1

 2

 3

 4

 5

 6

 7

 8

5

τι ἀκήκοα δραματούργημα. {ΑΝΤ.} Πολλὰ γένη τῶν ὀρνίθων, Πολύκρατες, οὐ δεῖται τῆς τῶν ἀρρένων συμπλοκῆς πρὸς τὴν κύησιν. ἀλλ' ἐν μὲν τοῖς 24 ἄλλοις τὰ ὑπηνέμια καθέστηκεν ἄγονα, τοὺς δὲ γῦπας ἀσυνδυάστως τίκτειν παρακελεύονται φύσεως νόμοι. γῦπα τοίνυν οὐκ ἔστι θεάσασθαι ἄρρενα, ἀλλὰ πᾶν τὸ γένος αὐτοῖς ἡ τοῦ θήλεος ἀπηνέγκατο φύσις· ὅπερ ἐπιστάμενοι γῦπες καὶ τὴν ἐρημίαν δεδιότες τῶν τέκνων, εἰς ἐπιγονὴν ἅπαν τὸ γένος στρατεύεται, οἷα Λημνιάδες γυναῖκες, ἡρώων ἀναγόμενον στόλον θεώμεναι. εἶτα δρῶσί τι σόφισμα ποικίλον οἱ γῦπες· τῷ νότῳ ἀντίπρωροι πέτονται. εἰ δὲ μὴ νότος εἴη, τῷ συγγενεῖ εὔρῳ ἁπλοῦσι τὰς πτέρυγας· εἶτα κεχήνασι καὶ τοῦ πνεύματος ἐμφοροῦνται εἰσρέοντος, καὶ τίκτουσι ζῷα, οὐκ ᾠὰ ὑπηνέμια. διὸ πλείστου χρόνου δεῖται ἡ φύσις πρὸς ζῴου τελεσιουργίαν, Πολύκρατες· χαλεπὸν γὰρ καὶ λίαν ἐργῶδες τῇ φύσει οὐσιῶσαι τὸ πνεῦμα, καὶ πρὸς ζῴου τελεσιουργίαν πλαστουργεῖν τὸ λεπτότατον. {ΠΟΛ.} ᾿Εγὼ μὲν ᾤμην τερατολογεῖν, ᾿Αντίσθενες, τὸν Κο-ρίνθιον. ἑάλωμεν δὲ καὶ τῷ τῆς ἀληθείας ἐφαλλόμεθα κύρτῳ. ῏Αρα μέχρι τούτου τὸ φιλοσοφίας εἴη μοι φροντιστήριον; οὐ δῆτα οὐ δῆτα· οὐ γὰρ ἡμίεργον ἄπειμι τὴν ἐπιστή25 μην κτησάμενος. περὶ τὸν Πόντον τοὺς ἰχθύας φασὶν ἐνδημεῖν, πολύποδα δὲ περὶ τὸν βόρειον κόλπον μὴ γίνεσθαι. {ΑΝΤ.} Καὶ μάλα εἰκότως, Πολύκρατες· ἔστι γὰρ χῆρος ὁ Πόντος πολύποδος. τὰ μὲν γὰρ τῶν ἰχθύων ψύξεως δεῖται, ὅσα που καὶ τὰ πότιμα ἐπιδιώκουσι νάματα· τὰ δὲ θερμότητος ἐρᾷ καὶ πρὸς τὴν θάλατταν ἀναστρέφεται· θερμοτέρα γὰρ αὕτη τῶν ἄλλων ὑδάτων καθέστηκεν. ὁ γοῦν πολύπους τῇ Ποντικῇ θαλάττῃ ἀπεχθάνεται· ψυχρότερον γὰρ τὸ βόρειον πέφυκε πέλαγος, ἀλλὰ καὶ τῆς λοιπῆς θαλάττης γλυκύτερον· ὑπὸ πολλῶν γὰρ καὶ μεγάλων ποταμῶν ἐπιρρεῖται. ἐναντία δὲ τῷ πολύποδι τό τε ψυχρὸν καὶ γλυκύ. ἱκανὸν δ' ἐρῶ σοί τι πρὸς ἀπόδειξιν. πέτρᾳ συμπλακεὶς ὁ πολύπους δυσαποσπάστως ἔχεται· διὸ γλυκὺ ἐπιχέουσιν ὕδωρ τῇ πέτρᾳ οἱ πρὸς ἄγραν δεινοί. καὶ οἱ μὲν ἔχουσι τὸ ζητούμενον θήραμα, ὁ δὲ τῆς ἑαυτοῦ ἄκων ἐξανίσταται βάσεως. 26 ᾿Αρχὴ τῆς δευτέρας διαλέξεωσ Τὸν Σεμέλης ∆ιόνυσον, μᾶλλον δὲ τὸν ∆ιός-διπλῆ γὰρ ἦν ἐκ ∆ιὸς τῷ ∆ιονύσῳ ἡ γένεσις-, τὸν ∆ιὸς τοίνυν ∆ιόνυσον, ὅτε που ἡμίεργον ἐξήμβλου ἡ ἄνθρωπος, καὶ παῖς ἡμιτέλεστος ὁ μυθικὸς ὑπῆρχε θεός, ὑπὸ τὸν μηρὸν ὁ πατὴρ ἐτελεσιούργει τὸ γέννημα· καὶ ὁ Σεμέλης αὖθις ἐνεκυμονεῖτο ∆ιόνυσος. τοὺς ἡμιλέκτους τελεσιουργεῖτέ μοι λόγους, ἄνδρες διδάσκαλοι, παρ' οἷς ἔνεστιν ἡ ἐντέλεια· οὐ γὰρ ἀτελεσφορήτων λογικῶν ὠδίνων ἀνέχεσθε. ῎Ερως ἦν τῷ Πανί. ἤρα δὲ ὁ Πὰν ἑαυτοῦ καὶ φωνῆς ὑπῆρχεν ἡ ποθουμένη ἀπήχησις, εἰ καὶ τὸν Πᾶνα τὸ σόφισμα διελάνθανεν. ἐφθέγγετο καὶ τῆς ἐρωμένης ᾐσθάνετο, ἐπέπαυτο τῆς ᾠδῆς καὶ ἦν ἀφανὲς τὸ ποθούμενον. ᾄσομαι τοίνυν κἀγώ· ἀντηχήσει γάρ, οἶδα, ὁ σύλλογος καὶ τῶν ἐρωμένων κρότων αἰσθήσομαι, εἰ καὶ παρ' ἀξίαν τῶν λεγομένων ὁ ἔπαινος. {ΠΟΛ.} Ταῖς φιλοπευθέσι ψυχαῖς κόρος οὐκ ἔνεστι γνώσεως. οὐκοῦν ἐπὶ τὴν νύσσαν ὁ λόγος, ᾿Αντίσθενες· ὦτα γάρ μοι ὀφθαλμῶν ἀπληστότερα. 27 Τῷ τραγείῳ ὑπομαλάττεσθαι αἵματι ὁ Κορίνθιος ἔφησε τὸν ἀδάμαντα. καὶ θεῖον τουτὶ χρῆμα καὶ ἀπόρρητον εἶναι δοκεῖ. φέρε δὴ ἀρχὴ καὶ πέρας τῆσδε τῆς συνουσίας. οἱ περὶ ἀδάμαντος ἔστωσαν λόγοι. {ΑΝΤ.} ῎Ηδη πού σοι, Πολύκρατες, ξηράν τινα καὶ ψυχρὰν καὶ ἄνικμον τὴν ἀδάμαντος ὑπεθέμεθα φύσιν· ὅθεν τοῖς ἐναντίοις εἰκότως ὁ ἀδάμας ὑπήκοος γίνεται. αἵματος δὲ φύσις θερμή τις ἔνεστι καὶ ὑγρά· διὸ τῷ μὲν ὑγρῷ τὸ ξηρόν τε καὶ ἄνικμον ὑποτάττεται· τὸ δὲ ψυχρὸν ὑπομαλάττεται τῇ θερμότητι. {ΠΟΛ.} Καὶ τί δῆτα ὁ ἀδάμας μὴ παντὶ ὑποτάττεται αἵματι; {ΑΝΤ.} Θερμότατον τὸ τράγειον ἔνεστιν αἷμα· ἐντεῦθέν πως κρατεῖ καὶ ἀδάμαντος. ἤδη δέ τινες καὶ λεοντείῳ αἵματι ὑπομαλάττουσι τὸν ἀδάμαντα ταῖς ὑπερβολαῖς τῆς θερμότητος ὑπερνικῶντες αὐτοῦ τὸ ἀμείλικτον. {ΠΟΛ.} ῎Ενεστι γοῦν τις διαφορὰ καὶ τοῖς