1

 2

 3

 4

 5

 6

 7

 8

4

γνώσεως. ἀλλ' εἴ σοι δοκεῖ περὶ ταυτηνὶ τὴν πλάτανον καθῆσθαι μικρόν; ἀμφιλαφὴς γὰρ ἡ πλάτανος τοῦ τε ἄγνου τὸ ὕψος καὶ τὸ σύσκιον πάγκαλον. {ΠΟΛ.} Πρόαγε δή. {ΑΝΤ.} ῏Αρά γε, ὦ παῖ Σοσσίου, οἴει ἆρα οἴει τὸ κέρας ἀποβάλλειν τὴν ἔλαφον; {ΠΟΛ.} Φημὶ δή· ἀπειράκις τοῦτο τεθέαμαι, ὁπότε παῖς μὲν ἦν τὴν ἡλικίαν, ἀγροικότερος δὲ τὸν νοῦν, ἡνίκα τὰ κυνηγέτου μοι ἐφαίνετο περισπούδαστα, ὅτε αὐλῶνας καὶ γηλόφους ἐθαύμαζον καὶ τῶν ὀρῶν μοι τὰ ὑψηλόκομα ἦν ἐναυλίσματα. {ΑΝΤ.} ᾿Ατὰρ γοῦν λέξω κἀγώ, τί δῆτα τὰς συνήθεις διατριβὰς δραπετεύουσιν ἔλαφοι τὸ κέρας ὥσπερ ἀποκειράμεναι. ἔστιν αἴσθησις καὶ τοῖς ἀλόγοις ζῴοις, Πολύκρατες, καθ' ἣν τῆς ἰδίας σωτηρίας ἀπειλήφασι τὴν διάγνωσιν. οἶδεν ἡ σηπία τῆς οἰκείας ἀχλύος τὸ σόφισμα καί που θηραταῖς ἀορασίαν ἄγρας πολλάκις ἐνέθηκεν· οἶδε τὰ γαμψώνυχα τὴν διὰ τῶν ὀνύχων ἀλκήν· οἶδεν ὁ λαγωὸς διὰ τοῦ δρόμου καὶ τῆς τῶν ποδῶν ὀξύτητος κυνηγέτου ἐπιβουλὰς ἀποπέμπεσθαι· οἶδεν ἡ ἔλαφος ἀποκειραμένη τὰ κέρατα ἀσθενεστέραν τὴν φύσιν ἀμύνασθαι τοὺς λυπήσαντας. οὐκοῦν ἀποκρύπτεται οἷα στρατιώτης τις ἄνοπλος δεδιὼς παρατάττεσθαι καὶ πόρρω που ἀπόμαχος εἶναι βουλόμενος· προσεπὶ τούτοις ἀλγεῖ πως τὸ 21 ζῷον τὴν κάραν δεινότατα. ταῦτα φύσις ἐπίσταται καὶ φιλοσοφία μεμύηται. {ΠΟΛ.} ῾Ως ἀγαθὸς κυνηγέτης, ὦ φίλος, μεγίστην θηράσας τινὰ τῷ περιπάτῳ κατάληψιν. νῦν ἡμᾶς μουσικαὶ περιπνέουσιν αὖραι καλῇ ὑπὸ πλατανίστῳ, ὅθεν ἀγλαόν ἐστιν ἀρύσασθαι λόγιον. ∆εῦρο δὴ ἐπὶ τὰ Λιβύης ξεναγώγει με θαύματα· ἐκεῖ γάρ τι παράδοξον ὁ Κορίνθιος ἔφη θεάσασθαι, ἀποφεύγειν τοὺς ὄφεις τὸ πήγανον, ὥσπερ τινὸς αὐτοὺς ἀποσοβούσης δυνάμεως. τίς ὁ νοῦς; ἀπόκριναι τῷ σῷ Πολυκράτει, ὥσπερ ἔκ τινος τρίποδος Πυθικοῦ τὰς ἀποκρίσεις ποιούμενος. {ΑΝΤ.} φιλοπευθὴς ἄγαν τις ἦν, ὦ Πολύκρατες· ἐμὲ δὲ, νὴ τὴν φρόνησιν, διελάνθανεν. ἀλλ' ἐπεί σοι καὶ τοῦτο πρὸς Θεωρίαν ἐπέραστον, οὐκ ἀπεριμερίμνους καὶ πρὸς τουτονὶ τὸν λόγον ἕξεις ἡμᾶς. ψυχρὰν ἄγαν ἔτι γε μὴν καὶ ξηρὰν καὶ νευρώδη τὴν φύσιν ὄφις ἀπείληφεν. ἔστω δ' αὖ τουτί σοι τῆς ἀληθείας τεκμήριον· ὥρᾳ χειμῶνος ὥσπερ ἄντρων τινῶν τῶν φωλεῶν ὄφις ἐρᾷ καὶ πρὸς τὰ βάθη τῆς γῆς ἐναυλίζεται, ἅτε δὴ θερμοτέρων ὥρᾳ χειμῶνος καὶ πρὸς ἀλέαν ἐχόντων ἐπιτή22 δειον ἐνδιαίτημα· αὖθις δ' αὖ θέρους ἐνόντος ἐπιπολάζει τῇ γῇ καὶ τὴν ἐπιφάνειαν ἀσπάζεται τὴν περίγειον. καὶ οἶδεν ὄφις ὥρας τροπὰς οὐκ ἀστρονομίαν παιδευθεὶς ἢ τὰ Χαλδαίων σοφίσματα. πήγανον τοίνυν Λιβυκὸν ξηρότατον ἄγαν ἐστὶ καὶ λειποψυχεῖν εὐθὺς τοὺς ὄφεις ἐποίησεν, ὥσπερ κραιπάλην τινὰ καὶ σκοτοδινίαν ταῖς ὑπερβολαῖς τῆς ξηρότητος παρεχόμενον. {ΠΟΛ.} ῎Αρτιός μοι λίαν ὁ λόγος ἀληθείας ἰνδάλματα προφερόμενος. ᾿Εμοὶ δὲ πάλιν ἔρως ἐπὶ τὴν θάλατταν ἐκδημεῖν. ὅτε γάρ μοι ὁ νοῦς ἀπίδοι πρὸς τὰ τῆς χέρσου θαύματα, ἐπὶ τὴν θάλατταν δραπετεύειν ἐθέλει· ὁπηνίκα δὲ πάλιν πρὸς τὴν τῆς θαλάττης δημιουργίαν ναυτίλλεται, ἐκ τῶν βυθῶν ἐρᾷ τῶν θαυμάτων ἀνεῖναι καὶ τὰς κατ' ἤπειρον θεωρίας ἐκδέχεται. {ΑΝΤ.} Εἴπερ οὖν αὖθις τῶν λόγων, Πολύκρατες, δεῖ, φράσον δή μοι φράσον, πῶς δῆτά σοι τὰ τῆς θεωρίας ναυτίλλεται. {ΠΟΛ.} Τοὺς πλωτῆρας ἀκούω γαλήνην σοφίζεσθαι τῇ θαλάττῃ ἐνιέντας τὸ ἔλαιον, ὥσπερ ἵλεων ἔσεσθαι ἐντεῦθεν 23 αὐτὴν ἐπικυμαίνουσαν μηχανώμενοι. τοῦτό τοι καὶ θαλαττουργοὶ περὶ τὰς τῶν ἰχθύων ἄγρας πράττειν εἰώθασιν· ἐπὶ ταυτηνί με τὴν θεωρίαν τῷ λόγῳ, οἷα λέμβῳ τινί, ᾿Αντίσθενες, διαπόρθμευε. {ΑΝΤ.} Λεπτότατον ἔφυ τὸ πνεῦμα, Πολύκρατες· τὸ δὲ ἔλαιον γλίσχρον διὰ τὸ λεῖον καθέστηκεν. ὀλισθαῖνον γοῦν τὸ πνεῦμα διὰ τὴν λειότητα ἀδυνατεῖ παρέχεσθαι τοῖς ὕδασι κλύδωνα. ἐντεῦθεν ἐπιγελᾷ γαλήνην ἡ θάλασσα, ὥσπερ φιλανθρώπῳ τινὶ ἐλαίῳ τὸν θυμὸν κατευνάζουσα. {ΠΟΛ.} ῎Ετι σου καθέξομαι κοὐκ ἂν ἀφείην, ᾿Αντίσθενες· ὑπὸ γὰρ φιληδονίας τὸν κόρον ἀφῄρημαι. Τοὺς γῦπας ἐγκυμονεῖν τριετῆ χρόνον ὁ Κορίνθιος τερατεύεται, καὶ ξένον μοι τῶν τῆς φύσεως νόμων εἶναι δοκεῖ. οὐ γάρ πω τοιοῦτόν