“ΚΥΡΙΟΣ δώσει ῥῆμα τοῖς εὐαγγελιζομένοις δυνάμει ” πολλῇ,“ καλῶς γε σφόδρα ποιῶν ὁ μελῳδὸς ἀναφθέγγεται: χρῆναι δὲ οἶμαι πρὸς τοῦτο βαδίζειν, οὐ τοὺς

 ΚΕΦΑΛΑΙΑ ΕΝ ΤΩ ΠΡΩΤΩ ΒΙΒΛΙΩ. α. Ὅτι ἀΐδιος καὶ πρὸ τῶν αἰώνων ὁ Μονογενής: προκειμένου ῥητοῦ Ἐν ἀρχῇ ἦν ὁ Λόγος. β. Ὅτι καὶ Θεὸς ὁμοούσιος ὑπάρχων τῷ

 ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΑΛΕΞΑΝΔΡΕΙΑΣ, ΕΞΗΓΗΣΙΣ ΥΠΟΜΝΗΜΑΤΙΚΗ ΕΙΣ ΤΟ ΚΑΤΑ ΙΩΑΝΝΗΝ ΕΥΑΓΓΕΛΙΟΝ. ΛΟΓΟΣ ΠΡΩΤΟΣ. ΑΚΡΙΒΗΣ ὄντως καὶ θ

 ΚΕΦΑΛΗ Α. Ἐν ἀρχῇ ἦν ὁ Λόγος. Ὅτι ἀΐδιος καὶ πρὸ τῶν αἰώνων ὁ Μονογενής. ΤΙ πρὸς τοῦτό φασιν οἱ νέον ἡμῖν καὶ πρόσφατον εἰσφέροντες τὸν Υἱὸν, ἵνα μηδὲ

 ΚΕΦΑΛΗ Β. Ὅτι καὶ Θεὸς καὶ ὁμοούσιος τῷ Πατρὶ ὑπάρχων ὁ Υἱὸς ἐν ἰδίᾳ ἐστὶν ὑποστάσει, ὁμοίως δὲ καὶ ὁ Πατήρ. « Καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεόν. » ἝΩΛΟΝ ἤ

 ΚΕΦΑΛΗ Γ. Ὅτι καὶ Θεὸς κατὰ φύσιν, καὶ κατ' οὐδένα τρόπον ἢ ἐλάττων ἢ ἀνόμοιός ἐστι τοῦ Πατρὸς ὁ Υἱός. « Καὶ Θεὸς ἦν ὁ Λόγος. » ΟΥΚ ἠγνόησεν ὁ πνευματ

 ΚΕΦΑΛΗ Δ. Πρὸς τοὺς τολμῶντας λέγειν, ὅτι ἕτερός ἐστιν ὁ ἐνδιάθετός τε καὶ φυσικὸς ἐν Θεῷ καὶ Πατρὶ Λόγος, καὶ ἕτερος ὁ παρὰ ταῖς θείαις γραφαῖς λεγόμ

 ΚΕΦΑΛΗ Ε. Ὅτι κατὰ φύσιν δημιουργὸς ὁ Υἱὸς μετὰ Πατρὸς, ὡς ἐκ τῆς οὐσίας ὑπάρχων αὐτοῦ, καὶ οὐχ ὥσπερ ὑπουργὸς παραλαμβανόμενος. « Πάντα δι' αὐτοῦ ἐγέ

 ΚΕΦΑΛΗ Ϛ. Ὅτι ζωὴ κατὰ φύσιν ἐστὶν ὁ Υἱὸς, καὶ διὰ τοῦτο οὐ γενητὸς, ἀλλ' ἐκ τῆς οὐσίας τοῦ Θεοῦ καὶ Πατρός. « Ὃ γέγονεν, ἐν αὐτῷ ζωὴ ἦν. » ἜΤΙ τὰς πε

 ΚΕΦΑΛΗ Ζ. Ὅτι φῶς κατὰ φύσιν ἐστὶν ὁ Υἱὸς, καὶ διὰ τοῦτο οὐ γενητὸς, ἀλλ' ἐκ τῆς οὐσίας τοῦ Θεοῦ καὶ Πατρὸς, ὡς φῶς ἀληθινὸν ἐκ φωτὸς ἀληθινοῦ. « Καὶ

 ΚΕΦΑΛΗ Η. Ὅτι μόνος ὁ Υἱὸς τοῦ Θεοῦ φῶς ἐστιν ἀληθινὸν, ἡ δὲ κτίσις οὐκέτι, φωτὸς οὖσα μέτοχος, ὡς γενητή. « Ἦν τὸ φῶς τὸ ἀληθινόν. » ΕΠΕΞΕΡΓΑΖΕΤΑΙ πά

 ΚΕΦΑΛΗ Θ. Ὅτι οὐ προϋπάρχει τοῦ σώματος ἡ τοῦ ἀνθρώπου ψυχὴ, οὐδὲ ἐκ πρεσβυτέρων ἁμαρτημάτων ἡ σωμάτωσις κατά τινας. « Ὃ φωτίζει πάντα ἄνθρωπον ἐρχόμε

 ΚΕΦΑΛΗ Ι. Ὅτι μόνος κατὰ φύσιν Υἱὸς ἐκ Πατρὸς ὁ Μονογενὴς, ὡς ἐξ αὐτοῦ καὶ ἐν αὐτῷ. « Θεὸν οὐδεὶς ἑώρακε πώποτε: ὁ Μονογενὴς Θεὸς ὁ ὢν εἰς τὸν κόλπον

 ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΑΛΕΞΑΝΔΡΕΙΑΣ ΕΙΣ ΤΟ ΚΑΤΑ ΙΩΑΝΝΗΝ ΕΥΑΓΓΕΛΙΟΝ, ΒΙΒΛΙΟΝ Αʹ. ΚΕΦΑΛΑΙΑ ΕΝ ΤΩ ΔΕΥΤΕΡΩ ΒΙΒΛΙΩ. α. Ὅτι οὐ κατὰ μετοχὴν, οὐδὲ ὡς ἐπακτὸν

 ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΑΛΕΞΑΝΔΡΕΙΑΣ ΕΙΣ ΤΟ ΚΑΤΑ ΙΩΑΝΝΗΝ ΕΥΑΓΓΕΛΙΟΝ. ΒΙΒΛΙΟΝ Βʹ. Τῇ ἐπαύριον βλέπει τὸν Ἰησοῦν ἐρχόμενον πρὸς

 ΚΕΦΑΛΗ Α. Ὅτι οὐ κατὰ μετοχὴν οὐδὲ ὡς ἐπακτὸν ἐν τῷ Υἱῷ τὸ Ἅγιον Πνεῦμά ἐστιν, ἀλλ' οὐσιωδῶς καὶ κατὰ φύσιν ἐνυπάρχει αὐτῷ. « Καὶ ἐμαρτύρησεν Ἰωάννης

 ΚΕΦΑΛΗ Β. Ὅτι οὐκ ἐν τοῖς γενητοῖς ἐστιν ὁ Υἱὸς, ἀλλ' ἐπάνω πάντων, ὡς Θεὸς ἐκ Θεοῦ. « Ὁ ἄνωθεν ἐρχόμενος ἐπάνω πάντων ἐστίν. » ΟΥ μέγα, φησὶν, οὐδὲ λ

 ΚΕΦΑΛΗ Γ. Ὅτι Θεὸς καὶ ἐκ Θεοῦ κατὰ φύσιν ὁ Χριστός. « Ὁ λαμβάνων αὐτοῦ τὴν μαρτυρίαν ἐσφράγισεν ὅτι ὁ Θεὸς ἀληθής ἐστιν. » ΟΥΧ ἑτέρως ἦν ἐπιδεῖξαι τὴ

 ΚΕΦΑΛΗ Δ. Ὅτι οὐ μεταληπτῶς ἐν Υἱῷ τὰ τοῦ Θεοῦ καὶ Πατρὸς ἴδια, ἀλλ' οὐσιωδῶς καὶ κατὰ φύσιν. « Ὁ Πατὴρ ἀγαπᾷ τὸν Υἱὸν καὶ πάντα δέδωκεν ἐν τῇ χειρὶ α

 ΚΕΦΑΛΗ Ε. Ὅτι οὐκ ἐν τοῖς προσκυνοῦσίν ἐστιν ὁ Υἱὸς, ᾗ Λόγος ἐστὶ καὶ Θεὸς, προσκυνεῖται δὲ μᾶλλον μετὰ Πατρός. « Ὑμεῖς προσκυνεῖτε ὃ οὐκ οἴδατε: ἡμεῖ

 ΚΕΦΑΛΗ Ϛ. Ὅτι οὐκ ἐλάττων κατὰ δύναμιν ἢ κατ' ἐνέργειαν τὴν ἐπί τισιν ὁ Υἱὸς τοῦ Πατρὸς, ἀλλ' ἰσοσθενής τε καὶ ὁμοούσιος, ὡς ἐξ αὐτοῦ καὶ κατὰ φύσιν.

 ΚΕΦΑΛΗ Ζ. Ὅτι τῶν θεοπρεπῶν ἀξιωμάτων ἤτοι πλεονεκτημάτων οὐδὲν ὡς ἐκ μετοχῆς ἢ ἐπακτὸν ἐν Υἱῷ. « Οὐδὲ γὰρ ὁ Πατὴρ κρίνει οὐδένα, ἀλλὰ τὴν κρίσιν πᾶσα

 ΚΕΦΑΛΗ Η. Ὅτι Θεὸς καὶ ἐκ Θεοῦ κατὰ φύσιν ὑπάρχων ὁ Υἱὸς, καὶ εἰκὼν τοῦ γεννήσαντος ἀκριβὴς, ἴσην ἔχει πρὸς αὐτὸν καὶ τιμὴν καὶ δόξαν. « Ἵνα πάντες τι

 ΚΕΦΑΛΗ Θ. Ὅτι κατ' οὐδὲν ἐλάττων τοῦ Θεοῦ καὶ Πατρὸς ὁ Υἱὸς, ἀλλ' ἰσοσθενὴς κατ' ἐνέργειαν τὴν ἐφ' ἅπασίν ἐστιν ὡς Θεὸς ἐκ Θεοῦ. « Οὐ δύναμαι ἐγὼ ποιε

 ΚΕΦΑΛΑΙΑ ΕΝ ΤΩι ΤΡΙΤΩι ΒΙΒΛΙΩι ΠΛΑΤΥΤΕΡΟΝ ΕΙΡΗΜΕΝΑ. α. Ζήτησις ἀκριβὴς, διατί μὴ μόνον λύχνος, ἀλλὰ καιόμενος καὶ φαίνων ὁ μακάριος βαπτιστὴς εἴρηται

 ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΑΛΕΞΑΝΔΡΕΙΑΣ ΕΙΣ ΤΟ ΚΑΤΑ ΙΩΑΝΝΗΝ ΕΥΑΓΓΕΛΙΟΝ. ΒΙΒΛΙΟΝ Γ. « Ζήτησις ἀκριβὴς διατί μὴ μόνον ὁ λύχνος, ἀλ

 ΚΕΦΑΛΗ Β. Ὅτι εἰκών ἐστι τοῦ Θεοῦ καὶ Πατρὸς ὁ Υἱὸς, ἐν ᾧ καὶ πρὸς Ἰουδαίους ἔλεγχος, ὡς μὴ νοοῦντας τὰ διὰ Μωυσέως αἰνιγματωδῶς μᾶλλον εἰρημένα. « Οὔ

 ΚΕΦΑΛΗ Γ. Ὅτι τοῦ Σωτῆρος τὴν ἄφιξιν ἐσήμαινεν ὁ Μωυσῆς. Ἐκ τοῦ Δευτερονομίου περὶ Χριστοῦ. ” ΠΡΟΦΗΤΗΝ ὑμῖν ἐκ τῶν ἀδελφῶν σου ὡς ἐμὲ ἀνα“στήσει σοι Κ

 ΚΕΦΑΛΗ Δ. Ὅτι πολλάκις αἱ Χριστοῦ μεταβάσεις ἀπὸ τῆς Ἱερουσαλὴμ τὸ μετατεθήσεσθαι τὴν χάριν ἐπὶ τὰ ἔθνη δηλοῦσιν: ἐν ταὐτῷ δὲ καὶ λόγος περὶ τῶν πέντε

 ΚΕΦΑΛΗ Ε. Ὅτι χαρακτὴρ τῆς ὑποστάσεως τοῦ Θεοῦ καὶ Πατρός ἐστιν ὁ Μονογενὴς, καὶ οὐχ ἕτερος παρ' αὐτὸν ἢ ἔστιν ἢ νοεῖται χα ρακτήρ. « Ἣν ὁ υἱὸς τοῦ ἀν

 ΚΕΦΑΛΗ Ϛ. Περὶ τοῦ μάννα, ὅτι τύπος ἦν τῆς Χριστοῦ παρουσίας καὶ τῶν δι' αὐτοῦ χαρισμάτων πνευματικῶν. « Εἶπεν οὖν αὐτοῖς ὁ Ἰησοῦς Ἀμὴν ἀμὴν λέγω ὑμῖν

 ΚΕΦΑΛΑΙΑ ΤΑ ΕΝ ΤΩι ΤΕΤΑΡΤΩι ΒΙΒΛΙΩι α. Ὅτι κατ' οὐδὲν ἐλάττων τοῦ Θεοῦ καὶ Πατρὸς ὁ Υἱὸς, διὰ τὸ ἐξ αὐτοῦ κατὰ φύσιν ὑπάρχειν, κἂν ὑποτάττεσθαι λέγητα

 ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΑΛΕΞΑΝΔΡΕΙΑΣ ΕΙΣ ΤΟ ΚΑΤΑ ΙΩΑΝΝΗΝ ΕΥΑΓΓΕΛΙΟΝ. ΒΙΒΛΙΟΝ ΤΕΤΑΡΤΟΝ. ΚΕΦΑΛΗ Α. Ὅτι κατ' οὐδὲν ἐλάττων τοῦ Θ

 ΚΕΦΑΛΗ Β. Ὅτι ζωοποιὸν τὸ ἅγιον σῶμα Χριστοῦ, ἐν οἷς ὡς περὶ ἄρτου φησὶ τοῦ ἰδίου σώματος. « Ἐγώ εἰμι ὁ ἄρτος τῆς ζωῆς. οἱ πατέρες ὑμῶν ἔφαγον τὸ μάνν

 ΚΕΦΑΛΗ Γ. Ὅτι οὐ ζωῆς τῆς παρ' ἑτέρου μέτοχός ἐστιν ὁ Υἱὸς, μᾶλλον δὲ κατὰ φύσιν ζωὴ ὡς ἐκ ζωῆς τῆς κατὰ φύσιν γεγεννημένος τοῦ Θεοῦ καὶ Πατρός. « Καθ

 ΚΕΦΑΛΗ Δ. Ὅτι τύπος ἦν τοῦ Χριστοῦ προηγουμένη τοῦ λαοῦ κατὰ τὴν ἔρημον ἡ ἁγία σκηνὴ, καὶ ἡ κιβωτὸς δὲ ἡ ἐν αὐτῇ καὶ ἡ λυχνία καὶ τὰ θυσιαστήρια δὲ, τ

 ΚΕΦΑΛΗ Ε. Περὶ τῆς ἑορτῆς τῆς σκηνοπηγίας, ὅτι τῆς ὀφειλομένης τοῖς ἁγίοις ἐλπίδος τὴν ἀποκατάστασιν δηλοῖ, καὶ τὴν ἐκ νεκρῶν ἀναβίωσιν: προκειμένου ῥ

 ΚΕΦΑΛΗ Ϛ. Λόγος περὶ τῆς ἀργίας τῆς κατὰ τὸ σάββατον, τίνος ἐστὶ σημαντικὴ πολυτρόπως ἐπιδεικνύς. « Εἰ περιτομὴν λαμβάνει ἄνθρωπος ἐν σαββάτῳ ἵνα μὴ λ

 ΚΕΦΑΛΗ Ζ. Λόγος περὶ τῆς ἐν ὀγδόῃ περιτομῆς, τίνος ἐστὶ σημαντικὴ πολυτρόπως ἐπιδεικνύς. ἈΡΚΟΥΝΤΩΣ ἤδη, καθάπερ ὑπολαμβάνω, καὶ κατὰ δύναμιν τῆς ἐνούσ

 ΚΕΦΑΛΑΙΑ ΤΑ ΕΝ ΤΩι ΠΕΜΠΤΩι ΒΙΒΛΙΩι. α. Ὅτι κατὰ Ἑλλήνων ἀμαθεῖς ὑπονοίας, οὐ ταῖς ὥραις ὡς ἐξ ἀνάγκης ὑπόκειται τὰ καθ' ἡμᾶς, ἀλλ' ἐκ προαιρέσεως ἰδία

 ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΑΛΕΞΑΝΔΡΕΙΑΣ ΕΙΣ ΤΟ ΚΑΤΑ ΙΩΑΝΝΗΝ ΕΥΑΓΓΕΛΙΟΝ. ΒΙΒΛΙΟΝ ΠΕΜΠΤΟΝ. « Ἔλεγον οὖν τινες ἐκ τῶν Ἱεροσολυμιτῶν

 ΚΕΦΑΛΗ Α. Ὅτι κατὰ τὰς Ἑλλήνων ἀμαθεῖς ὑπονοίας, οὐ ταῖς ὥραις ὡς ἐξ ἀνάγκης ὑπόκειται τὰ καθ' ἡμᾶς, ἀλλ' ἐκ προαιρέσεως ἰδίας ἐπί τε τὸ ἀγαθὸν καὶ τὸ

 ΚΕΦΑΛΗ Β. Ὅτι μετὰ τὸν τοῦ Σωτῆρος σταυρὸν κατὰ τὴν ἐκ νεκρῶν ἀναβίωσιν ἐνῳκίσθη παγίως ἡμῖν τὸ Ἅγιον Πνεῦμα. « Τοῦτο δὲ ἔλεγε περὶ τοῦ Πνεύματος οὗ ἔ

 ΚΕΦΑΛΗ Γ. Ὅτι οὐ τῆς Ἰουδαίων ἰσχύος ἔργον ἦν τὸ ἐπὶ σταυρῷ πάθος, οὐδὲ ἐκ τῆς τινων πλεονεξίας ἀπέθανεν ὁ Χριστὸς, ἀλλ' αὐτὸς ἑκὼν ὑπὲρ ἡμῶν τοῦτο πέ

 ΚΕΦΑΛΗ Δ. Ὅτι Θεὸς κατὰ φύσιν ἐστὶν ὁ Υἱὸς τῆς πρὸς τὴν κτίσιν ὁμοιότητος ἀνῳκισμένος παντελῶς, ὅσον εἰς οὐσίας λόγον. « Ὑμεῖς ἐκ τούτου τοῦ κόσμου ἐσ

 ΚΕΦΑΛΗ Ε. Ὅτι οὐκ ἐλάττων ἐν δυνάμει καὶ σοφίᾳ τοῦ Θεοῦ καὶ Πατρὸς ὁ Υἱὸς, μᾶλλον δὲ αὐτὸς σοφία καὶ δύναμις αὐτοῦ. « Καὶ ἀπ' ἐμαυτοῦ ποιῶ οὐδὲν, ἀλλὰ

 ΚΕΦΑΛΑΙΑ ΤΑ ΕΝ ΤΩι ΕΚΤΩι ΒΙΒΛΙΩι. Ὅτι οὐκ ἐκ προγενεστέρων τῆς ψυχῆς ἁμαρτημάτων τὰ σωματικά τισιν ἐπισυμβαίνει πάθη, ἀλλ' οὐδὲ ἁμαρτίας πατέρων ἐπὶ τ

 ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΑΛΕΞΑΝΔΡΕΙΑΣ ΕΙΣ ΤΟ ΚΑΤΑ ΙΩΑΝΝΗΝ ΕΥΑΓΓΕΛΙΟΝ. ΒΙΒΛΙΟΝ ΕΚΤΟΝ. « Ὑμεῖς ἐκ τοῦ πατρὸς τοῦ διαβόλου ἐστὲ,

 ΚΕΦΑΛΗ Α. Ὅτι οὐκ ἐκ προγενεστέρων τῆς ψυχῆς ἁμαρτημάτων τὰ σωματικά τισιν ἐπισυμβαίνει πάθη, ἀλλ' οὐδὲ ἁμαρτίας πατέρων ἐπάγει τισὶν ὁ Θεὸς, τοὺς οὐδ

 LIBRI VII FRAGMENTA QUAE REPERIRI POTUERUNT. « Οὐδεὶς αἴρει αὐτὴν ἀπ' ἐμοῦ, ἀλλ' ἐγὼ τίθημι αὐτὴν ἀπ' ἐμαυτοῦ. ἐξουσίαν ἔχω θεῖναι αὐτὴν, καὶ ἐξουσίαν

 LIBRI VIII FRAGMENTA QUAE REPERIRI POTUERUNT. « Ἡ οὖν Μαρία λαβοῦσα λίτραν μύρου νάρδου πιστικῆς πολυτίμου, ἤλειψε τοὺς πόδας τοῦ Ἰησοῦ καὶ ἐξέμαξε τα

 ΚΕΦΑΛΑΙΟΝ ΤΟ ΕΝ ΤΩι ΕΝΝΑΤΩι ΒΙΒΛΙΩι. α. Ὅτι διὰ τὴν ταυτότητα τῆς φύσεως ὁ Υἱὸς μὲν ἐν τῷ Πατρί ἐστιν: ὁ Πατὴρ δ' αὖ πάλιν ἐν τῷ Υἱῷ ἐστιν.

 ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΑΛΕΞΑΝΔΡΕΙΑΣ ΥΠΟΜΝΗΜΑ ΕΙΣ ΤΟ ΚΑΤΑ ΙΩΑΝΝΗΝ ΕΥΑΓΓΕΛΙΟΝ. ΒΙΒΛΙΟΝ ΕΝΝΑΤΟΝ. « Ὅτι ἐγὼ ἐξ ἐμαυτοῦ οὐκ ἐλάλησα, ἀλλ' ὁ πέμψας με Πατὴρ

 ΚΕΦΑΛΗ Α. Ὅτι διὰ τὴν ταυτότητα τῆς φύσεως, ὁ Υἱὸς μὲν ἐν τῷ Πατρί ἐστιν, ὁ Πατὴρ δ' αὖ πάλιν ἐν τῷ Υἱῷ ἐστιν. « Πιστεύετε ὅτι ἐγὼ ἐν τῷ Πατρὶ καὶ ὁ Π

 ΚΕΦΑΛΑΙΑ ΤΑ ΕΝ ΤΩι ΔΕΚΑΤΩι ΒΙΒΛΙΩι. α. Ὅτι κατ' οὐδὲν ἐλάττων ἐστὶν ὁ Υἱὸς τοῦ Θεοῦ καὶ Πατρὸς, ἴσος δὲ μᾶλλον καὶ ὅμοιος κατὰ φύσιν αὐτῷ, προκειμένου

 ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΑΛΕΞΑΝΔΡΕΙΑΣ ΕΙΣ ΤΟ ΚΑΤΑ ΙΩΑΝΝΗΝ ΕΥΑΓΓΕΛΙΟΝ. ΒΙΒΛΙΟΝ ΔΕΚΑΤΟΝ. « Ὁ ἔχων τὰς ἐντολάς μου καὶ τηρῶν αὐτὰ

 ΚΕΦΑΛΗ Α. Ὅτι κατ' οὐδὲν ἐλάττων ἐστὶν ὁ Υἱὸς τοῦ Θεοῦ καὶ Πατρὸς, ἴσος δὲ μᾶλλον καὶ ὅμοιος κατὰ φύσιν αὐτῷ. « Εἰ ἠγαπᾶτέ με, ἐχάρητε ἂν ὅτι πορεύομα

 ΚΕΦΑΛΗ Β. Ὅτι τῷ Θεῷ καὶ Πατρὶ ὁμοούσιός ἐστιν ὁ Υἱὸς, καὶ οὐχ ἑτεροφυὴς, οὐδὲ ἔκφυλος, κατά τινας τῶν διεστραμμένων. « Ἐγώ εἰμι ἡ ἄμπελος ἡ ἀληθινὴ,

 ΚΕΦΑΛΑΙΑ ΤΑ ΕΝ ΤΩι ΕΝΔΕΚΑΤΩι ΒΙΒΛΙΩι. α. Ὅτι φυσικῶς ἐκ Θεοῦ τε καὶ ἐν τῷ Υἱῷ τὸ Πνεῦμα τὸ Ἅγιον καὶ δι' αὐτοῦ καὶ ἐν τῇ οὐσίᾳ αὐτοῦ. β. Ὅτι φυσικῶς ἐ

 ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΑΛΕΞΑΝΔΡΕΙΑΣ ΕΙΣ ΤΟ ΚΑΤΑ ΙΩΑΝΝΗΝ ΕΥΑΓΓΕΛΙΟΝ. ΒΙΒΛΙΟΝ ΕΝΔΕΚΑΤΟΝ. ΚΕΦΑΛΗ Α. Ὅτι φυσικῶς ἐκ Θεοῦ τε καὶ

 ΚΕΦΑΛΗ Β. Ὅτι φυσικῶς ἐν τῷ Υἱῷ καὶ ἐν τῇ οὐσίᾳ αὐτοῦ τὸ Πνεῦμα αὐτοῦ, τουτέστι τὸ Ἅγιον, καθὰ καὶ ἐν τῇ οὐσίᾳ τοῦ Πατρός. « Πάντα ὅσα ἔχει ὁ Πατὴρ ἐμ

 ΚΕΦΑΛΗ Γ. Ὅτι τῆς θεοπρεποῦς δόξης οὐκ ἐπιδεᾶ θεωρήσαι τις ἂν τὸν Υἱὸν, κἂν εὑρίσκηται λέγειν Πάτερ δόξασον τὸν Υἱόν σου. « Ταῦτα ἐλάλησεν ὁ Ἰησοῦς, κ

 ΚΕΦΑΛΗ Δ. Ὅτι κατ' οὐδένα τρόπον ἀδικήσει τοῦ Υἱοῦ τὴν δόξαν τὸ εἰληφέναι τι λέγεσθαι παρὰ τοῦ Θεοῦ καὶ Πατρὸς, ἔχοντος εὐσεβῆ τοῦ πράγματος λόγον. «

 ΚΕΦΑΛΗ Ε. Ὅτι τοῦ εἶναι Θεὸς ἀληθινὸς ὁ Υἱὸς οὐκ ἔξω κείσεται, κἂν μόνον καὶ ἀληθινὸν ὀνομάζῃ Θεὸν τὸν Πατέρα. « Αὕτη δέ ἐστιν ἡ αἰώνιος ζωὴ, ἵνα γινώ

 ΚΕΦΑΛΗ Ϛ. Ὅτι δόξης τῆς θεοπρεποῦς οὐ γυμνὸς ἦν ὁ Υἱὸς κἂν εὑρίσκηται λέγων πρὸς τὸν Πατέρα Καὶ νῦν δόξασόν με τῇ δόξῃ ᾗ εἶχον, καὶ τὰ ἑξῆς. « Ἐγώ σε

 ΚΕΦΑΛΗ Ζ. Ὅτι τὸ λέγεσθαί τι δεδόσθαι τῷ Υἱῷ παρὰ τοῦ Πατρὸς, οὐκ ἐξοικιεῖ τῆς θεοπρεποῦς ἀξίας αὐτὸν, ἀλλ' ὢν ὁμοούσιός τε καὶ ἐξ αὐτοῦ διαφαίνεται κ

 ΚΕΦΑΛΗ Η. Ὅτι οὐκ ἔξω κείσεται τῆς Χριστοῦ βασιλείας, κἂν εἴ τι λέγοιτο τοῦ Πατρός: ἅμα γὰρ αὐτῶν ἡ κατὰ πάντων ἀρχή. « Ἐγὼ περὶ αὐτῶν ἐρωτῶ: οὐ περὶ

 ΚΕΦΑΛΗ Θ. Ὅτι φυσικὸν ἐν τῷ Υἱῷ τὸ τῆς θεότητος ἀξίωμα, κἂν εἰληφέναι λέγηται τοῦτο παρὰ Πατρὸς διὰ τὸ ἀνθρώπινον καὶ τὸ τῆς ταπεινώσεως σχῆμα. « Πάτε

 ΚΕΦΑΛΗ Ι. Ὅτι οὐκ ἐκ μετοχῆς τῆς πρὸς ἕτερον ἅγιός ἐστιν ὁ Χριστὸς οὐδὲ ξένος τῆς οὐσίας αὐτοῦ ὁ διὰ Πνεύματος ἁγιασμός. « Καθὼς ἐμὲ ἀπέστειλας εἰς τὸ

 ΚΕΦΑΛΗ ΙΑ. Ὅτι φυσικῶς ὁ Υἱὸς ἕν ἐστι πρὸς τὸν ἑαυτοῦ Πατέρα Θεὸν, καὶ αὐτὸς μὲν ἐν Πατρὶ, ὁ Πατὴρ δὲ ἐν αὐτῷ, κατά γε τὸν οὐσιώδη τῆς ἑνότητος σύνδεσ

 ΚΕΦΑΛΗ ΙΒ. « Ὅτι κατὰ φύσιν ἕν ἐστιν ὁ Υἱὸς πρὸς τὸν ἑαυτοῦ Πατέρα Θεὸν, κἂν ὡς ἐν χάριτος μέρει δέξασθαι λέγῃ τὸ ἓν εἶναι πρὸς τὸν Πατέρα. »

 ΚΕΦΑΛΑΙΟΝ « ΤΟ ΕΝ ΤΩι ΔΩΔΕΚΑΤΩι ΒΙΒΛΙΩι. » α. Ὅτι Θεὸς κατὰ φύσιν ἐστὶν ὁ Υἱὸς, κἂν εὑρίσκηται δι' ἡμᾶς Θεὸν ἑαυτοῦ τὸν Πατέρα καλῶν, προκειμένου ῥητο

 ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΑΛΕΞΑΝΔΡΕΙΑΣ ΕΙΣ ΤΟ ΚΑΤΑ ΙΩΑΝΝΗΝ ΕΥΑΓΓΕΛΙΟΝ ΒΙΒΛΙΟΝ ΔΩΔΕΚΑΤΟΝ

 ΚΕΦΑΛΗ Α. « Ὅτι κατὰ φύσιν Θεός ἐστιν ὁ Υἱὸς, κἂν εὑρίσκηται δι' ἡμᾶς Θεὸν ἑαυτοῦ τὸν Πατέρα καλῶν. »

Chapter Iii. That Christ is God and of God by Nature.

33 He that hath received His testimony hath set to his seal that God is true.

In no other way was it possible to shew the impiety of them that believe not, except the glorious achievement of the believers were made known. For by the contrast of good things is the evil easily discerned, and the knowledge of what is better convicts the worse. If any then (saith he) have assented to the words of Him That cometh from above, he hath sealed and confirmed by his understanding, that truth is ever akin and most dear to the Divine Nature. Whence the converse is manifest to them that see. For he who thrusts away the faith will surely witness against himself, that God is not true. But we must again take notice, that he removes the Son from consubstantiality with the creation, and shews by what has been said that He is by Nature God. For if he that believeth the things spoken by Him, and receiveth the testimony which He gave of Himself, sealed and well confirmed that God is true; how shall not Christ be conceived of as by Nature God, Who is testified of as true by the credit of the things just said? or let our opponent again say how the Divine Nature is honoured, as being true, by our Saviour's testimony being received. For if He be not wholly by Nature God, he that believeth will not be reverencing the Divine Nature, as true, but rather one (according to them) the fairest of creatures. But since, when Christ is believed, the declaration of being true extendeth to God, it is I suppose altogether clear, that He being God, not falsely so called, Himself taketh honour to Himself from those who believe.  

But the enemy of the truth will not (it seems) agree to these words of ours, but will start up strong, not admitting the Son to be by Nature God: and will say again, Thou cavillest, sir, and contrivest turns of many-varied reasonings, ever rejecting somehow the simple and right sense. For since the Word of God hath come down from Heaven, calling out openly, I speak not of Myself, but the Father Which sent Me, He gave Me a commandment, what I should say and what I should speak: and again, All things that I have heard of My Father, I will make known unto you: or also, as the holy Baptist averred in the following words, For He Whom God hath sent speaketh the words of God: therefore of Him is he saying, He that receiveth His testimony hath set to his seal, that God is True. For verily is God the Father true, but thou attemptest to bring round to the Son what is due to Another.

What then shall we say to these things? shall we class the Only-Begotten among the prophets, fulfilling the ministry befitting Prophets, and doing nought besides? For by whom is it not unhesitatingly received, that Prophets used to bring us voices from God? Then what excellence is there in the Son, if He accomplish this alone? how is He above all, if He is still ranked along with Prophets, and is clad in slave-befitting measure? How, as though surpassing them in glory doth He say in the Gospels, If He called them gods unto whom the Word of God came, and the Scripture cannot be broken, say ye of Him Whom the Father hath sanctified and sent into the world, Thou blasphemest: because I said, I am the Son of God? For in these words He clearly severeth Himself off from the company of Prophets, and saith that they were called gods, because the Word of God came to them, but Himself He con-fesseth Son. For to the holy Prophets was imparted grace by measure through the Spirit; but in our Saviour Christ it hath pleased all the full ness of the God-head to dwell bodily, as Paul saith; wherefore also of His fullness have all we received, as John affirmed. How then will the Giver be On a par with the recipients, or how will the Fullness of the God-head be reckoned in the portion of the minister?  

Let them then hence consider narrowly, into how great blasphemy their argument will hazard them. And how one ought to understand the words, I speak not of Myself, but the Father Which sent Me, He gave Me a commandment what I should say and what I should speak, will be explained more at large in its proper time and place. But I think that at present the objections of our opponents ought to be made a foundation of piety, and from what they put forth, we ought to contend for the doctrines of the Church. They then affirm that the Son has received commandments from the Father, and says nothing of Himself: but whatsoever He heard, as Himself says, these things He is zealous to say to us too. Well, let him hold to this; for we will agree, since this nothing wrongeth the Son, as far at least as concerns the question of whence He is; yea rather it bringeth in a most beautiful ceconomy in respect of the present subject. Therefore when they hear Him say, I and the Father are One; He that hath seen Me hath seen the Father; I am in the Father, and the Father in Me: let them receive His testimony, let them set to their seal, that God the Father is true, persuading the Son to speak what He knoweth accurately; let them not disbelieve the words of the Saviour, interpreting to us the things of His Father.

34 For He Whom God hath sent speaketh the words of God.

The Father then knoweth that His own Son is in Him the Same by Nature (for this I suppose the words, are One, signify, and nothing else), and acknowledgeth Him as Son not creature; Son I mean of His own Essence, and not honoured with the bare name of Sonship. For He knows that He is the Exact Image of His own Proper Self, so that He is perfectly seen in Him, and depicts in Himself Him That by Nature Ineffably beamed forth from Him, and hath in Himself the Son, is again in the Son, by reason of Sameness of Essence.

These things, o heretic, by considering, thou shalt release thyself from bitter disease, and us from trouble in argument and controversy. For He Whom God hath sent speaketh the words of God. If these words be considered simply, what will there be of marvel in the Son? For was not every one of the holy Prophets also both sent from God, and did he not declare His words? And indeed it is somewhere said to the hierophant Moses, And now come, I will send thee into Egypt, and thou shalt say unto Pharaoh, Thus saith the Lord: to the most holy Jeremiah, Say not, I am a child: for thou shalt go to all that I shall send thee, and whatsoever I command thee thou shalt speak. What more then is there in the Son by Nature Who speaketh the words of God, because He is sent by Him? He will be declared to us again (it seems) as a Prophet, and nothing else, in respect of ministry. Therefore you will here understand hath sent, either in respect of the Incarnation and the Coming into this world with Flesh: or again you will take it in a more God-befitting and higher sense. For the Father hid not the Son in Himself, but He beamed forth of His Nature, as brightness from light, after the unspeakable and inexplicable mode of Divine Generation: which too the Only-Begotten was making known to us, in saying, I came forth from the Father, and am come. For the Son hath come forth from the Father into His Proper Being, even though He be in Him by Nature. And what I came forth there means, this again the being sent here signifies. The Word then (he says) That hath appeared and flashed forth from the Father, in that He is God of God, will use words befitting God: but the words befitting God are true words, and such as reject all stain of falsehood. He then that receiveth the testimony of the Saviour hath sealed that God is true; for He is indeed by Nature God.

For He giveth not the Spirit by measure. Promise now specially keen attention, my good friend, that with me you may wonder at the sober wisdom of the Saints. He said therefore that the Son was both sent of God, and speaketh the words of God. But he is observed as far as belongs to the simple force of the words to clothe Him with the prophetic measure, as we have just said. He: removes Him then in these words from equality with them, and through this one token gives us to understand, how great, yea, rather now how incomparable the difference. For it is impossible, saith he, that they who have received the Spirit by measure, could give It to another. For never hath saint to saint been the bestower of the Holy Ghost: but the Son giveth to all, as of His own fulness. He then giveth not by measure, nor hath He, as they, some little portion of the Spirit, and this by participation: but since He was shewn to be the Giver too of It, it is manifest I suppose that He hath It wholly Essentially in Himself. He then that hath so great superiority over them, will not speak the. things of God as one of them, but being God of God, will pour forth words befitting God.

But it will no how interfere with what has been said that certain deem that by Apostolic hands the Spirit was given to some: for we will believe them to be invokers of the Spirit, rather than truly givers of It: since the blessed Moses too was not enjoined himself to take of the Spirit that was on him but God kept this too in His Power alone, saying that he must put forth the seventy, and promising to take of the Spirit that was on him, and put it upon them. For He knew that it befits God Alone to perform things God-befitting.  

ΚΕΦΑΛΗ Γ. Ὅτι Θεὸς καὶ ἐκ Θεοῦ κατὰ φύσιν ὁ Χριστός.
« Ὁ λαμβάνων αὐτοῦ τὴν μαρτυρίαν ἐσφράγισεν ὅτι ὁ Θεὸς ἀληθής ἐστιν. » ΟΥΧ ἑτέρως ἦν ἐπιδεῖξαι τὴν τῶν ἀπειθούντων ἀσέβειαν, εἰ μὴ τῶν πιστευόντων τὸ λαμπρὸν ἐξεκαλύφθη κατόρθωμα: τῇ γὰρ τῶν ἀγαθῶν ἀντιπαραθέσει τὸ φαῦλον εὐκόλως διαγινώσκεται, καὶ τῶν ἀμεινόνων ἡ γνῶσις ἐλέγχει τὰ αἰσχίονα. εἴτις οὖν, φησὶ, τοῖς τοῦ ἄνωθεν ἥκοντος ἐπινεύσειε λόγοις, κατεσφράγισέ τε καὶ ἐξησφαλίσατο διὰ τῆς συνέσεως, ὅτι τὸ ἀψευδεῖν ἀεὶ τῇ θείᾳ σύνηθές τε καὶ φιλαίτατον φύσει. ἀπὸ δὴ τούτου πρόδηλον λοιπὸν τοῖς ὁρῶσι τὸ ἐναντίον: καταμαρτυρήσει γὰρ πάντως ὁ τὴν πίστιν ἀποκρουόμενος, ὅτι Θεὸς οὐκ ἔστιν ἀληθής. ἐπιτηρητέον δὲ πάλιν, ὅτι τῆς πρὸς τὴν κτίσιν ὁμοουσιότητος ἐξέλκει τὸν Υἱὸν, καὶ Θεὸν ὄντα κατὰ φύσιν διὰ τῶν εἰρημένων ἐπιδεικνύει. εἰ γὰρ ὁ τοῖς παρ' αὐτοῦ λαλουμένοις πειθόμενος, δεχόμενος δὲ τὴν μαρτυρίαν, ἥνπερ ἂν αὐτὸς ποιοῖτο περὶ ἑαυτοῦ, κατεσφράγισέ τε καὶ ἐπεψηφίσατο καλῶς, ὅτι δὴ Θεὸς ἀληθής ἐστι: πῶς οὐκ ἂν νοοῖτο κατὰ φύσιν Θεὸς ὁ Χριστὸς, ὁ καὶ διὰ τῆς πίστεως τῶν ἔναγχος εἰρημένων ἀληθὴς ἐπιμαρτυρούμενος; ἢ λεγέτω πάλιν ἡμῖν ὁ δι' ἐναντίας, πῶς ἡ θεία τιμᾶται φύσις, ὡς ἀληθεύουσα, τῆς τοῦ Σωτῆρος ἡμῶν μαρτυρίας παραδεδεγμένης. εἰ γὰρ ὅλως οὐκ ἔστι κατὰ φύσιν Θεὸς, οὐκ εἰς τὴν θείαν εὐσεβήσει φύσιν ὁ πιστεύων, ὡς ἀληθεύοντι, μᾶλλον δὲ εἰς ἓν τῶν κτισμάτων κατ' ἐκείνους τὸ κάλλιστον. ἐπειδὴ δὲ τοῦ ἀληθεύειν ἡ ψῆφος εἰς Θεὸν ἀνατείνεται πιστευομένου Χριστοῦ, πρόδηλον δήπου πάντως ἐστὶν, ὅτι Θεὸς ὑπάρχων, οὐ ψευδώνυμος αὐτὸς ἐφ' ἑαυτῷ τὴν ἀπὸ τῶν συναινούντων ἁρπάζει τιμήν. Ἀλλ' οὐ συνθήσεται μὲν κατὰ τὸ εἰκὸς τούτοις ἡμῶν τοῖς λόγοις ὁ τῆς ἀληθείας ἐχθρὸς, ἀνασκιρτήσει δὲ μέγα, Θεὸν εἶναι κατὰ φύσιν οὐ παραδεχόμενος τὸν Υἱόν: ἐρεῖ δὲ δὴ πάλιν Κατασοφίζῃ τὸν λόγον, ὦ οὗτος, καὶ στροφὰς ἐπινοεῖς πολυπλόκων θεωρημάτων, τὴν ἁπλῆν τρόπον τινὰ καὶ εὐθεῖαν ἀεὶ διάνοιαν παραιτούμενος. ἐπειδὴ γὰρ ἐξ οὐρανοῦ καταβέβηκεν ὁ τοῦ Θεοῦ Λόγος διαῤῥήδην βοῶν ” Ἀπ' “ἐμαυτοῦ οὐ λαλῶ, ἀλλ' ὁ πέμψας με Πατὴρ, αὐτός μοι ” ἐντολὴν ἔδωκε τί εἴπω καὶ τί λαλήσω,“ καὶ πάλιν ” Πάντα “ἃ ἤκουσα παρὰ τοῦ Πατρὸς ἀπαγγελῶ ὑμῖν,” ἢ καὶ, ὡς αὐτὸς ἐν τοῖς ἐφεξῆς ὁ ἅγιος διεμαρτύρατο βαπτιστής “Ὃν ” γὰρ ἀπέστειλεν ὁ Θεὸς τὰ ῥήματα τοῦ Θεοῦ λαλεῖ:“ διὰ τοῦτο λέγει περὶ αὐτοῦ Ὁ λαμβάνων αὐτοῦ τὴν μαρτυρίαν ἐσφράγισεν ὅτι ὁ Θεὸς ἀληθής ἐστιν. ἀληθὴς γὰρ ὄντως ὁ Θεὸς καὶ Πατήρ: σὺ δὲ ἡμῖν εἰς τὸν Υἱὸν περιτρέπειν πειρᾷ τὸ ἑτέρῳ χρεωστούμενον. Τί οὖν πρὸς ταῦτα καὶ παρ' ἡμῶν εἰρήσεται; ἆρ' οὖν ἐν προφήταις ἡμῖν ὁ Μονογενὴς τετάξεται, τὴν προφήταις πρέπουσαν διακονίαν ἀποπληρῶν, καὶ ἕτερον ἐπὶ τούτῳ πράττων οὐδέν; τίνι γὰρ τῶν ὄντων οὐκ ἀνενδοιάστως παραδεκτὸν, ὅτι τὰς θεόθεν ὡς ἡμᾶς διεκόμιζον οἱ προφῆται φωνάς; εἶτα τί τὸ ἐξαίρετον ἐν Υἱῷ τοῦτο αὐτὸ πληροῦντι μόνον; πῶς δὲ ἐπάνω πάντων ἐστὶν, εἰ προφήταις ἔτι συντάττεται, καὶ δουλοπρεπεῖ περιβέβληται μέτρῳ; πῶς δὲ ὡς ἐκείνους ἐν δόξῃ πλεονεκτῶν ἐν εὐαγγελίοις φησίν ” Εἰ ἐκείνους εἶπε θεοὺς “πρὸς οὓς ὁ λόγος τοῦ Θεοῦ ἐγένετο, καὶ οὐ δύναται ” λυθῆναι ἡ γραφὴ, ὃν ὁ Πατὴρ ἡγίασε καὶ ἀπέστειλεν εἰς “τὸν κόσμον ὑμεῖς λέγετε ὅτι βλασφημεῖς, ὅτι εἶπον Υἱός ” εἰμι τοῦ Θεοῦ;“ ἑαυτὸν γὰρ ἐν τούτοις ἀποδιορίζει σαφῶς τῆς τῶν προφητῶν ἀγέλης, καὶ θεοὺς μὲν αὐτοὺς κατωνομάσθαι φησὶ, διὰ τὸ γενέσθαι πρὸς αὐτοὺς τὸν τοῦ Θεοῦ Λόγον, ἑαυτὸν δὲ Υἱὸν ὁμολογεῖ. τοῖς μὲν γὰρ ἁγίοις προφήταις μερικὴ διὰ τοῦ Πνεύματος διενεμήθη χάρις: ἐν δὲ τῷ Σωτῆρι Χριστῷ πᾶν τὸ πλήρωμα τῆς θεότητος εὐδόκησε κατοικῆσαι σωματικῶς, ὡς ὁ Παῦλός φησι: διὸ καὶ ” ἐκ τοῦ “πληρώματος αὐτοῦ πάντες ἐλάβομεν,” ὡς Ἰωάννης διισχυρίσατο. πῶς οὖν ἐν ἰσομέτρῳ τοῖς λαμβάνουσιν ὁ διδοὺς, ἢ πῶς ἐν τῇ τοῦ διακονοῦντος κατατετάξεται μοίρᾳ τὸ τῆς θεότητος πλήρωμα; Περιαθρείτωσαν τοίνυν ἐντεῦθεν, εἰς ὅσην αὐτοῖς ἀποκινδυνεύσει δυσφημίαν ὁ λόγος. καὶ τίνα μὲν τρόπον προσήκει νοεῖσθαι τό “Ἀπ' ἐμαυτοῦ οὐ λαλῶ, ἀλλ' ὁ πέμψας με ” Πατὴρ, αὐτός μοι ἐντολὴν δέδωκε τί εἴπω καὶ τί λαλήσω,“ πλατύτερον ἐν ἰδίῳ καιρῷ καὶ τόπῳ διερμηνευθήσεται. χρῆναι δὲ οἶμαι πρὸς τὸ παρὸν ὑπόθεσιν εὐσεβείας τὰ τῶν ἐναντίων ποιεῖσθαι προβλήματα, καὶ ἐξ ὧν ἐκεῖνοι πρεσβεύουσι, τοῖς τῆς Ἐκκλησίας ἐπαγωνίσασθαι δόγμασιν. οὐκοῦν ἐντολὰς μὲν εἰληφέναι παρὰ τοῦ Πατρὸς, καὶ λαλεῖν ἀφ' ἑαυτοῦ μηδὲν, διισχυρίζονται τὸν Υἱόν: ὅσα δὲ ἤκουσεν, ὡς αὐτός που φησὶ, ταῦτα καὶ ἡμῖν ἐπείγεσθαι λέγειν. καλῶς, ἐχέτω καὶ τῇδε: συνθησόμεθα γὰρ, οὐδὲν ἀδικοῦντος, κατά γε τὸν τοῦ πῶς εἶναι λόγον, τοῦ πράγματος τὸν Υἱόν: καλλίστην δὲ μᾶλλον ἐπὶ τοῦ παρόντος μάλιστα τὴν οἰκονομίαν εἰσάγοντος. οὐκοῦν, ὅταν λέγοντος ἀκούσωσιν αὐτοῦ ” Ἐγὼ “καὶ ὁ Πατὴρ ἕν ἐσμεν, ὁ ἑωρακὼς ἐμὲ ἑώρακε τὸν Πατέρα: ” ἐγὼ ἐν τῷ Πατρὶ καὶ ὁ Πατὴρ ἐν ἐμοί:“ λαμβανέτωσαν τὴν μαρτυρίαν αὐτοῦ, σφραγιζέτωσαν, ὅτι ὁ Θεὸς καὶ Πατὴρ ἀληθής ἐστιν, ὅπερ οἶδεν ἀκριβῶς ἀναπείθων λαλεῖν τὸν Υἱόν: μὴ ἀπιστείτωσαν τοῖς τοῦ Σωτῆρος ῥήμασι, τὰ παρὰ τοῦ Πατρὸς ἡμῖν ἑρμηνεύοντος.
« Ὃν γὰρ ἀπέστειλεν ὁ Θεὸς τὰ ῥήματα τοῦ Θεοῦ λαλεῖ. » Οἶδεν οὖν ἄρα κατὰ φύσιν ὄντα τὸν αὐτὸν ὁ Πατὴρ ἐν ἑαυτῷ τὸν ἴδιον Υἱόν: τοῦτο γὰρ οἶμαι τό Ἕν ἐσμεν, καὶ οὐχ ἕτερόν τι κατασημαίνειν: Υἱὸν ὄντα, καὶ οὐ ποίημα γινώσκει: Υἱὸν δέ φημι τὸν ἐκ τῆς οὐσίας αὐτοῦ, καὶ οὐ ψιλῷ τῷ τῆς υἱότητος τετιμημένον ὀνόματι: οἶδεν ὄντα τῆς ἰδίας ἰδιότητος ἀπαράλλακτον εἰκόνα, ὡς ὁρᾶσθαι μὲν τελείως ἐν αὐτῷ, ζωγραφεῖν δὲ ἐν ἑαυτῷ τὸν ἐξ αὐτοῦ κατὰ φύσιν ἀῤῥήτως ἐκλάμψαντα, καὶ ἔχειν μὲν ἐν ἑαυτῷ τὸν Υἱὸν, εἶναι δὲ αὖ πάλιν ἐν Υἱῷ, διὰ τὴν τῆς οὐσίας ταυτότητα. Ταῦτα φρονήσας, αἱρετικὲ, πικροῦ μὲν σαυτὸν ἀπαλλάξεις νοσήματος, τριβῆς δὲ ἡμᾶς τῆς ἐν λόγοις καὶ ζητήμασιν. ὃν γὰρ ἀπέστειλεν ὁ Θεὸς τὰ ῥήματα τοῦ Θεοῦ λαλεῖ. ὅταν ἐκ τοῦ προχείρου νοῆται τὸ προκείμενον, τί πάλιν ἔσται τὸ θαυμαστὸν ἐν Υἱῷ; ἢ γὰρ οὐχὶ καὶ τῶν ἁγίων ἕκαστος προφητῶν, καὶ ἀπεστέλλετο παρὰ Θεοῦ, καὶ τοὺς παρ' αὐτοῦ διήγγελε λόγους; καὶ γοῦν πρὸς μὲν τὸν ἱεροφάντην εἴρηταί ποι Μωυσέα ” Καὶ νῦν δεῦρο ἀποστέλλω σε εἰς “Αἴγυπτον, καὶ ἐρεῖς πρὸς Φαραώ Τάδε λέγει Κύριος:” πρὸς Ἱερεμίαν δέ γε τὸν ἱερώτατον “Μὴ λέγε ὅτι νεώτερος ” ἐγώ εἰμι, ὅτι πρὸς πάντας οὓς ἐὰν ἐξαποστείλω σε “πορεύσῃ, καὶ κατὰ πάντα ὅσα ἐὰν ἐντείλωμαί σοι λαλή” σεις.“ τί οὖν ἄρα τὸ πλέον ἐν τῷ κατὰ φύσιν Υἱῷ, λαλοῦντι τὰ τοῦ Θεοῦ ῥήματα, διὰ τὸ ἀπεστάλθαι παρ' αὐτοῦ; προφήτης ἡμῖν, ὡς ἔοικεν, ἀναδειχθήσεται πάλιν, καὶ ἕτερον οὐδὲν, ὅσον ἧκεν εἰπεῖν εἰς τὸν τῆς διακονίας τρόπον. Οὐκοῦν τό Ἀπέστειλε νοήσεις ἐν τούτοις, ἢ κατὰ τὸν τῆς ἐνανθρωπήσεως λόγον, καὶ τὴν ἐν τῷδε τῷ κόσμῳ μετὰ σαρκὸς ἐπιφοίτησιν: ἢ πάλιν ἐκλήψῃ θεοπρεπέστερόν τε καὶ ἀξιολογώτερον. οὐ γὰρ ἔκρυψεν ἐν ἑαυτῷ τὸν Υἱὸν ὁ Πατὴρ, ἀλλ' ἐκ τῆς ἰδίας ἐξέλαμψε φύσεως, ὡς ἐκ φωτὸς ἀπαύγασμα, κατὰ τὸν ἄφραστόν τε καὶ ἀνεξήγητον τῆς θείας γεννήσεως τρόπον: ὃ δὴ καὶ αὐτὸς ἡμῖν διεσάφει λέγων ὁ Μονογενής ” Ἐγὼ ἐκ τοῦ Πατρὸς ἐξῆλθον καὶ ἥκω:“ ἐξελήλυθε γὰρ ἐκ τοῦ Πατρὸς εἰς ἰδίαν ὕπαρξιν ὁ Υἱὸς, εἰ καὶ ἐν αὐτῷ κατὰ φύσιν ἐστί: καὶ ὅπερ ἡμῖν ἐν ἐκείνῳ τό Ἐξῆλθον σημαίνει, τοῦτο πάλιν ἐνταῦθα τὸ ἀπεστάλθαι δηλοῖ. ὁ τοίνυν, φησὶν, ἐκ Πατρὸς πεφηνώς τε καὶ ἀπαστραφθεὶς Λόγος, ἅτε δὴ Θεὸς ὑπάρχων ἐκ Θεοῦ, τοῖς τῷ Θεῷ πρέπουσι κεχρήσεται λόγοις: λόγοι δὲ ἂν εἶεν Θεῷ πρέποντες οἱ ἀληθεῖς, καὶ τὴν ἀπὸ τοῦ ψεύδεσθαι κηλῖδα παραιτούμενοι. οὐκοῦν ὁ λαμβάνων τοῦ Σωτῆρος τὴν μαρτυρίαν, ἐσφράγισεν, ὅτι Θεὸς ἀληθής ἐστιν: ἔστι γὰρ ὄντως κατὰ φύσιν Θεός.
« Οὐ γὰρ ἐκ μέτρου δίδωσι τὸ Πνεῦμα. » Ὀξεῖαν ὑπόσχες νυνὶ δὴ μάλιστα τὴν ἀκοὴν, ὦ γενναῖε, ἵνα δὴ πάλιν ἡμῖν συνθαυμάσεις τῶν ἁγίων τὴν νῆψιν: ἔφη τοίνυν τὸν Υἱὸν καὶ ἀπεστάλθαι παρὰ Θεοῦ καὶ τὰ τοῦ Θεοῦ ῥήματα λαλεῖν: ἀλλ' ὑπαισθάνεταί πως, ὅσον ἧκεν εἰς τὴν πρόχειρον τοῦ λόγου δύναμιν, προφητικὸν αὐτῷ περιθεὶς τὸ μέτρον, ὥσπερ οὖν καὶ διελαλήσαμεν ἀρτίως. ἀναφέρει τοίνυν αὐτὸν τῆς πρὸς ἐκείνους ἰσότητος διὰ τούτων, καὶ δι' ἑνὸς δὴ τούτου σημείου δίδωσι νοεῖν, ὡς πολλὴ δή τις ἐστὶ, μᾶλλον δὲ ἤδη καὶ ἀσύγκριτος ἡ διαφορά: ἀμήχανον γὰρ, φησὶ, τοὺς μεμετρημένον λαχόντας τὸ Πνεῦμα, καὶ ἑτέρῳ δύνασθαι τοῦτο χαρίζεσθαι: οὐ γὰρ ἅγιος ἁγίῳ ποτὲ Πνεύματος Ἁγίου γέγονε χορηγός: χορηγεῖ δὲ πᾶσιν ὁ Υἱὸς, ὡς ἐξ ἰδίου πληρώματος. οὐκοῦν οὐκ ἐκ μέτρου δίδωσιν, οὐδὲ ὥσπερ ἐκεῖνοι, μικράν τινα μοῖραν ἔχει τοῦ Πνεύματος, καὶ τοῦτο μεταληπτῶς: ἀλλ' ἐπειδήπερ ἀνεδείχθη καὶ χορηγὸς, δῆλος ἂν εἴη δήπουθεν ὅλον ἔχων οὐσιωδῶς ἐν ἑαυτῷ. οὐκοῦν ὁ τοσαύτην ἔχων πρὸς ἐκείνους τὴν ὑπεροχὴν, οὐχ ὡς εἷς ἐξ ἐκείνων λαλήσει τὰ παρὰ Θεοῦ, ἀλλ' ὡς Θεὸς ὑπάρχων ἐκ Θεοῦ, τοὺς Θεῷ πρέποντας ἀνερεύξεται λόγους. Ἀντικείσεται δὲ τοῖς εἰρημένους οὐδαμῶς, τὸ διὰ χειρῶν ἀποστολικῶν δεδόσθαι τὸ Πνεῦμά τισιν οἴεσθαι τινάς: πνευματοκλήτορας γὰρ ἤπερ ὄντως τοῦ Πνεύματος χορηγοὺς τοῦ Ἁγίου εἶναι πιστεύσομεν: ἐπεὶ καὶ Μωυσῆς ὁ μακάριος, οὐκ αὐτὸς ἀφεῖλεν ἀπὸ τοῦ ὄντος ἐπ' αὐτῷ πνεύματος προσετάττετο, μόνῃ δὲ τῇ ἰδίᾳ τετήρηκεν ἐξουσίᾳ καὶ τοῦτο Θεὸς, χρῆναι μὲν αὐτὸν προσβαλέσθαι τοὺς ἑβδομήκοντα λέγων, ἀφελεῖν δὲ ἀπὸ τοῦ πνεύματος τοῦ ἐπ' αὐτῷ, καὶ ἐπιθήσειν ἐπ' αὐτοῖς ὑπισχνούμενος. ᾔδει γὰρ μόνῳ πρέπειν ἐπιτελεῖν τῷ Θεῷ τὰ θεοπρεπῆ.