1

 2

 3

 4

 5

 6

 7

 8

8

Θεαγένην εἰπεῖν· 37 οὐχ ὁρᾷς, ὦ Πολύκρατες, ὡς οὐχ οἷόν τε μυίας ᾿Αττικῆς μελίτ- της κεραΐζεσθαι πόνους; καὶ τεθαύμακα τὸ λεχθέν· λίαν γὰρ ἡμῖν δυσέμβατος ἦν ἡ κατάληψις. {ΑΝΤ.} Θύμοις, Πολύκρατες, τὴν ᾿Αττικὴν κομῶσαν ἔστι θεάσασθαι, οἷς ἐφιζάνουσιν ᾿Αττικαὶ πυκνότερον μέλιτται. ἐντεῦθέν τοι καὶ δριμυτέραν ἔχει <τὸ μέλι> τὴν ὄσφρησιν. διὸ καθάπερ ἱερῷ τινι ᾿Αττικῷ μυῖα οὐκ ἐπικάθηται μέλιτι. περιβομβοῦσαι δ' ὅμως ἀπείργονται ᾿Αττικῆς μελίττης πόνους ληΐζεσθαι. ποῦ 'στι ∆αρεῖος ὁ κατὰ τῆς ῾Ελλάδος ὁπλισάμε-νος; τὴν Ξέρξου παιδευέτω σοβαρότητα μυῖα, ὡς οὐκ ἂν τῶν τῆς ᾿Ατθίδος ἐπιβαίνειν θέμις καθέστηκεν. {ΠΟΛ.} Φιλοτίμως με λίαν εἱστιάσω, ᾿Αντίσθενες, ἐπιδεί-πνιόν τί μοι τῇ θεωρίᾳ μελιττουργίαν ᾿Αττικὴν διηγούμενος. ἆρά γε αὐτόματός σοι ἡ τούτων κατάληψις ἔνεστιν; {ΑΝΤ.} Οὐ δῆτα, Πολύκρατες· ἤδη που καὶ τοῖς πάλαι πολλοί τινες καὶ ἀοίδιμοι καταβέβληνται λόγοι καὶ πόνοι, οἷς τῷ νῷ ἐφιζάνοντες οἷά τινες μέλιτται συνελέξαμεν πρὸς μίαν περιεκτικωτάτην ὑπόθεσιν, ἐπεξεργαστικώτερον ὡς οἷόν 38 τε ἦν ἐπεξελθόντες τῷ λόγῳ. οὐ γὰρ τοὺς ∆ημοκρίτου σφετερί-σομαι πόνους οὐδὲ τὴν ᾿Αριστοτέλους εὔκλειαν ἐμαυτῷ περιά-ψομαι, οὐδέ τι λωποδυτήσω τῶν Πλάτωνος· οὐδὲ τὸν ᾿Ιάμβλι-χον ἀστεφάνωτον καταλίποιμι, οὐ Πρόκλον, οὐ Γαληνόν, τοὺς ἐν ἐπιστήμῃ κομψούς, οὐ Πλωτῖνον, οὐ Σωτίωνα, οὐκ ᾿Αλέξαν-δρον, οὐ Θεόφραστον τὴν τῆς γνώσεως θάλατταν, οὐ Βῶλον, οὐκ Αἰλιανόν, οὐ τὸν τῆς ἐπιστήμης πλοῦτον τὸν Πλούταρχον, οὐκ ῎Αμβρωνα, οὐκ ᾿Ιμβράσιον ἢ ∆αμάσκιον ἢ τὸν Τιμαγένους ῾Ιεροκλέα. καὶ τί δῆτά σοι τὸν τῶν λοιπῶν ἐπιθείην κατάλογον, ἀφ' ὧν λήμματά τινα καὶ ἀρχὰς ἀναλέξαντες, σύνοψιν ὥσπερ τινά σοι φιλοπευθοῦντι ὡς οἷόν τε ἦν ἐκδεδώκαμεν; οὐ γὰρ ἀλλοτρίῳ θέμις, Πολύκρατες, κόσμῳ σεμνύνεσθαι καθάπερ τινὰ μυθικὸν κολοιόν. οὐδὲν γάρ ἐστιν ὃ μὴ τοῖς πάλαι κατώρ-θωται. τὸ δὲ περιτυγχάνειν προχειρότατα οὐ πάνυ τι ῥᾴδιον. {ΠΟΛ.} ᾿Εγώ σου τῆς ἐπιστήμης ὀναίμην, ᾿Αντίσθενες, καὶ ἄπειμι χαίρων. ἕρμαιον γάρ τί μοι εὐάντητον τῶν δυσπο- ρίστων λόγων τὴν ἐπιστήμην ἀπείληφα.