“ΚΥΡΙΟΣ δώσει ῥῆμα τοῖς εὐαγγελιζομένοις δυνάμει ” πολλῇ,“ καλῶς γε σφόδρα ποιῶν ὁ μελῳδὸς ἀναφθέγγεται: χρῆναι δὲ οἶμαι πρὸς τοῦτο βαδίζειν, οὐ τοὺς

 ΚΕΦΑΛΑΙΑ ΕΝ ΤΩ ΠΡΩΤΩ ΒΙΒΛΙΩ. α. Ὅτι ἀΐδιος καὶ πρὸ τῶν αἰώνων ὁ Μονογενής: προκειμένου ῥητοῦ Ἐν ἀρχῇ ἦν ὁ Λόγος. β. Ὅτι καὶ Θεὸς ὁμοούσιος ὑπάρχων τῷ

 ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΑΛΕΞΑΝΔΡΕΙΑΣ, ΕΞΗΓΗΣΙΣ ΥΠΟΜΝΗΜΑΤΙΚΗ ΕΙΣ ΤΟ ΚΑΤΑ ΙΩΑΝΝΗΝ ΕΥΑΓΓΕΛΙΟΝ. ΛΟΓΟΣ ΠΡΩΤΟΣ. ΑΚΡΙΒΗΣ ὄντως καὶ θ

 ΚΕΦΑΛΗ Α. Ἐν ἀρχῇ ἦν ὁ Λόγος. Ὅτι ἀΐδιος καὶ πρὸ τῶν αἰώνων ὁ Μονογενής. ΤΙ πρὸς τοῦτό φασιν οἱ νέον ἡμῖν καὶ πρόσφατον εἰσφέροντες τὸν Υἱὸν, ἵνα μηδὲ

 ΚΕΦΑΛΗ Β. Ὅτι καὶ Θεὸς καὶ ὁμοούσιος τῷ Πατρὶ ὑπάρχων ὁ Υἱὸς ἐν ἰδίᾳ ἐστὶν ὑποστάσει, ὁμοίως δὲ καὶ ὁ Πατήρ. « Καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεόν. » ἝΩΛΟΝ ἤ

 ΚΕΦΑΛΗ Γ. Ὅτι καὶ Θεὸς κατὰ φύσιν, καὶ κατ' οὐδένα τρόπον ἢ ἐλάττων ἢ ἀνόμοιός ἐστι τοῦ Πατρὸς ὁ Υἱός. « Καὶ Θεὸς ἦν ὁ Λόγος. » ΟΥΚ ἠγνόησεν ὁ πνευματ

 ΚΕΦΑΛΗ Δ. Πρὸς τοὺς τολμῶντας λέγειν, ὅτι ἕτερός ἐστιν ὁ ἐνδιάθετός τε καὶ φυσικὸς ἐν Θεῷ καὶ Πατρὶ Λόγος, καὶ ἕτερος ὁ παρὰ ταῖς θείαις γραφαῖς λεγόμ

 ΚΕΦΑΛΗ Ε. Ὅτι κατὰ φύσιν δημιουργὸς ὁ Υἱὸς μετὰ Πατρὸς, ὡς ἐκ τῆς οὐσίας ὑπάρχων αὐτοῦ, καὶ οὐχ ὥσπερ ὑπουργὸς παραλαμβανόμενος. « Πάντα δι' αὐτοῦ ἐγέ

 ΚΕΦΑΛΗ Ϛ. Ὅτι ζωὴ κατὰ φύσιν ἐστὶν ὁ Υἱὸς, καὶ διὰ τοῦτο οὐ γενητὸς, ἀλλ' ἐκ τῆς οὐσίας τοῦ Θεοῦ καὶ Πατρός. « Ὃ γέγονεν, ἐν αὐτῷ ζωὴ ἦν. » ἜΤΙ τὰς πε

 ΚΕΦΑΛΗ Ζ. Ὅτι φῶς κατὰ φύσιν ἐστὶν ὁ Υἱὸς, καὶ διὰ τοῦτο οὐ γενητὸς, ἀλλ' ἐκ τῆς οὐσίας τοῦ Θεοῦ καὶ Πατρὸς, ὡς φῶς ἀληθινὸν ἐκ φωτὸς ἀληθινοῦ. « Καὶ

 ΚΕΦΑΛΗ Η. Ὅτι μόνος ὁ Υἱὸς τοῦ Θεοῦ φῶς ἐστιν ἀληθινὸν, ἡ δὲ κτίσις οὐκέτι, φωτὸς οὖσα μέτοχος, ὡς γενητή. « Ἦν τὸ φῶς τὸ ἀληθινόν. » ΕΠΕΞΕΡΓΑΖΕΤΑΙ πά

 ΚΕΦΑΛΗ Θ. Ὅτι οὐ προϋπάρχει τοῦ σώματος ἡ τοῦ ἀνθρώπου ψυχὴ, οὐδὲ ἐκ πρεσβυτέρων ἁμαρτημάτων ἡ σωμάτωσις κατά τινας. « Ὃ φωτίζει πάντα ἄνθρωπον ἐρχόμε

 ΚΕΦΑΛΗ Ι. Ὅτι μόνος κατὰ φύσιν Υἱὸς ἐκ Πατρὸς ὁ Μονογενὴς, ὡς ἐξ αὐτοῦ καὶ ἐν αὐτῷ. « Θεὸν οὐδεὶς ἑώρακε πώποτε: ὁ Μονογενὴς Θεὸς ὁ ὢν εἰς τὸν κόλπον

 ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΑΛΕΞΑΝΔΡΕΙΑΣ ΕΙΣ ΤΟ ΚΑΤΑ ΙΩΑΝΝΗΝ ΕΥΑΓΓΕΛΙΟΝ, ΒΙΒΛΙΟΝ Αʹ. ΚΕΦΑΛΑΙΑ ΕΝ ΤΩ ΔΕΥΤΕΡΩ ΒΙΒΛΙΩ. α. Ὅτι οὐ κατὰ μετοχὴν, οὐδὲ ὡς ἐπακτὸν

 ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΑΛΕΞΑΝΔΡΕΙΑΣ ΕΙΣ ΤΟ ΚΑΤΑ ΙΩΑΝΝΗΝ ΕΥΑΓΓΕΛΙΟΝ. ΒΙΒΛΙΟΝ Βʹ. Τῇ ἐπαύριον βλέπει τὸν Ἰησοῦν ἐρχόμενον πρὸς

 ΚΕΦΑΛΗ Α. Ὅτι οὐ κατὰ μετοχὴν οὐδὲ ὡς ἐπακτὸν ἐν τῷ Υἱῷ τὸ Ἅγιον Πνεῦμά ἐστιν, ἀλλ' οὐσιωδῶς καὶ κατὰ φύσιν ἐνυπάρχει αὐτῷ. « Καὶ ἐμαρτύρησεν Ἰωάννης

 ΚΕΦΑΛΗ Β. Ὅτι οὐκ ἐν τοῖς γενητοῖς ἐστιν ὁ Υἱὸς, ἀλλ' ἐπάνω πάντων, ὡς Θεὸς ἐκ Θεοῦ. « Ὁ ἄνωθεν ἐρχόμενος ἐπάνω πάντων ἐστίν. » ΟΥ μέγα, φησὶν, οὐδὲ λ

 ΚΕΦΑΛΗ Γ. Ὅτι Θεὸς καὶ ἐκ Θεοῦ κατὰ φύσιν ὁ Χριστός. « Ὁ λαμβάνων αὐτοῦ τὴν μαρτυρίαν ἐσφράγισεν ὅτι ὁ Θεὸς ἀληθής ἐστιν. » ΟΥΧ ἑτέρως ἦν ἐπιδεῖξαι τὴ

 ΚΕΦΑΛΗ Δ. Ὅτι οὐ μεταληπτῶς ἐν Υἱῷ τὰ τοῦ Θεοῦ καὶ Πατρὸς ἴδια, ἀλλ' οὐσιωδῶς καὶ κατὰ φύσιν. « Ὁ Πατὴρ ἀγαπᾷ τὸν Υἱὸν καὶ πάντα δέδωκεν ἐν τῇ χειρὶ α

 ΚΕΦΑΛΗ Ε. Ὅτι οὐκ ἐν τοῖς προσκυνοῦσίν ἐστιν ὁ Υἱὸς, ᾗ Λόγος ἐστὶ καὶ Θεὸς, προσκυνεῖται δὲ μᾶλλον μετὰ Πατρός. « Ὑμεῖς προσκυνεῖτε ὃ οὐκ οἴδατε: ἡμεῖ

 ΚΕΦΑΛΗ Ϛ. Ὅτι οὐκ ἐλάττων κατὰ δύναμιν ἢ κατ' ἐνέργειαν τὴν ἐπί τισιν ὁ Υἱὸς τοῦ Πατρὸς, ἀλλ' ἰσοσθενής τε καὶ ὁμοούσιος, ὡς ἐξ αὐτοῦ καὶ κατὰ φύσιν.

 ΚΕΦΑΛΗ Ζ. Ὅτι τῶν θεοπρεπῶν ἀξιωμάτων ἤτοι πλεονεκτημάτων οὐδὲν ὡς ἐκ μετοχῆς ἢ ἐπακτὸν ἐν Υἱῷ. « Οὐδὲ γὰρ ὁ Πατὴρ κρίνει οὐδένα, ἀλλὰ τὴν κρίσιν πᾶσα

 ΚΕΦΑΛΗ Η. Ὅτι Θεὸς καὶ ἐκ Θεοῦ κατὰ φύσιν ὑπάρχων ὁ Υἱὸς, καὶ εἰκὼν τοῦ γεννήσαντος ἀκριβὴς, ἴσην ἔχει πρὸς αὐτὸν καὶ τιμὴν καὶ δόξαν. « Ἵνα πάντες τι

 ΚΕΦΑΛΗ Θ. Ὅτι κατ' οὐδὲν ἐλάττων τοῦ Θεοῦ καὶ Πατρὸς ὁ Υἱὸς, ἀλλ' ἰσοσθενὴς κατ' ἐνέργειαν τὴν ἐφ' ἅπασίν ἐστιν ὡς Θεὸς ἐκ Θεοῦ. « Οὐ δύναμαι ἐγὼ ποιε

 ΚΕΦΑΛΑΙΑ ΕΝ ΤΩι ΤΡΙΤΩι ΒΙΒΛΙΩι ΠΛΑΤΥΤΕΡΟΝ ΕΙΡΗΜΕΝΑ. α. Ζήτησις ἀκριβὴς, διατί μὴ μόνον λύχνος, ἀλλὰ καιόμενος καὶ φαίνων ὁ μακάριος βαπτιστὴς εἴρηται

 ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΑΛΕΞΑΝΔΡΕΙΑΣ ΕΙΣ ΤΟ ΚΑΤΑ ΙΩΑΝΝΗΝ ΕΥΑΓΓΕΛΙΟΝ. ΒΙΒΛΙΟΝ Γ. « Ζήτησις ἀκριβὴς διατί μὴ μόνον ὁ λύχνος, ἀλ

 ΚΕΦΑΛΗ Β. Ὅτι εἰκών ἐστι τοῦ Θεοῦ καὶ Πατρὸς ὁ Υἱὸς, ἐν ᾧ καὶ πρὸς Ἰουδαίους ἔλεγχος, ὡς μὴ νοοῦντας τὰ διὰ Μωυσέως αἰνιγματωδῶς μᾶλλον εἰρημένα. « Οὔ

 ΚΕΦΑΛΗ Γ. Ὅτι τοῦ Σωτῆρος τὴν ἄφιξιν ἐσήμαινεν ὁ Μωυσῆς. Ἐκ τοῦ Δευτερονομίου περὶ Χριστοῦ. ” ΠΡΟΦΗΤΗΝ ὑμῖν ἐκ τῶν ἀδελφῶν σου ὡς ἐμὲ ἀνα“στήσει σοι Κ

 ΚΕΦΑΛΗ Δ. Ὅτι πολλάκις αἱ Χριστοῦ μεταβάσεις ἀπὸ τῆς Ἱερουσαλὴμ τὸ μετατεθήσεσθαι τὴν χάριν ἐπὶ τὰ ἔθνη δηλοῦσιν: ἐν ταὐτῷ δὲ καὶ λόγος περὶ τῶν πέντε

 ΚΕΦΑΛΗ Ε. Ὅτι χαρακτὴρ τῆς ὑποστάσεως τοῦ Θεοῦ καὶ Πατρός ἐστιν ὁ Μονογενὴς, καὶ οὐχ ἕτερος παρ' αὐτὸν ἢ ἔστιν ἢ νοεῖται χα ρακτήρ. « Ἣν ὁ υἱὸς τοῦ ἀν

 ΚΕΦΑΛΗ Ϛ. Περὶ τοῦ μάννα, ὅτι τύπος ἦν τῆς Χριστοῦ παρουσίας καὶ τῶν δι' αὐτοῦ χαρισμάτων πνευματικῶν. « Εἶπεν οὖν αὐτοῖς ὁ Ἰησοῦς Ἀμὴν ἀμὴν λέγω ὑμῖν

 ΚΕΦΑΛΑΙΑ ΤΑ ΕΝ ΤΩι ΤΕΤΑΡΤΩι ΒΙΒΛΙΩι α. Ὅτι κατ' οὐδὲν ἐλάττων τοῦ Θεοῦ καὶ Πατρὸς ὁ Υἱὸς, διὰ τὸ ἐξ αὐτοῦ κατὰ φύσιν ὑπάρχειν, κἂν ὑποτάττεσθαι λέγητα

 ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΑΛΕΞΑΝΔΡΕΙΑΣ ΕΙΣ ΤΟ ΚΑΤΑ ΙΩΑΝΝΗΝ ΕΥΑΓΓΕΛΙΟΝ. ΒΙΒΛΙΟΝ ΤΕΤΑΡΤΟΝ. ΚΕΦΑΛΗ Α. Ὅτι κατ' οὐδὲν ἐλάττων τοῦ Θ

 ΚΕΦΑΛΗ Β. Ὅτι ζωοποιὸν τὸ ἅγιον σῶμα Χριστοῦ, ἐν οἷς ὡς περὶ ἄρτου φησὶ τοῦ ἰδίου σώματος. « Ἐγώ εἰμι ὁ ἄρτος τῆς ζωῆς. οἱ πατέρες ὑμῶν ἔφαγον τὸ μάνν

 ΚΕΦΑΛΗ Γ. Ὅτι οὐ ζωῆς τῆς παρ' ἑτέρου μέτοχός ἐστιν ὁ Υἱὸς, μᾶλλον δὲ κατὰ φύσιν ζωὴ ὡς ἐκ ζωῆς τῆς κατὰ φύσιν γεγεννημένος τοῦ Θεοῦ καὶ Πατρός. « Καθ

 ΚΕΦΑΛΗ Δ. Ὅτι τύπος ἦν τοῦ Χριστοῦ προηγουμένη τοῦ λαοῦ κατὰ τὴν ἔρημον ἡ ἁγία σκηνὴ, καὶ ἡ κιβωτὸς δὲ ἡ ἐν αὐτῇ καὶ ἡ λυχνία καὶ τὰ θυσιαστήρια δὲ, τ

 ΚΕΦΑΛΗ Ε. Περὶ τῆς ἑορτῆς τῆς σκηνοπηγίας, ὅτι τῆς ὀφειλομένης τοῖς ἁγίοις ἐλπίδος τὴν ἀποκατάστασιν δηλοῖ, καὶ τὴν ἐκ νεκρῶν ἀναβίωσιν: προκειμένου ῥ

 ΚΕΦΑΛΗ Ϛ. Λόγος περὶ τῆς ἀργίας τῆς κατὰ τὸ σάββατον, τίνος ἐστὶ σημαντικὴ πολυτρόπως ἐπιδεικνύς. « Εἰ περιτομὴν λαμβάνει ἄνθρωπος ἐν σαββάτῳ ἵνα μὴ λ

 ΚΕΦΑΛΗ Ζ. Λόγος περὶ τῆς ἐν ὀγδόῃ περιτομῆς, τίνος ἐστὶ σημαντικὴ πολυτρόπως ἐπιδεικνύς. ἈΡΚΟΥΝΤΩΣ ἤδη, καθάπερ ὑπολαμβάνω, καὶ κατὰ δύναμιν τῆς ἐνούσ

 ΚΕΦΑΛΑΙΑ ΤΑ ΕΝ ΤΩι ΠΕΜΠΤΩι ΒΙΒΛΙΩι. α. Ὅτι κατὰ Ἑλλήνων ἀμαθεῖς ὑπονοίας, οὐ ταῖς ὥραις ὡς ἐξ ἀνάγκης ὑπόκειται τὰ καθ' ἡμᾶς, ἀλλ' ἐκ προαιρέσεως ἰδία

 ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΑΛΕΞΑΝΔΡΕΙΑΣ ΕΙΣ ΤΟ ΚΑΤΑ ΙΩΑΝΝΗΝ ΕΥΑΓΓΕΛΙΟΝ. ΒΙΒΛΙΟΝ ΠΕΜΠΤΟΝ. « Ἔλεγον οὖν τινες ἐκ τῶν Ἱεροσολυμιτῶν

 ΚΕΦΑΛΗ Α. Ὅτι κατὰ τὰς Ἑλλήνων ἀμαθεῖς ὑπονοίας, οὐ ταῖς ὥραις ὡς ἐξ ἀνάγκης ὑπόκειται τὰ καθ' ἡμᾶς, ἀλλ' ἐκ προαιρέσεως ἰδίας ἐπί τε τὸ ἀγαθὸν καὶ τὸ

 ΚΕΦΑΛΗ Β. Ὅτι μετὰ τὸν τοῦ Σωτῆρος σταυρὸν κατὰ τὴν ἐκ νεκρῶν ἀναβίωσιν ἐνῳκίσθη παγίως ἡμῖν τὸ Ἅγιον Πνεῦμα. « Τοῦτο δὲ ἔλεγε περὶ τοῦ Πνεύματος οὗ ἔ

 ΚΕΦΑΛΗ Γ. Ὅτι οὐ τῆς Ἰουδαίων ἰσχύος ἔργον ἦν τὸ ἐπὶ σταυρῷ πάθος, οὐδὲ ἐκ τῆς τινων πλεονεξίας ἀπέθανεν ὁ Χριστὸς, ἀλλ' αὐτὸς ἑκὼν ὑπὲρ ἡμῶν τοῦτο πέ

 ΚΕΦΑΛΗ Δ. Ὅτι Θεὸς κατὰ φύσιν ἐστὶν ὁ Υἱὸς τῆς πρὸς τὴν κτίσιν ὁμοιότητος ἀνῳκισμένος παντελῶς, ὅσον εἰς οὐσίας λόγον. « Ὑμεῖς ἐκ τούτου τοῦ κόσμου ἐσ

 ΚΕΦΑΛΗ Ε. Ὅτι οὐκ ἐλάττων ἐν δυνάμει καὶ σοφίᾳ τοῦ Θεοῦ καὶ Πατρὸς ὁ Υἱὸς, μᾶλλον δὲ αὐτὸς σοφία καὶ δύναμις αὐτοῦ. « Καὶ ἀπ' ἐμαυτοῦ ποιῶ οὐδὲν, ἀλλὰ

 ΚΕΦΑΛΑΙΑ ΤΑ ΕΝ ΤΩι ΕΚΤΩι ΒΙΒΛΙΩι. Ὅτι οὐκ ἐκ προγενεστέρων τῆς ψυχῆς ἁμαρτημάτων τὰ σωματικά τισιν ἐπισυμβαίνει πάθη, ἀλλ' οὐδὲ ἁμαρτίας πατέρων ἐπὶ τ

 ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΑΛΕΞΑΝΔΡΕΙΑΣ ΕΙΣ ΤΟ ΚΑΤΑ ΙΩΑΝΝΗΝ ΕΥΑΓΓΕΛΙΟΝ. ΒΙΒΛΙΟΝ ΕΚΤΟΝ. « Ὑμεῖς ἐκ τοῦ πατρὸς τοῦ διαβόλου ἐστὲ,

 ΚΕΦΑΛΗ Α. Ὅτι οὐκ ἐκ προγενεστέρων τῆς ψυχῆς ἁμαρτημάτων τὰ σωματικά τισιν ἐπισυμβαίνει πάθη, ἀλλ' οὐδὲ ἁμαρτίας πατέρων ἐπάγει τισὶν ὁ Θεὸς, τοὺς οὐδ

 LIBRI VII FRAGMENTA QUAE REPERIRI POTUERUNT. « Οὐδεὶς αἴρει αὐτὴν ἀπ' ἐμοῦ, ἀλλ' ἐγὼ τίθημι αὐτὴν ἀπ' ἐμαυτοῦ. ἐξουσίαν ἔχω θεῖναι αὐτὴν, καὶ ἐξουσίαν

 LIBRI VIII FRAGMENTA QUAE REPERIRI POTUERUNT. « Ἡ οὖν Μαρία λαβοῦσα λίτραν μύρου νάρδου πιστικῆς πολυτίμου, ἤλειψε τοὺς πόδας τοῦ Ἰησοῦ καὶ ἐξέμαξε τα

 ΚΕΦΑΛΑΙΟΝ ΤΟ ΕΝ ΤΩι ΕΝΝΑΤΩι ΒΙΒΛΙΩι. α. Ὅτι διὰ τὴν ταυτότητα τῆς φύσεως ὁ Υἱὸς μὲν ἐν τῷ Πατρί ἐστιν: ὁ Πατὴρ δ' αὖ πάλιν ἐν τῷ Υἱῷ ἐστιν.

 ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΑΛΕΞΑΝΔΡΕΙΑΣ ΥΠΟΜΝΗΜΑ ΕΙΣ ΤΟ ΚΑΤΑ ΙΩΑΝΝΗΝ ΕΥΑΓΓΕΛΙΟΝ. ΒΙΒΛΙΟΝ ΕΝΝΑΤΟΝ. « Ὅτι ἐγὼ ἐξ ἐμαυτοῦ οὐκ ἐλάλησα, ἀλλ' ὁ πέμψας με Πατὴρ

 ΚΕΦΑΛΗ Α. Ὅτι διὰ τὴν ταυτότητα τῆς φύσεως, ὁ Υἱὸς μὲν ἐν τῷ Πατρί ἐστιν, ὁ Πατὴρ δ' αὖ πάλιν ἐν τῷ Υἱῷ ἐστιν. « Πιστεύετε ὅτι ἐγὼ ἐν τῷ Πατρὶ καὶ ὁ Π

 ΚΕΦΑΛΑΙΑ ΤΑ ΕΝ ΤΩι ΔΕΚΑΤΩι ΒΙΒΛΙΩι. α. Ὅτι κατ' οὐδὲν ἐλάττων ἐστὶν ὁ Υἱὸς τοῦ Θεοῦ καὶ Πατρὸς, ἴσος δὲ μᾶλλον καὶ ὅμοιος κατὰ φύσιν αὐτῷ, προκειμένου

 ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΑΛΕΞΑΝΔΡΕΙΑΣ ΕΙΣ ΤΟ ΚΑΤΑ ΙΩΑΝΝΗΝ ΕΥΑΓΓΕΛΙΟΝ. ΒΙΒΛΙΟΝ ΔΕΚΑΤΟΝ. « Ὁ ἔχων τὰς ἐντολάς μου καὶ τηρῶν αὐτὰ

 ΚΕΦΑΛΗ Α. Ὅτι κατ' οὐδὲν ἐλάττων ἐστὶν ὁ Υἱὸς τοῦ Θεοῦ καὶ Πατρὸς, ἴσος δὲ μᾶλλον καὶ ὅμοιος κατὰ φύσιν αὐτῷ. « Εἰ ἠγαπᾶτέ με, ἐχάρητε ἂν ὅτι πορεύομα

 ΚΕΦΑΛΗ Β. Ὅτι τῷ Θεῷ καὶ Πατρὶ ὁμοούσιός ἐστιν ὁ Υἱὸς, καὶ οὐχ ἑτεροφυὴς, οὐδὲ ἔκφυλος, κατά τινας τῶν διεστραμμένων. « Ἐγώ εἰμι ἡ ἄμπελος ἡ ἀληθινὴ,

 ΚΕΦΑΛΑΙΑ ΤΑ ΕΝ ΤΩι ΕΝΔΕΚΑΤΩι ΒΙΒΛΙΩι. α. Ὅτι φυσικῶς ἐκ Θεοῦ τε καὶ ἐν τῷ Υἱῷ τὸ Πνεῦμα τὸ Ἅγιον καὶ δι' αὐτοῦ καὶ ἐν τῇ οὐσίᾳ αὐτοῦ. β. Ὅτι φυσικῶς ἐ

 ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΑΛΕΞΑΝΔΡΕΙΑΣ ΕΙΣ ΤΟ ΚΑΤΑ ΙΩΑΝΝΗΝ ΕΥΑΓΓΕΛΙΟΝ. ΒΙΒΛΙΟΝ ΕΝΔΕΚΑΤΟΝ. ΚΕΦΑΛΗ Α. Ὅτι φυσικῶς ἐκ Θεοῦ τε καὶ

 ΚΕΦΑΛΗ Β. Ὅτι φυσικῶς ἐν τῷ Υἱῷ καὶ ἐν τῇ οὐσίᾳ αὐτοῦ τὸ Πνεῦμα αὐτοῦ, τουτέστι τὸ Ἅγιον, καθὰ καὶ ἐν τῇ οὐσίᾳ τοῦ Πατρός. « Πάντα ὅσα ἔχει ὁ Πατὴρ ἐμ

 ΚΕΦΑΛΗ Γ. Ὅτι τῆς θεοπρεποῦς δόξης οὐκ ἐπιδεᾶ θεωρήσαι τις ἂν τὸν Υἱὸν, κἂν εὑρίσκηται λέγειν Πάτερ δόξασον τὸν Υἱόν σου. « Ταῦτα ἐλάλησεν ὁ Ἰησοῦς, κ

 ΚΕΦΑΛΗ Δ. Ὅτι κατ' οὐδένα τρόπον ἀδικήσει τοῦ Υἱοῦ τὴν δόξαν τὸ εἰληφέναι τι λέγεσθαι παρὰ τοῦ Θεοῦ καὶ Πατρὸς, ἔχοντος εὐσεβῆ τοῦ πράγματος λόγον. «

 ΚΕΦΑΛΗ Ε. Ὅτι τοῦ εἶναι Θεὸς ἀληθινὸς ὁ Υἱὸς οὐκ ἔξω κείσεται, κἂν μόνον καὶ ἀληθινὸν ὀνομάζῃ Θεὸν τὸν Πατέρα. « Αὕτη δέ ἐστιν ἡ αἰώνιος ζωὴ, ἵνα γινώ

 ΚΕΦΑΛΗ Ϛ. Ὅτι δόξης τῆς θεοπρεποῦς οὐ γυμνὸς ἦν ὁ Υἱὸς κἂν εὑρίσκηται λέγων πρὸς τὸν Πατέρα Καὶ νῦν δόξασόν με τῇ δόξῃ ᾗ εἶχον, καὶ τὰ ἑξῆς. « Ἐγώ σε

 ΚΕΦΑΛΗ Ζ. Ὅτι τὸ λέγεσθαί τι δεδόσθαι τῷ Υἱῷ παρὰ τοῦ Πατρὸς, οὐκ ἐξοικιεῖ τῆς θεοπρεποῦς ἀξίας αὐτὸν, ἀλλ' ὢν ὁμοούσιός τε καὶ ἐξ αὐτοῦ διαφαίνεται κ

 ΚΕΦΑΛΗ Η. Ὅτι οὐκ ἔξω κείσεται τῆς Χριστοῦ βασιλείας, κἂν εἴ τι λέγοιτο τοῦ Πατρός: ἅμα γὰρ αὐτῶν ἡ κατὰ πάντων ἀρχή. « Ἐγὼ περὶ αὐτῶν ἐρωτῶ: οὐ περὶ

 ΚΕΦΑΛΗ Θ. Ὅτι φυσικὸν ἐν τῷ Υἱῷ τὸ τῆς θεότητος ἀξίωμα, κἂν εἰληφέναι λέγηται τοῦτο παρὰ Πατρὸς διὰ τὸ ἀνθρώπινον καὶ τὸ τῆς ταπεινώσεως σχῆμα. « Πάτε

 ΚΕΦΑΛΗ Ι. Ὅτι οὐκ ἐκ μετοχῆς τῆς πρὸς ἕτερον ἅγιός ἐστιν ὁ Χριστὸς οὐδὲ ξένος τῆς οὐσίας αὐτοῦ ὁ διὰ Πνεύματος ἁγιασμός. « Καθὼς ἐμὲ ἀπέστειλας εἰς τὸ

 ΚΕΦΑΛΗ ΙΑ. Ὅτι φυσικῶς ὁ Υἱὸς ἕν ἐστι πρὸς τὸν ἑαυτοῦ Πατέρα Θεὸν, καὶ αὐτὸς μὲν ἐν Πατρὶ, ὁ Πατὴρ δὲ ἐν αὐτῷ, κατά γε τὸν οὐσιώδη τῆς ἑνότητος σύνδεσ

 ΚΕΦΑΛΗ ΙΒ. « Ὅτι κατὰ φύσιν ἕν ἐστιν ὁ Υἱὸς πρὸς τὸν ἑαυτοῦ Πατέρα Θεὸν, κἂν ὡς ἐν χάριτος μέρει δέξασθαι λέγῃ τὸ ἓν εἶναι πρὸς τὸν Πατέρα. »

 ΚΕΦΑΛΑΙΟΝ « ΤΟ ΕΝ ΤΩι ΔΩΔΕΚΑΤΩι ΒΙΒΛΙΩι. » α. Ὅτι Θεὸς κατὰ φύσιν ἐστὶν ὁ Υἱὸς, κἂν εὑρίσκηται δι' ἡμᾶς Θεὸν ἑαυτοῦ τὸν Πατέρα καλῶν, προκειμένου ῥητο

 ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΑΛΕΞΑΝΔΡΕΙΑΣ ΕΙΣ ΤΟ ΚΑΤΑ ΙΩΑΝΝΗΝ ΕΥΑΓΓΕΛΙΟΝ ΒΙΒΛΙΟΝ ΔΩΔΕΚΑΤΟΝ

 ΚΕΦΑΛΗ Α. « Ὅτι κατὰ φύσιν Θεός ἐστιν ὁ Υἱὸς, κἂν εὑρίσκηται δι' ἡμᾶς Θεὸν ἑαυτοῦ τὸν Πατέρα καλῶν. »

Chapter Viii. That the Son of God alone is Very Light, the creature not at all, being participate of Light, as originate.

9 That was the true Light.

The Divine Evangelist again profitably recapitulates what has been said, and clearly marks off That Which is in truth the Light, the Only-Begotten, from those that are not so, namely things originate: he severs clearly That Which is by nature from them which are by grace, That Which is partaken of from those which are participate of it, That Which ministereth Itself to those who lack from those who are in enjoyment of Its largess. And if the Son is Very Light, nought save He is in truth Light, nor hath of its own in potential the being called and being Light, nor yet will things originate produce this as fruit of their own nature; but just as from not being they are, so from not being Light will they mount up to being light, and by receiving the beams of the Very Light, and irradiated by the participation of the Divine Nature, will they in imitation of It alike be called and be light.

And the Word of God is Essentially Light, not being so of grace by participation, nor having this dignity as an accident in Himself, nor yet imported, as grace, but the unchangeable and immutable good of the Uncreated Nature, passing through from the Father into the Heir of His Essence. But the creature, not so will it bear about it the being light, but as not having it receives, as darkness it is illumined, it has, as an accruing grace, the dignity from the love to man of Him Who giveth it. Hence the One is Very Light, the other not at all. So great therefore being the difference between, and so great a notion severing off, the Son of God from the creature in respect to sameness of nature, how must one not and with reason deem that they are foolish, yea rather outside of all good understanding, who say that He is originate, and rank with things made the Creator of all, not seeing, as seems to me, how great impiety their daring will risk, not knowing either what they say nor whereof they affirm.

For that to those who are used to test more accurately the truth in the words before us, the Only-Begotten, that is, the True Light, will be shewn to be in no way originate or made, or in any thing at all con-natural with the creature, one may on all sides see and that very easily, and not least through the thoughts that are in order subjoined, collected for the consideration of what is before us.

Thoughts or syllogisms whereby one may learn that the Son Alone is Very Light, the creature not at all; hence neither is He connatural therewith.

If the Son being the Brightness of the glory of God the Father, is therefore Very Light, He will not be connatural with the creature, that the creature too be not conceived of as the brightness of the glory of God the Father, having in potential the being by nature this which the Son is.

Another. If the whole creation have the power of being Very Light, why is this attributed to the Son Alone? For one ought I suppose by reason of equality to give to things made also the title of being the Very Light. But no one of things originate will this befit, but it will be predicated of the Alone Essence of the Son. Of right therefore and truly will it rest on Him, on created things not at all. How then will He be connatural with the creation, and not rather belong to what is above the creation, as being above it with the Father?

Another. If that which is not in truth light be not the same as the in truth Light (for the enunciation of either has somewhat of diversity), and the Son be called Very Light, and be so of a truth: the creature will therefore not be Very Light. Hence neither are things thus severed from one another connatural.

Another. If not only the Only-Begotten be the Very Light, but the creature too possesseth the being very light, wherefore does He light every man that cometh into the world? For since the originate nature too possesseth this of its own, the being lightened by the Son were superfluous. Yet verily doth He light, all we are partakers of Him. Not therefore the same in regard to quality of essence, are the Son and the creature: as neither with the participator that whereof it is participate.

Another. If not only to the Son by Nature accrues the being Very Light, but the creature too have it, clearly of superfluity as I think will the Psalmist say to some, Look unto Him and be ye lightened. For that which is wholly of a truth light, will not become light by participation of some other, neither will it be illumined by enlightenment from other, but rather will be endowed with perfect purity from its own nature. But we see that man lacks light, being of created nature; and true is the Psalmist crying aloud as to the Word of God, For Thou wilt light my candle, the Lord my God will enlighten my darkness. Not then of a truth light are we, but rather participate of the Word that lighteth, and alien by nature from the Very Light, which is the Son.

Another of the same. If the mind of man is called a candle, as it is sung in the Psalms, For Thou wilt light my candle, how shall we be of a truth light? for to the candle the light is imported and given. And if the Only-Begotten Alone lights the darkness that is in us, how is not He rather of a truth light, we not at all? But if this be true, how can He be connatural with the creature, Who is so far above it?

Another. If to be very light can accrue to the creature, even as to the Son, man will be very light, as being a portion of it. To whom then did God the Father promise by the holy Prophets saying, But unto you that fear My Name shall the Sun of Righteousness arise? For whatever need of the Sun to illumine it had the of a truth light? Yet did God the Father promise to give it us as being in need, and we have received it and are lighted. Other then than we and the creature in regard to identity of essence is the Only-Begotten, being Very Light and able to lighten things that need light.

Another. If not the Son Alone is Very Light, but the creature too possess this, it will be consequently in us too. What then induced the saints to cry aloud to God, O send out Thy Light and Thy Truth? Wherein thinking to help us thereby did they oftentimes send forth, tell me, those words? For if they knew that man is in need of light and that he lacks this addition from another, how will any say with truth, that he too is Very Light? but if he needed not the lighting word, why to no purpose did they call on Him Who could in no wise aid them? But one cannot say that the mind of the saints failed of the truth, and God the Father Himself sends the Son as to those who lack light. Other therefore by Nature in respect of the creature is the Only-Begotten, as lighting things that lack Light.

Another. If we say that the creature lacks light, and that the Only-Begotten lightens it, the creature does not bring itself to the Light; hence neither is it Very Light as the Son is.

Another. If that which is by nature and truth light does not admit of darkness, and the Only-Begotten is Very Light, and the creature likewise Very Light, why does the Scripture say of the Son, The darkness comprehended it not: but of us Paul saith, In whom the god of this world hath blinded the eyes of them which believe not? and again the Saviour Himself, While ye have the light, walk in the light, lest darkness come upon you. For it is I suppose clear to all, that unless it were possible for some of us to be apprehended by the darkness, our Saviour would not have said ought of this. How then will any longer be the same in nature the Only-Begotten and the creature, the Unchangeable with the changing, He Who may not suffer ought that injures with the darkened and that can acquire lighting, as something, that is, accruing to it, and not inherent in it by nature?

Another. If the Only-Begotten be not Alone Very Light, but the creature have it too, as connatural with Him, how cry we aloud to God the Father, In Thy Light shall we see light? For if we be very light, how shall we be enlightened in another? But if we as needing light from without us say this, we clearly are not in truth light. Hence neither are we connatural with the Word Who is by Nature so far above us.

Another expository. Our Lord Jesus Christ is found to say in the Gospel, And this is the condemnation, that light is come into the world, and men loved darkness rather than light, because their deeds were evil. For every one that doeth evil hateth the light, neither cometh to the light. But if the Only-Begotten is the Very Light, and the creature is capable of being likewise very light: how cometh He in order to lighten it, and it loved darkness? How at all cometh it not to the light, if itself be the very light? For things that pertain to any by nature have their possession inherent: things that are eligible of the will, have not that inherence: as for example;----not of one's own will does one attain to being a rational man; for one has it by nature: but one will have it of one's own will to be bad or good, and will likewise of one's own power love righteousness or the reverse. If the creature is by nature the light (for this is the meaning of very), how cometh it not to the light? or how loveth it the darkness, as though it possessed not by nature the being very light, but made through choice rather its inclination to the better or the worse?

Either therefore let our opponents dare to say that the endowments above those of the creature are not naturally inherent in the Son, that they may be convicted of more naked blasphemy and may hear from all, The Lord shall cut off all deceitful lips, and the tongue that speaketh proud things, or if they surely confess that these goods are in Him Essentially, let them not connect with Him in unity of nature, the nature that is not so, as we have just shewn.

Another. If the Word of God be not Alone the Very Light, but the creature too possess the being very light, as He does, why does He say, I am the light of the world? or how shall we endure one to despoil our nature of its most excellent prerogative, if it is any way possible that we too should be very light, the originate nature likewise possessing this? But if the Only-Begotten says truly, I am the Light of the world, by participation it is plain with Him, and no otherwise, will the creature be light. If so, it is not connatural with Him.

Another. If the Son be not Alone in truth Light, but this exist in things originate also:----what shall we say, when the most wise Paul writes to us, But ye are a chosen generation, a royal priesthood, an holy nation, a peculiar people, that ye should shew forth the praises of Him Who hath called you out of darkness into His marvellous Light? For what kind of darkness at all is there in us, or in what darkness were we, being ourselves also the in truth light? how have we been called unto the light, who are not in darkness? But neither does the herald of truth speak untrulySvho was bold to say, Do ye seek a proof of Christ speaking in me? and we are called into His marvellous Light, as from darkness that is, and no otherwise. But if this be true, the creature is not of a truth light, but the Son is alone truly and strictly Light, and things originate are so by participation of Him, and therefore they are not connatural with Him.

Others with citation of utterances, gathering the readers by simpler thoughts to the confession that the Son of God Alone is the Very Light, the nature of things originate lighted by largess from Him, not possessing the being light essentially as He is.

The Psalmist says, The light of Thy Countenance was impressed upon us, O Lord. And what is the Countenance of God the Father Whose Light has been impressed upon us? Is it not surely the Only-Begotten Son of God, the Express Image, and Which therefore says, He that hath seen Me hath seen the Father? But it was impressed on us, making us of like form with Himself and engraving the illumination which is through His own Spirit as a Divine Image upon those who believe on Him, that they too may now be called as He both gods and sons of God. But if ought of things originate were the very light, how was it impressed upon us? For the Light shineth in darkness, according to the unlying voice of the Spirit-clad. For how will light be manifest in light?

Another. The Psalmist says, Light sprang up for the righteous. If to him who hath and lacketh not, it is superfluous. But if the Light springeth up as to one who hath it not, the Only-Begotten Alone is Light, the creature participate of Light and therefore alien-in-nature.

Another. The Psalmist says, For they got not the land in possession with their own sword, neither did their own arm save them: but Thy Right Hand and Thine Arm and the Light of Thy Countenance. The light of the countenance of God the Father he here calls His revelation from the Son through the Spirit, and His conducting thereof unto all things that are, which alone was what saved Israel and liberated them from the tyranny of the Egyptians. If then not the Only-Begotten Alone be the very light, but an equal dignity be inherent in the creature too, why were these of whom he speaks not saved by their own light, but are set forth as supplied by additions from an alien and needless light? But it is clear that the Only Begotten shone forth as on those lacking Light. Hence is He (and that alone) the Very Light, and the creature borrows of Him the grace. If so, how will it any longer be connatural with Him?

Another. The Psalmist says, Blessed is the people that know the joyful sound: they shall walk, O Lord, in the Light of Thy Countenance. Why shall not they too walk rather in their own light? why, tell me, do they gathering illumination from another, hardly attain for themselves salvation, if they too are in truth light, as is the Countenance of God the Father, that is, the Son? But it is I suppose plain to every one from this too, that the Word bestoweth illumination on the creature, as lacking it, it is saved by receiving what it has not. How then are the Only-Begotten and the things made through Him any longer the same in essence?

Another. The Psalmist says, Unto the upright He hath sent forth light in the darkness. How was the upright in darkness at all, being himself too very light, if the nature of things originate have this, just as the Only-Begotten? But if the Light is sent to the upright as not having it, we shall not need many words; for the very nature of things will proclaim aloud that not the same in essence is the needy with the Perfect, the Bestower out of abundance with the lacking.

Another. Arise, shine, O Jerusalem: for thy Light is come, and the glory of the Lord is risen upon thee. If the nature of things originate have light from its own resources, and this be strictly what we say that the Only-Begotten is in regard of being Very Light, how did Jerusalem lack one to light her? But since she receives illumination as a grace, Very Light Alone is the Son Who lights her and gives her what she has not. If so, how is He not wholly Other by Nature than she?

Another. Behold I have given Thee for a covenant of the people, for a light of the Gentiles. For how should the rational creature that is on earth at all need light, if to be very light is inherent in it by nature? For God the Father gives His Own Son to it as having it not already: and it receiving Him proclaims by the very nature of the thing, both the poverty of its own nature and the Rich Dignity of Him Who lights it.

Another. O house of Jacob, come ye and let us walk in the light of the Lord. Why do these not rather walk in their own light, but the Only-Begotten holds forth light to them, implanting in them the own good of His Essence? But trusting not in what is their own, do they borrow what is another's: as not having therefore, they know how to do this.

Another. The Saviour saith, I am the Light of the world: he that followeth Me shall not walk in darkness but shall have the Light of life. Let the creature too dare to utter such a word, if it too be by nature light. But if it shrink back from the word, it will also flee the thing itself, confessing the true Light, that is, the Son.

Another. The Lord saith, While ye have light, believe in the Light, that ye may be the children of light. Would they who were by nature light, by not believing, lose the light? if it be indeed any way possible for the originate essence to be the very light. And how could this be? For not as to things that of essence accrue to any does the loss of them at all happen through negligence, but as to things whereof the will works the possession, and that can accrue and depart without the damage of the subject. As for example, a man is rational by nature, a ship-builder by will, or infirm in body by accident. He cannot at all become irrational; he may lose his ship-building experience, if for example he be negligent, and he may drive away what befalls him of sickness, hastening to improvement through medicine. Therefore things that accrue to any essentially have their position radical. If then the nature of things originate can at all be the very light, how do they who will not believe lose the light, or how will they who believe become children of light? For if they too are by nature the light, they are called children of themselves. And what is the reward to them that believe? for they who do not receive the faith are rather their own children. From such considerations inferring the truth, we shall say that the Only Begotten is Alone the Very Light, the creature lacking light and hence other in nature.

Another. Jesus then said unto them, Yet a little while is the light with you: walk while ye have the light, lest darkness come upon you. To this too you may apply well the argument used above. For that which is by nature light, will never be apprehended by darkness.

Another. John saith, He that saith he is in the light and hateth his brother is in darkness even until now. Of choice then is the light in us, and of will rather than of essence accrues it to things originate, if he that hateth his brother is in darkness. But the Only-Begotten is Light by Nature, for He hath not the dignity as the fruit of choice. Hence neither is He connatural to things originate Who is so far above them.

Another akin to this. He that loveth his brother abideth in the light. Love imparteth to things originate what they have not, Light that is, but the Only-Begotten is Light: Other therefore is He than they in whom through love He is.  

ΚΕΦΑΛΗ Η. Ὅτι μόνος ὁ Υἱὸς τοῦ Θεοῦ φῶς ἐστιν ἀληθινὸν, ἡ δὲ κτίσις οὐκέτι, φωτὸς οὖσα μέτοχος, ὡς γενητή.
« Ἦν τὸ φῶς τὸ ἀληθινόν. » ΕΠΕΞΕΡΓΑΖΕΤΑΙ πάλιν χρησίμως τὸ εἰρημένον ὁ θεσπέσιος Εὐαγγελιστὴς, καὶ ἀποδιορίζει σαφῶς τὸ κατὰ ἀλήθειαν φῶς, τουτέστι τὸν Μονογενῆ, τῶν μὴ οὕτως ἐχόντων, τουτέστι τῶν γενητῶν: ἀποδιίστησιν ἐναργῶς τὸ φύσει τῶν κατὰ χάριν, τῶν ἐν μεθέξει τὸ μετεχόμενον, τῶν ἐν χορηγίᾳ τὸ τοῖς δεομένοις ἑαυτὸ χορηγοῦν. καὶ εἰ φῶς ἐστιν ἀληθινὸν ὁ Υἱὸς, οὐδὲν ἄρα παρ' αὐτὸν κατ' ἀλήθειαν φῶς, οὐδὲ οἴκοθεν ἔχει δυνάμει τὸ εἶναι καὶ καλεῖσθαι φῶς: ἀλλ' οὐδὲ φύσεως τῆς ἰδίας ἐκδώσει καρπὸν τὰ γενητὰ τὸ δηλούμενον, ὥσπερ δὲ ἐξ οὐκ ὄντων ἐστὶν, οὕτως ἐκ τοῦ μὴ εἶναι φῶς, ἐπὶ τὸ εἶναι φῶς ἀναβήσεται, τοῦ φωτὸς τοῦ ἀληθινοῦ δεξάμενα τὴν αὐγὴν, καὶ τῇ μεθέξει τῆς θείας καταλαμπρυνόμενα φύσεως, πρὸς τὴν ἐκείνης μίμησιν, χρηματιεῖ τε ἅμα καὶ ἔσται φῶς. καὶ ὁ μὲν τοῦ Θεοῦ Λόγος οὐσιωδῶς ἐστι φῶς, οὐ μεθέξει τῇ κατὰ χάριν τοῦτο ὑπάρχων, οὐδὲ συμβεβηκὸς ἔχων ἐν ἑαυτῷ τὸ ἀξίωμα, ἀλλ' οὐδὲ ἐπείσακτον, ὡς χάριν, ἀλλὰ φύσεως ἀπαραποιήτου καρπὸν ἄτρεπτον καὶ ἀναλλοίωτον ἀγαθὸν, ἐκ Πατρὸς διῆκον εἰς τὸν τῆς οὐσίας αὐτοῦ κληρονόμον. ἡ δὲ κτίσις οὐχ οὕτω φορέσει τὸ εἶναι φῶς: ὡς οὐκ ἔχουσα λαμβάνει, ὡς σκοτία φωτίζεται, ἐπίκτητον ἔχει τὴν χάριν, ἐκ φιλανθρωπίας τῆς τοῦ διδόντος τὸ ἀξίωμα. οὐκοῦν ὁ μὲν φῶς ἀληθινὸν, ἡ δὲ οὐκέτι. τοσαύτης τοιγαροῦν μεταξὺ κειμένης διαφορᾶς, καὶ οὕτω μακροῦ διατειχίζοντος λόγου τῆς κτίσεως τὸν Υἱὸν τοῦ Θεοῦ, ὅσον εἰς ταυτότητα φύσεως, πῶς οὐκ ἄν τις καὶ μάλα εἰκότως ὑπολάβοι παραληρεῖν, μᾶλλον δὲ πάσης ἔξω γενέσθαι φρενὸς ἀγαθῆς, τοὺς ὅσοιπερ ἂν γενητὸν εἶναι λέγωσιν αὐτὸν, καὶ τοῖς πεποιημένοις συντάττωσιν τὸν ἁπάντων γενεσιουργὸν, οὐχ ὁρῶντες, ὥς γε μοι φαίνεται, πρὸς ὅσην αὐτοῖς ἀσέβειαν ἀποκινδυνεύσει τὸ τόλμημα, μὴ νοοῦσι “μήτε ” ἃ λέγουσι, μήτε περὶ τίνων διαβεβαιοῦνται.“ ὅτι γὰρ τοῖς ἀκριβέστερον βασανίζειν εἰωθόσι τὴν ἐν τοῖς προκειμένοις ἀλήθειαν, οὐδαμόθεν ἡμῖν ὁ Μονογενὴς, τουτέστι, τὸ φῶς τὸ ἀληθινὸν, γενητὸς ἢ πεποιημένος, ἢ καὶ ὅλως τῇ κτίσει συμφυὴς ὑπάρχων κατά τι γοῦν ἀποδειχθήσεται, πανταχόθεν μὲν ἄν τις κατίδοι καὶ μάλα ῥᾳδίως, οὐχ ἥκιστα δὲ διὰ τῶν ἐφεξῆς ὑποτεταγμένων ἐννοιῶν, διὰ τὴν ἐν τοῖς προκειμένοις ἡμῖν θεωρίαν συνειλεγμένων.
« Ἔννοιαι ἤτοι συλλογισμοὶ, δι' ὧν ἔξεστι μαθεῖν, ὅτι μόνος ὁ Υἱὸς φῶς ἐστιν ἀληθινὸν, ἡ δὲ κτίσις οὐκέτι, διόπερ οὐδὲ ὁμοφυὴς αὐτῇ. » Εἰ ἀπαύγασμα τῆς δόξης τοῦ Θεοῦ καὶ Πατρὸς ὑπάρχων ὁ Υἱὸς, φῶς ἀληθινὸν διὰ τοῦτό ἐστιν, οὐκ ἔσται τῇ κτίσει ὁμοφυὴς, ἵνα μὴ καὶ ἡ κτίσις ἀπαύγασμα νοῆται τῆς δόξης τοῦ Θεοῦ καὶ Πατρὸς, ἔχουσα δυνάμει τὸ εἶναι τοῦτο κατὰ φύσιν, ὅπερ ἐστὶν ὁ Υἱός. Ἄλλο. Εἰ πᾶσα ἡ κτίσις ἀληθινὸν εἶναι δύναται φῶς, διὰ ποίαν αἰτίαν ἐπὶ μόνου τέθειται τοῦτο τοῦ Υἱοῦ; χρῆν γὰρ δήπου κατά γε τὸν τῆς ἰσότητος λόγον, καὶ τοῖς πεποιημένοις ἐπιφημίζεσθαι τὸ ἀληθινὸν εἶναι φῶς. ἀλλ' οὐδενὶ μὲν ἁρμόσει τῶν γενητῶν, κατηγορεῖται δὲ μόνης τῆς οὐσίας τοῦ Υἱοῦ. κυρίως ἄρα καὶ ἀληθῶς κείσεται μὲν ἐπ' αὐτοῦ, ἐπὶ δὲ τῶν ποιημάτων οὐκέτι. πῶς οὖν ἔτι τῇ κτίσει συμφυὴς, καὶ οὐχὶ μᾶλλον τῶν ὑπὲρ τὴν κτίσιν, ὡς ὑπὲρ αὐτὴν ὑπάρχων μετὰ Πατρός; Ἄλλο. Εἰ φωτὶ τῷ κατὰ ἀλήθειαν οὐ ταὐτόν ἐστι τὸ μὴ κατὰ ἀλήθειαν φῶς: ἔχει γάρ τι τὸ ἑτεροῖον ἡ ἑκατέρου δήλωσις: φῶς δὲ ἀληθινὸν ὁ Υἱὸς κατωνόμασται, καὶ τοῦτό ἐστι κατὰ φύσιν: οὐκ ἄρα ἡ κτίσις ἀληθινὸν ἔσται φῶς. οὐκοῦν οὐδὲ ἀλλήλοις ὁμοφυῆ τὰ οὕτως ἐξηλλαγμένα. Ἄλλο. Εἰ μὴ μόνος ὁ Μονογενὴς τὸ φῶς ἐστι τὸ ἀληθινὸν, ἔχει δὲ καὶ ἡ κτίσις τὸ εἶναι φῶς ἀληθινὸν, διὰ ποίαν αἰτίαν αὐτὸς ” φωτίζει πάντα ἄνθρωπον ἐρχόμενον εἰς τὸν “κόσμον;” ἐχούσης γὰρ οἴκοθεν τοῦτο καὶ τῆς γενητῆς οὐσίας, περιττὸν ἦν ἔτι τὸ φωτίζεσθαι δι' Υἱοῦ: ἀλλὰ μὴν φωτίζει μὲν αὐτὸς, μέτοχοι δὲ αὐτοῦ πάντες ἡμεῖς: οὐκ ἄρα ταὐτὸν εἰς οὐσίας ποιότητα Υἱὸς καὶ κτίσις: ὥσπερ οὖν οὐδὲ τῷ μετέχοντι τὸ μετεχόμενον. Ἄλλο. Εἰ μὴ μόνῳ πρόσεστι κατὰ φύσιν τῷ Υἱῷ τὸ ὑπάρχειν φῶς ἀληθινὸν, ἔχει δὲ αὐτὸ καὶ ἡ κτίσις, περιττὸς, ὡς οἶμαι, φανεῖται πρός τινας λέγων ὁ ψαλμῳδός “Προσ” έλθετε πρὸς αὐτὸν καὶ φωτίσθητε:“ τὸ γὰρ ὅλως κατ' ἀλήθειαν φῶς, οὐκ ἂν γένοιτο μεθέξει τῇ πρὸς ἕτερόν τινα φῶς, ἀλλ' οὐδὲ ἐλλάμψει τῇ παρ' ἑτέρου φαιδρυνθήσεται, τελείαν δὲ μᾶλλον ἀπὸ τῆς ἰδίας φύσεως τὴν καθαρότητα χορηγηθήσεται: ἀλλ' ὁρῶμεν ὅτι φωτὸς ἐπιδεὴς ὁ ἄνθρωπος, κτιστῆς ὑπάρχων φύσεως: καὶ ἀληθεύει βοῶν ὁ ψαλμῳδὸς, ὡς πρὸς τὸν τοῦ Θεοῦ Λόγον ” Ὅτι σὺ φωτιεῖς λύχνον μου “Κύριε, ὁ Θεός μου φωτιεῖς τὸ σκότος μου:” οὐκ ἄρα φῶς κατὰ ἀλήθειαν ἡμεῖς, μέτοχοι δὲ μᾶλλον τοῦ φωτίζοντος Λόγου, καὶ ἀλλότριοι κατὰ φύσιν τοῦ φωτὸς τοῦ ἀληθινοῦ, ὅπερ ἐστὶν ὁ Υἱός. Ἄλλο ἐκ τοῦ αὐτοῦ. Εἰ λύχνος ὁ ἀνθρώπινος κατωνόμασται νοῦς, κατὰ τὸ ἐν ψαλμοῖς ᾀδόμενον “Ὅτι σὺ ” φωτιεῖς λύχνον μου Κύριε,“ πῶς ἐσόμεθα κατὰ ἀλήθειαν φῶς; ἐπείσακτον γὰρ καὶ δοτὸν τῷ λύχνῳ τὸ φῶς. καὶ εἰ τὸ σκότος τὸ ἐν ἡμῖν φωτίζει μόνος ὁ Μονογενὴς, πῶς οὐχὶ μᾶλλον αὐτὸς κατὰ ἀλήθειαν φῶς, ἡμεῖς δὲ οὐκέτι; εἰ δὲ τοῦτο ἀληθὲς, πῶς ἂν εἴη λοιπὸν ὁμοφυὴς τῇ κτίσει, τοσοῦτον αὐτῆς ὑπερκείμενος; Ἄλλο. Εἰ προσεῖναι δύναται τῇ κτίσει τὸ εἶναι φῶς ἀληθινὸν, ὥσπερ οὖν ἀμέλει καὶ τῷ Υἱῷ, ἔσται δηλονότι φῶς ἀληθινὸν ὁ ἄνθρωπος, μέρος ὑπάρχων αὐτῆς. τίσιν οὖν ἄρα διὰ τῶν ἁγίων προφητῶν ὁ Θεὸς καὶ Πατὴρ ἐπηγγέλλετο, λέγων ” Καὶ ἀνατελεῖ ὑμῖν τοῖς φοβουμένοις τὸ ὄνομά μου “ἥλιος δικαιοσύνης;” τί γὰρ ἂν ὅλως ἡλίου τοῦ καταυγάζοντος τὸ κατ' ἀλήθειαν ἐδεήθη φῶς; ἀλλὰ μὴν ὡς ἐν χρείᾳ καθεστηκόσιν ὁ Θεὸς καὶ Πατὴρ ἐπηγγέλλετο δώσειν αὐτὸν, καὶ λαβόντες πεφωτίσμεθα. ἕτερος ἄρα πρός τε ἡμᾶς καὶ τὴν κτίσιν, ὅσον εἰς ταυτότητα φυσικὴν, ὁ Μονογενὴς, φῶς ὑπάρχων ἀληθινὸν, καὶ φωτίζειν πεφυκὸς τὰ φωτὸς δεόμενα. Ἄλλο. Εἰ μὴ μόνος ὁ Υἱὸς φῶς ἐστιν ἀληθινὸν, ἔχει δὲ αὐτὸ καὶ ἡ κτίσις, ἔσται δηλονότι καὶ ἐν ἡμῖν. ποῖος οὖν ἄρα τοὺς ἁγίους ἀνέπεισε λόγος πρὸς Θεὸν ἀναβοᾶν “Ἐξαπόστειλον ” τὸ φῶς σου καὶ τὴν ἀλήθειάν σου;“ τί δὲ ἡμᾶς ἐντεῦθεν ὠφελήσειν οἰόμενοι τὰς τοιαύτας πολλάκις ἠφίεσαν, εἰπέ μοι, φωνάς; εἰ μὲν γὰρ ᾔδεσαν ἐν χρείᾳ φωτὸς ὑπάρχειν τὸν ἄνθρωπον, καὶ τῆς παρ' ἑτέρου προσθήκης ἐπιδεᾶ, πῶς ἐρεῖ τις ἀληθεύων, ὅτι φῶς ὑπάρχει καὶ αὐτὸς ἀληθινόν; εἰ δὲ οὐκ ἐδεῖτο τοῦ φωτίζοντος Λόγου, τί μάτην ἐκάλουν τὸν οὐδὲν ὠφελῆσαι δυνάμενον; ἀλλ' οὐκ ἔστιν εἰπεῖν, ὅτι τῆς ἀληθείας ἀπεσφάλλετο τῶν ἁγίων ὁ νοῦς, καὶ αὐτὸς δὲ πάλιν ὁ Θεὸς καὶ Πατὴρ, ὡς φωτὸς δεομένοις πέμπει τὸν Υἱόν. ἕτερος ἄρα κατὰ φύσιν, ὡς πρὸς τὴν κτίσιν ὁ Μονογενὴς, ὡς φωτίζων τὰ φωτὸς δεόμενα. Ἄλλο. Εἰ φωτὸς ὁρῶμεν τὴν κτίσιν ἐπιδεᾶ, φωτίζει δὲ αὐτὴν ὁ Μονογενὴς, οὐχ ἑαυτὴν ἡ κτίσις ἄγει πρὸς τὸ φῶς: οὐκοῦν οὐδὲ φῶς ἀληθινὸν ὥσπερ ὁ Υἱός. Ἄλλο. Εἰ τὸ φύσει καὶ κατὰ ἀλήθειαν φῶς οὐ σκοτίζεται, φῶς δὲ ἀληθινὸν ὁ Μονογενὴς, καὶ φῶς ὁμοίως ἀληθινὸν ἡ κτίσις, ὅτου δὴ χάριν ἐπὶ μὲν τοῦ Υἱοῦ τίθησιν ἡ γραφὴ τό ” Ἡ σκοτία αὐτὸ οὐ κατέλαβεν:“ ἐφ' ἡμῶν δὲ ὁ Παῦλος ” Ἐν οἷς ὁ θεὸς τοῦ αἰῶνος τούτου ἐτύφλωσε τὰ νοήματα “τῶν ἀπίστων;” καὶ πάλιν αὐτὸς ὁ Σωτήρ “Ἕως τὸ φῶς ” ἔχετε, περιπατεῖτε ἐν τῷ φωτὶ, ἵνα μὴ ἡ σκοτία ὑμᾶς “καταλάβῃ.” πρόδηλον γὰρ δήπου πᾶσίν ἐστιν, ὡς εἰ μή τινας ὑπὸ τῆς σκοτίας ἐνεχώρει καταλαμβάνεσθαι τῶν καθ' ἡμᾶς, οὐδ' ἂν ἔφη τι τοιοῦτον ὁ Σωτήρ. πῶς οὖν ἔτι ταὐτὸν εἰς φύσιν ὁ Μονογενὴς καὶ ἡ κτίσις, ὁ ἀναλλοίωτος τῇ ἀλλοιουμένῃ, ὁ παθεῖν οὐδὲν τῶν ἀδικούντων ἀνεχόμενος τῇ σκοτιζομένῃ καὶ ἀποκτήσασθαι δυναμένῃ τὸν φωτισμὸν, ὡς ἐν προσθήκης μέρει προσόντα δηλονότι, καὶ οὐχὶ κατὰ φύσιν ἐῤῥιζωμένην ἐν ἑαυτῇ; Ἄλλο. Εἰ μὴ μόνος ὁ Μονογενὴς τὸ φῶς ἐστι τὸ ἀληθινὸν, ἔχει δὲ αὐτὸ καὶ ἡ κτίσις, ὡς ὁμοφυὴς αὐτῷ, κατὰ τίνα τρόπον ἀναβοῶμεν ἡμεῖς, ὡς πρὸς Θεὸν καὶ Πατέρα “Ἐν τῷ φωτί σου ὀψόμεθα φῶς;” εἰ γὰρ φῶς ἐσμεν ἀληθινὸν, πῶς ἐν ἑτέρῳ φωτισθησόμεθα; εἰ δὲ ὡς χρῄζοντες ἐπεισάκτου φωτὸς, τὰ τοιαῦτά φαμεν, οὐκ ὄντες δηλονότι κατὰ ἀλήθειαν φῶς ἁλωσόμεθα. οὐκοῦν οὐδὲ ὁμοφυεῖς τῷ τοσοῦτον κατὰ φύσιν ὑπὲρ ἡμᾶς ὑπάρχοντι Λόγῳ. Ἄλλο διηγηματικῶς. Ὁ κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστὸς ἐν τοῖς εὐαγγελίοις εὑρίσκεται λέγων “Αὕτη δέ ἐστιν ἡ ” κρίσις, ὅτι τὸ φῶς ἐλήλυθεν εἰς τὸν κόσμον, καὶ ἠγάπησαν “οἱ ἄνθρωποι μᾶλλον τὸ σκότος ἢ τὸ φῶς: ἦν γὰρ αὐτῶν ” πονηρὰ τὰ ἔργα. πᾶς γὰρ ὁ τὰ φαῦλα πράσσων μισεῖ τὸ “φῶς καὶ οὐκ ἔρχεται πρὸς τὸ φῶς.” ἀλλ' εἴπερ ἐστὶ τὸ φῶς τὸ ἀληθινὸν ὁ Μονογενὴς, φῶς δὲ ὁμοίως ἀληθινὸν εἶναι δύναται καὶ ἡ κτίσις: πῶς ὁ μὲν ἔρχεται φωτιῶν αὐτὴν, ἡ δὲ ἠγάπα τὸ σκότος; πῶς δὲ ὅλως οὐκ ἔρχεται πρὸς τὸ φῶς, εἴπερ ἐστὶν αὕτη τὸ φῶς τὸ ἀληθινόν; τὰ μὲν γὰρ φύσει προσόντα τισὶν ἐῤῥιζωμένην ἔχει τὴν κτῆσιν: τὰ δὲ αἱρετὰ κατὰ θέλησιν, οὐ τοιαύτην ἔχει τὴν στάσιν, οἷον φέρε εἰπεῖν: οὐκ ἐκ βουλῆς τῆς ἰδίας τὸ ἄνθρωπος εἶναι λογικὸς κεκτήσεταί τις: ἔχει γὰρ αὐτὸ παρὰ τῆς φύσεως: ἕξει δ' οὖν ὅμως κατὰ θέλησιν τὴν ἑαυτοῦ, τὸ εἶναι πονηρὸς ἢ ἀγαθὸς, ἀγαπήσει τε ὁμοίως ἐπ' ἐξουσίας τὸ δίκαιον ἢ τὸ ἐναντίον. εἴπερ οὖν ἐστιν ἡ κτίσις κατὰ φύσιν τὸ φῶς: τοῦτο γὰρ σημαίνει τὸ ἀληθινόν: πῶς οὐκ ἔρχεται πρὸς τὸ φῶς; ἢ πῶς ἀγαπᾷ τὸ σκότος, ὡς οὐκ ἔχουσα δηλονότι κατὰ φύσιν τὸ εἶναι φῶς ἀληθινὸν, προαιρετικὴν δὲ μᾶλλον ποιουμένη τὴν ἐπὶ τὸ ἄμεινον ἢ τὰ χείρω ῥοπήν; ἢ τοίνυν ἀποτολμάτωσαν οἱ δι' ἐναντίας μὴ φυσικῶς ἐνυπάρχειν τῷ Υἱῷ τὰ ὑπὲρ τὴν κτίσιν πλεονεκτήματα λέγειν, ἵνα γυμνότερον δυσφημοῦντες ἐλέγχωνται καὶ παρὰ πάντων ἀκούσωσιν “Ἐξολοθρεύσαι ” Κύριος πάντα τὰ χείλη τὰ δόλια, γλῶσσαν μεγαλοῤῥή“μονα,” ἢ εἴπερ ὁμολογοῦσι σαφῶς οὐσιωδῶς ἐνυπάρχειν αὐτῷ τὰ ἀγαθὰ, μὴ συναπτέτωσαν αὐτῷ πρὸς ἑνότητα τὴν κατὰ φύσιν, τὴν οὐχ οὕτως ἔχουσαν κτίσιν, ὡς ἀρτίως ἡμῖν ἀποδέδεικται. Ἄλλο. Εἰ μὴ μόνος ὁ τοῦ Θεοῦ Λόγος τὸ φῶς ἐστι τὸ ἀληθινὸν, ἔχει δὲ καὶ ἡ κτίσις τὸ εἶναι φῶς ἀληθινὸν, καθάπερ αὐτὸς, διὰ ποίαν αἰτίαν “Ἐγώ εἰμι, φησὶ, τὸ φῶς τοῦ ” κόσμου;“ ἢ πῶς ἀνεξόμεθα τοῦ καλλίστου πλεονεκτήματος ἀπογυμνοῦντος τὴν φύσιν, εἴπερ ὅλως ἐνδέχεται καὶ ἡμᾶς ἀληθινὸν εἶναι φῶς, ὡς ἐχούσης αὐτὸ καὶ τῆς γενητῆς οὐσίας; εἰ δὲ ἀληθεύει λέγων ὁ Μονογενής ” Ἐγώ εἰμι τὸ “φῶς τοῦ κόσμου,” σχέσει δηλονότι τῇ πρὸς αὐτὸν ἡ κτίσις, καὶ οὐχ ἑτέρως, ἔσται φῶς: εἰ δὲ τοῦτο, οὐχ ὁμοφυὴς αὐτῷ. Ἄλλο. Εἰ μὴ μόνος κατὰ ἀλήθειαν φῶς ἐστιν ὁ Υἱὸς, κεῖται δὲ τοῦτο καὶ ἐν τοῖς γενητοῖς: τί ποτε ἄρα ἐροῦμεν, ὅταν ἡμῖν ὁ σοφώτατος ἐπιστέλλῃ Πέτρος “Ὑμεῖς δὲ γένος ” ἐκλεκτὸν, βασίλειον ἱεράτευμα, ἔθνος ἅγιον, λαὸς εἰς περι“ποίησιν, ὅπως τὰς ἀρετὰς ἐξαγγείλητε τοῦ ἐκ σκότους ” ὑμᾶς καλέσαντος εἰς τὸ θαυμαστὸν αὐτοῦ φῶς;“ ποῖον γὰρ ὅλως ἐν ἡμῖν ἐστι σκότος, ἢ ἐν ποίῳ γεγόναμεν σκότῳ, καὶ αὐτοὶ κατὰ ἀλήθειαν ὄντες τὸ φῶς; κατὰ τίνα δὲ τρόπον ἀνακεκλήμεθα πρὸς τὸ φῶς, οἱ μὴ ὄντες ἐν σκότῳ; ἀλλ' οὐδὲ ψεύδεται τῆς ἀληθείας ὁ κῆρυξ ὁ θαρσήσας εἰπεῖν ” Εἰ δοκιμὴν ζητεῖτε τοῦ ἐν ἐμοὶ λαλοῦντος Χριστοῦ;“ καὶ κεκλήμεθα πρὸς ” τὸ θαυμαστὸν αὐτοῦ φῶς,“ ὡς ἀπὸ σκότους ἄρα, καὶ οὐχ ἑτέρως: εἰ δὲ τοῦτο ἀληθὲς, οὐκ ἄρα ἡ κτίσις κατὰ ἀλήθειαν φῶς, ἀλλὰ μόνος μὲν κυρίως τε καὶ ἀληθῶς φῶς ὁ Υἱὸς, κατὰ μέθεξιν δὲ τὴν πρὸς ἐκεῖνον τὰ γενητὰ, καὶ διὰ τοῦτο οὐχ ὁμοφυῆ.
« Ἄλλα μετὰ παραθέσεως ῥητῶν, ἐξ ἁπλουστέρων ἐννοιῶν εἰς ὁμολογίαν συνάγοντα τοὺς ἐντευξομένους, ὅτι μόνος ὁ Υἱὸς τοῦ Θεοῦ τὸ φῶς ἐστι τὸ ἀληθινὸν, ἡ δὲ τῶν γενητῶν φύσις ἐκ χορηγίας τῆς παρ' αὐτοῦ φωτίζεται, τὸ εἶναι φῶς οὐσιωδῶς οὐκ ἔχουσα, καθάπερ ἐκεῖνος. » Ὁ ψαλμῳδός ” Ἐσημειώθη, φησὶν, ἐφ' ἡμᾶς τὸ φῶς τοῦ “προσώπου σου Κύριε.” καὶ ποῖον ἄρα ἐστὶ τὸ πρόσωπον τοῦ Θεοῦ καὶ Πατρὸς, οὗ τὸ φῶς ἐφ' ἡμᾶς σεσημείωται; ἢ πάντως ὁ Μονογενὴς τοῦ Θεοῦ Υἱὸς, ἡ ἀπαράλλακτος εἰκὼν, καὶ διὰ τοῦτο λέγων “Ὁ ἑωρακὼς ἐμὲ ἑώρακε τὸν Πατέρα;” ἐνεσημάνθη δὲ ἡμῖν, συμμόρφους ἡμᾶς ἀποδείξας ἑαυτῷ, καὶ τὸν διὰ τοῦ Πνεύματος τοῦ ἰδίου φωτισμὸν ἐγχαράξας ὡς θείαν εἰκόνα τοῖς πιστεύουσιν εἰς αὐτὸν, ἵνα καὶ αὐτοὶ χρηματίζοιεν ἤδη κατ' αὐτὸν θεοί τε καὶ Θεοῦ υἱοί: ἀλλ' εἴπερ ἦν τι τῶν γενητῶν τὸ φῶς τὸ ἀληθινὸν, πῶς ἡμῖν ἐνεσημάνθη; “τὸ γὰρ φῶς ἐν τῇ σκοτίᾳ φαίνει,” κατὰ τὴν ἀψευδῆ τοῦ πνευματοφόρου φωνήν. φῶς γὰρ ἐν τῷ φωτὶ πῶς ἂν γένοιτο καταφανές; Ἄλλο. Ὁ ψαλμῳδός “Φῶς ἀνέτειλε τῷ δικαίῳ,” φησίν. εἰ μὲν ἔχοντι καὶ μὴ δεομένῳ, περιττόν: εἰ δὲ ὡς οὐχ ἔχοντι τὸ φῶς ἀνατέλλει, φῶς ἄρα μόνος ὁ Μονογενὴς, φωτὸς δὲ ἡ κτίσις μέτοχος, καὶ διὰ τοῦτο ἀλλοφυής. Ἄλλο. Ὁ ψαλμῳδός φησιν “Οὐ γὰρ ἐν τῇ ῥομφαίᾳ ” αὐτῶν ἐκληρονόμησαν γῆν, καὶ ὁ βραχίων αὐτῶν οὐκ “ἔσωσεν αὐτοὺς, ἀλλ' ἡ δεξιά σου καὶ ὁ βραχίων σου καὶ ὁ ” φωτισμὸς τοῦ προσώπου σου.“ φωτισμὸν τοῦ προσώπου τοῦ Θεοῦ καὶ Πατρὸς ὀνομάζει πάλιν ἐν τούτοις, τὴν ἐξ Υἱοῦ διὰ τοῦ Πνεύματος ἀποκάλυψιν, καὶ τὴν εἰς ἕκαστα τῶν ὄντων χειραγωγίαν, ὃ δὴ καὶ μόνον διέσωσε τὸν Ἰσραὴλ, καὶ τῆς Αἰγυπτίων πλεονεξίας ἀπήλλαξεν: εἴπερ οὖν οὐ μόνος ἐστὶν ὁ Μονογενὴς τὸ φῶς τὸ ἀληθινὸν, ἐνυπάρχει δὲ καὶ τοῖς γενητοῖς τὸ ἴσον ἀξίωμα, τί μὴ τῷ οἰκείῳ διεσώζοντο φωτὶ οἱ περὶ ὧν ὁ λόγος, προσθήκαις δὲ ὥσπερ ἀλλοτρίου καὶ οὐκ ἀναγκαίου φωτὸς ἐφοδιαζόμενοι φαίνονται; ἀλλ' ἔστι δῆλον, ὡς δεομένοις φωτὸς ἐπέλαμψεν ὁ Μονογενής: οὐκοῦν αὐτὸς μὲν καὶ μόνος τὸ φῶς ἐστι τὸ ἀληθινὸν, δανείζεται δὲ παρ' αὐτοῦ τὴν χάριν ἡ κτίσις. εἰ δὲ τοῦτο, πῶς ἂν εἴη λοιπὸν καὶ ὁμοφυὴς αὐτῷ; Ἄλλο. Ὁ ψαλμῳδός ” Μακάριος, φησὶν, ὁ λαὸς ὁ γινώ“σκων ἀλαλαγμόν: Κύριε, ἐν τῷ φωτὶ τοῦ προσώπου σου ” πορεύσονται:“ διατί μὴ μᾶλλον ἐν τῷ ἰδίῳ καὶ αὐτοὶ βαδιοῦνται φωτί; τί δὲ, εἰπέ μοι, τὸν παρ' ἑτέρου συλλέγοντες φωτισμὸν, μόλις ἑαυτοῖς κατορθοῦσι τὴν σωτηρίαν, εἴπερ ὄντως εἰσὶ καὶ αὐτοὶ κατὰ ἀλήθειαν φῶς, ὥσπερ οὖν ἀμέλει καὶ τὸ πρόσωπον τοῦ Θεοῦ καὶ Πατρὸς, τουτέστιν ὁ Υἱός; ἀλλ' ἔστιν οἶμαι παντί τῳ καὶ διὰ τούτου καταφανὲς, ὅτι χορηγεῖ μὲν ὁ Λόγος, ὡς δεομένῃ, τῇ κτίσει τὸν φωτισμὸν, ἡ δὲ ὅπερ οὐκ ἔχει λαβοῦσα σώζεται. πῶς οὖν ἔτι ταὐτὸν εἰς οὐσίαν ὁ Μονογενὴς, καὶ τὰ δι' αὐτοῦ γεγονότα; Ἄλλο. Ὁ ψαλμῳδός ” Ἐξαπέστειλεν ἐν σκότει φῶς τοῖς “εὐθέσι” φησίν. πῶς γὰρ ὅλως ἦν ὁ εὐθὴς ἐν σκότει, φῶς ὑπάρχων καὶ αὐτὸς τὸ ἀληθινὸν, εἴπερ ἔχει τοῦτο καὶ τῶν γενητῶν ἡ φύσις, ὥσπερ ὁ Μονογενής; εἰ δὲ ὡς οὐκ ἔχουσι τοῖς εὐθέσι τὸ φῶς ἀποστέλλεται, πολλῶν ἡμῖν οὐ δεήσει λόγων: αὐτὴ γὰρ ἡ τῶν πραγμάτων ἀναβοήσει φύσις, ὡς οὐκ ἂν εἴη ταὐτὸν εἰς οὐσίαν τῷ τελείῳ τὸ ἐπιδεὲς, τῷ δεομένῳ τὸ χορηγοῦν ἐκ πλεονασμοῦ. Ἄλλο. “Φωτίζου, φωτίζου Ἱερουσαλὴμ, ἥκει γάρ σου τὸ ” φῶς, καὶ ἡ δόξα Κυρίου ἐπὶ σὲ ἀνατέταλκεν.“ εἰ μὲν οἴκοθεν ἔχει τὸ φῶς ἡ τῶν γενητῶν φύσις, καὶ τοῦτό ἐστι κυρίως ὅπερ εἶναί φαμεν τὸν Μονογενῆ κατά γε τὸ εἶναι φῶς ἀληθινὸν, πῶς ἂν ἐδεήθη τοῦ φωτίζοντος αὐτὴν ἡ Ἱερουσαλήμ; ἐπειδὴ δὲ ὡς ἐν χάριτος μέρει τὸ φωτίζεσθαι λαμβάνει, μόνος ἄρα τὸ φῶς τὸ ἀληθινὸν ὁ Υἱὸς ὁ φωτίζων αὐτὴν καὶ ὅπερ οὐκ ἔχει διδούς. εἰ δὲ τοῦτο, πῶς οὐ πάντως καὶ ἕτερος κατὰ φύσιν, ὡς πρὸς αὐτήν; Ἄλλο. ” Ἰδοὺ δέδωκά σε εἰς διαθήκην γένους, εἰς φῶς “ἐθνῶν.” πῶς γὰρ ὅλως ἐδεήθη φωτὸς ἡ ἐπὶ γῆς οὖσα λογικὴ κτίσις, εἴπερ ἔνεστιν αὐτῇ κατὰ φύσιν τὸ εἶναι φῶς τὸ ἀληθινόν; ὡς γὰρ οὐκ ἐχούσῃ ἤδη δίδωσιν ὁ Θεὸς καὶ Πατὴρ τὸν ἴδιον Υἱόν: ἡ δὲ οὕτω λαβοῦσα δι' αὐτοῦ βοήσει τοῦ πράγματος, καὶ τῆς οἰκείας φύσεως τὴν πενίαν καὶ τοῦ φωτίζοντος Λόγου τὸ πλούσιον ἀξίωμα. Ἄλλο. “Καὶ νῦν ὁ οἶκος τοῦ Ἰακὼβ, δεῦτε πορευθῶμεν ” τῷ φωτὶ Κυρίου.“ διατί οὗτοι μᾶλλον μὴ τῷ οἰκείῳ πορεύονται φωτὶ, δᾳδουχεῖ δὲ αὐτοῖς ὁ Μονογενὴς τὸ ἴδιον αὐτοῦ τῆς οὐσίας ἐντιθεὶς ἀγαθόν; ἀλλ' οὐ τῷ οἰκείῳ θαῤῥήσαντες δανείζονται τὸ ἀλλότριον: ὡς οὐκ ἔχοντες ἄρα, τοῦτο ποιεῖν ἐγνώκασιν. Ἄλλο. Ὁ Σωτήρ ” Ἐγώ εἰμι τὸ φῶς τοῦ κόσμου, φησὶν, “ὁ ἀκολουθῶν ἐμοὶ οὐ μὴ περιπατήσῃ ἐν τῇ σκοτίᾳ, ἀλλ' ” ἕξει τὸ φῶς τῆς ζωῆς.“ ἀποτολμάτω καὶ ἡ κτίσις τὴν τοιαύτην ἀναφθέγξασθαι φωνὴν, εἴπερ ἐστὶ καὶ αὐτὴ κατὰ ἀλήθειαν φῶς: εἰ δὲ ἀποφρίττει τὸ ῥῆμα, καὶ τὸ πρᾶγμα φεύξεται, τὸ ἀληθινὸν ὁμολογήσασα φῶς, τουτέστι τὸν Υἱόν. Ἄλλο. Ὁ Κύριος ” Ἕως τὸ φῶς ἔχετε, πιστεύετε εἰς τὸ “φῶς, ἵνα υἱοὶ φωτὸς γένησθε” φησίν. ἆρα γὰρ ἔμελλον οὐ πιστεύοντες ἀπολέσαι τὸ φῶς, οἱ φῶς κατὰ φύσιν ὑπάρχοντες; εἴπερ ὅλως ἐνδέχεται τὴν γενητὴν οὐσίαν τὸ φῶς εἶναι τὸ ἀληθινόν. καὶ πῶς ἂν γένοιτο τοῦτό ποτε; οὐ γὰρ ἐπὶ τῶν οὐσιωδῶς προσόντων τισὶν αἱ στερήσεις κατὰ τὸ παντελὲς ἐκ ῥᾳθυμίας συμβαίνουσιν, ἀλλ' ἐφ' ὧν ἂν ἡ θέλησις τὴν κτῆσιν ἐργάζηται, καὶ ἐπὶ τῶν ὅσα δὴ πέφυκε προσγίνεσθαί τε καὶ ἀπογίνεσθαι χωρὶς τῆς τοῦ ὑποκειμένου φθορᾶς. οἷον λογικὸς μὲν κατὰ φύσιν ὁ ἄνθρωπος, ναυπηγὸς δὲ κατὰ θέλησιν, ἢ καὶ ἀσθενὴς τὸ σῶμα κατὰ συμβεβηκός: ἄλογος μὲν οὖν οὐκ ἂν εἴη παντελῶς, τὴν δέ γε ναυπηγικὴν ἐμπειρίαν ἀπολέσει, ὁ ῥᾳθυμήσας τυχὸν, καὶ τὸ ἐκ πάθους συμβεβηκὸς ἀποκρούσεται, θεραπείαις τισὶν ἐπὶ τὸ ἄμεινον ἀνατρέχων. οὐκοῦν τὰ οὐσιωδῶς προσόντα τισὶν, ἐῤῥιζωμένην ἔχει τὴν στάσιν. εἴπερ οὖν ὅλως ἡ τῶν γενητῶν φύσις τὸ φῶς εἶναι δύναται τὸ ἀληθινὸν, πῶς ἀπολλύουσι τὸ φῶς οἱ πιστεύειν οὐκ ἐθέλοντες, ἢ πῶς ἂν υἱοὶ φωτὸς γένωνται οἱ πιστεύοντες; εἰ γάρ εἰσι καὶ αὐτοὶ κατὰ φύσιν τὸ φῶς, ἑαυτῶν ἄρα χρηματιοῦσιν υἱοί. καὶ ποῖός ἐστι τοῖς πιστεύουσιν ὁ μισθός; εἰσὶ γὰρ μᾶλλον ἑαυτῶν υἱοὶ καὶ τὴν πίστιν οὐ παραδεξάμενοι. ἀπὸ δὴ τῶν τοιούτων ἐννοιῶν τὸ ἀληθὲς λογιζόμενοι, μόνον ἐροῦμεν εἶναι τὸ φῶς τὸ ἀληθινὸν τὸν Μονογενῆ, φωτὸς δὲ τὴν κτίσιν ἐπιδεᾶ καὶ διὰ τοῦτο ἀλλοφυᾶ. Ἄλλο. “Εἶπεν οὖν αὐτοῖς ὁ Ἰησοῦς Ἔτι μικρὸν χρόνον ” τὸ φῶς ἐν ὑμῖν ἐστι, περιπατεῖτε ὡς τὸ φῶς ἔχετε, ἵνα μὴ “ἡ σκοτία ὑμᾶς καταλάβῃ.” καὶ τοῖς προκειμένοις ἐφαρμόσεις ἐντέχνως τὸν ἐν τοῖς προαποδεδομένοις λόγον. τὸ γὰρ φῶς κατὰ φύσιν ὑπάρχον, οὐκ ἂν ὑπὸ σκότους καταληφθείη ποτέ. Ἄλλο. Ὁ Ἰωάννης “Ὁ λέγων μὲν ἐν τῷ φωτὶ, φησὶν, ” εἶναι καὶ τὸν ἀδελφὸν αὐτοῦ μισῶν ἐν τῇ σκοτίᾳ ἐστὶν ἕως “ἄρτι.” προαιρετικὸν ἄρα τὸ φῶς ἐν ἡμῖν, καὶ κατὰ θέλησιν μᾶλλον ἢ κατ' οὐσίαν προσπέφυκε τοῖς γενητοῖς, εἴπερ ὁ μισῶν τὸν ἀδελφὸν αὐτοῦ ἐν τῇ σκοτίᾳ ἐστί: φῶς δὲ κατ' οὐσίαν ὁ Μονογενής: οὐ γὰρ προαιρέσεως ἔχει καρπὸν τὸ ἀξίωμα. οὐκοῦν, οὐδὲ ὁμοφυὴς τοῖς γενητοῖς ὁ τοσοῦτον ὑπερκείμενος. Ἄλλο τούτῳ συγγενές. “Ὁ ἀγαπῶν τὸν ἀδελφὸν αὐτοῦ ” ἐν τῷ φωτὶ μένει.“ ἡ ἀγάπη τοῖς γενητοῖς ἅπερ οὐκ ἔχουσι προξενεῖ, τὸ φῶς δηλονότι: φῶς δὲ ὁ Μονογενής: ἕτερος οὖν ἄρα ἐστὶ παρὰ τὰ ἐν οἷς ἐξ ἀγάπης γίνεται.