶν παρ' ἑτέρου: Θεὸς οὖν ἄρα λοιπὸν ὡς ζωοποιός: εἰ δὲ τοῦτο, καὶ τῆς τοῦ Πατρὸς οὐσίας ὁμολογηθήσεται, εἴπερ ἕνα προσκυνοῦμεν Θεὸν, καὶ οὐχ ἑτέρῳ τινὶ παρὰ τὸν ὄντα λατρεύομεν. Ἄλλο. Τὴν τῶν ὄντων ἀκριβῶς ἐξετάζοντες φύσιν, Θεὸν ὁρῶμεν καὶ κτίσιν, καὶ ἕτερον ἐπὶ τούτοις οὐδέν. ὃ γὰρ ἂν ἐκπίπτῃ τοῦ εἶναι Θεὸς κατὰ φύσιν, τοῦτο πάντως ἐστὶ γενητὸν, καὶ ὅπερ ἂν τὸν τοῦ πεποιῆσθαι διαφεύγῃ λόγον, εἴσω πάντως ἐστὶ τῶν τῆς θεότητος ὅρων. ὅτε τοίνυν ἄριστά πως τὰ τοιαῦτα διεσκέμμεθα, λεγέτωσαν ἡμῖν οἱ τῆς τοῦ Θεοῦ καὶ Πατρὸς οὐσίας ἐξωθοῦντες τὸν Υἱὸν, πῶς ἂν δύναιτο ζωογονεῖν ὡς ζωὴ, ἴδιον ἐχούσης αὐτὸ τῆς θείας φύσεως, ἑτέρῳ δὲ παραχωρούσης οὐδενί. εἰ δὲ γενητὸς ὑπάρχων εἶναι δύναται καὶ ζωὴ, φθάσει δὴ πάντως ἐπὶ πάντα τὰ γενητὰ τοῦ πλεονεκτήματος ἡ χάρις, ἔσται δὲ πάντα κατὰ φύσιν ζωή: τίς οὖν αὐτοῖς ἔσται χρεία τῆς τοῦ Υἱοῦ μετοχῆς, ἢ τί τὸ πλέον ἐντεῦθεν εὑρήσουσιν; ἔχει γὰρ καὶ αὐτὰ τὸ εἶναι κατὰ φύσιν ζωή. ἀλλ' οὐκ ἀληθὴς ὁ λόγος, μετέχει δὲ ἀναγκαίως ὡς ζωῆς χρῄζοντα τοῦ Υἱοῦ. μόνος ἄρα ἐστὶν ὁ Μονογενὴς κατὰ φύσιν ζωὴ, καὶ οὐκ ἐν τοῖς γενητοῖς διὰ τοῦτο τετάξεται, ἀλλ' εἰς τὴν τοῦ τεκόντος αὐτὸν ἀναβήσεται φύσιν: ζωὴ γὰρ κατὰ φύσιν καὶ ὁ Πατήρ. Ἄλλο. Ζωὴ κατὰ φύσιν ὑπάρχων ὁ Υἱὸς, ἢ ἕτερός ἐστι παρὰ τὴν κτίσιν, δῆλον δὲ ὅτι κατὰ τὴν φύσιν, ἢ ὁμοφυὴς ταύτῃ. εἰ μὲν οὖν ὁμοφυής τε ἐστὶ καὶ ὁμοούσιος, πῶς οὐ διαψεύσεται λέγων “Ἐγώ εἰμι ὁ ἄρτος τῆς ζωῆς ὁ κατα” βαίνων ἐκ τοῦ οὐρανοῦ, καὶ ζωὴν διδοὺς τῷ κόσμῳ;“ ἔχει γὰρ ἡ κτίσις οἴκοθεν τὸ εἶναι ζωὴ, ζωὴ δὲ ζωῆς ἀμέτοχος, ἵνα φαίνηται ζωή. εἰ δὲ οὐκ ἔστιν ὁμοφυὴς, καὶ τὸ εἶναι γενητὸς διαφεύξεται, συνεξέλκων ἑαυτῷ τῆς κτίσεως καὶ τὸ ἴδιον ἀγαθόν. οὐ γὰρ ἡ κτίσις ἔσται κατὰ φύσιν ζωὴ, ζωῆς δὲ μᾶλλον δεομένη καὶ μέτοχος. Ἄλλο. Εἰ ζωὴ κατὰ φύσιν ὑπάρχων ὁ. Υἱὸς, ὁμοφυής ἐστι τοῖς πεποιημένοις, διὰ τὸ μὴ ὑπάρχειν ἐκ τῆς οὐσίας τοῦ Θεοῦ καὶ Πατρὸς, κατά γε τὸν παρ' ἐκείνοις λόγον, ὅτου δὴ χάριν ὁ μακάριος ψαλμῳδὸς, οὐρανοὺς μὲν ἀπολεῖσθαί φησι, καὶ ὡς ἱμάτιον παλαιωθήσεσθαι: ἴδιον δὲ ὥσπερ ἀνετίθει γέρας αὐτῷ ” Σὺ δὲ ὁ αὐτὸς εἶ, βοῶν, καὶ τὰ ἔτη σου οὐκ “ἐκλείψουσιν.” ἢ γὰρ ἀπολεῖται καὶ ἐκλείψει σὺν ἡμῖν ὡς ὁμοφυὴς, καὶ οὐκέτι νοηθήσεται ζωὴ, ἢ καὶ ἡμᾶς εἰς τὸ ὡσαύτως ἔχειν ἀεὶ καὶ εἰς ἀνέκλειπτον ἐτῶν ἀριθμὸν καὶ εἰς τὸ εἶναι ζωὴν ἀνελκύσει ἡ πρὸς αὐτὸν συνάφεια φυσική. ἀλλὰ μὴν ἕξει μὲν αὐτὸς ὡσαύτως ἀεὶ, ἡμεῖς δὲ ἐκλείψομεν: οὐκ ἄρα γενητὸς ὡς ἡμεῖς: ἀλλ' ἐπείπερ ἐστὶν ἐκ τῆς κατὰ φύσιν ζωῆς, ζωογονήσει καὶ αὐτὸς ὡς ζωὴ τὰ ζωῆς δεόμενα. Ἄλλο. Εἰ οὐδὲν ἑαυτοῦ μέτοχον, μετέχει δὲ ἡ κτίσις, ὡς ζωῆς, τοῦ Υἱοῦ: οὐκ ἄρα ἡ κτίσις αὐτὸς, ἀλλ' οὐδὲ ἡ κτίσις ζωὴ, ὅπερ ἐστὶν ὁ Υἱός. Ἄλλο. Εἰ τὸ ζωοποιεῖν ἕτερόν ἐστι, τὸ δὲ ζωοποιεῖσθαι ἕτερον, ὡς ἐνέργεια καὶ πάθος, καὶ ζωοποιεῖ μὲν ὁ Υἱὸς, ζωοποιεῖται δὲ ἡ κτίσις: οὐκ ἄρα ταὐτὸν Υἱὸς καὶ κτίσις, ἐπεὶ μηδὲ τὸ ἐνεργοῦν τῷ ἐνεργουμένῳ.