1

 2

 3

 4

 5

 6

 7

 8

3

γενόμενα. διὸ καὶ φθαρτικά πως τῶν ἀετῶν τὰ πτερά. σηπεδονώδους γάρ τινος μετέχουσι φύσεως. καὶ οὐκ ἂν σωθείη ἑτέρων ἄττα κόμαις ἀετῶν πτερὰ πλησιάσαντα· θᾶττον γὰρ ἀπολώλασιν. {ΠΟΛ.} Λίαν νουνεχῶς, ὦ φιλότης. ᾿Αλλ' ὅρα μοι τοῦ ᾿Απελλοῦ, ᾿Αντίσθενες, πίνακας· τεθαύμακα τῆς γραφῆς, ἄνερ, τὸ κόσμιον. θέα μοι τὸ ᾿Ινδικὸν τουτὶ ζῷον ὅπως ὁ δημιουργὸς τῆς γραφῆς διεποίκιλεν ἄριστα. λόγος ἐστὶν ἐλέφαντα μὴ πρότερον πίνειν, πρὶν ἂν ὑποθολώσῃ τῇ προνομαίᾳ τὰ νάματα. 16 {ΑΝΤ.} Οὐκ ἐπίπλαστον τὸ λεγόμενον· μορμολύττεται σκιὰν τὴν αὑτοῦ ἐν ὕδατι ἐλέφας θεώμενος. διὸ καὶ τοὺς ᾿Ινδοὺς ἐπιτηρεῖν ἀσέληνον νύκτα φασὶν ὁπηνίκα διαπορθμεύουσι τουτὶ δι' ὑδάτων τὸ ζῷον. τὸν μυθικὸν Νάρκισσον παιδευέτω ἐλέφας τὴν ἑαυτοῦ σκιὰν ἀποστρέφεσθαι καὶ τῶν ξένων τῆς φύσεως ἐρώτων ἀπέχεσθαι. {ΠΟΛ.} ῎Αγαμαι τῆς θεωρίας τὴν δύναμιν, ὡς δεινὸς σὺ κομιδῇ φύσεως λόγους μετέρχεσθαι. ᾿Αλλ' ἄγε δὴ τοὺς περὶ νάρκης φιλοσόφει μοι λόγους· καὶ ἡ σοβαρὰ τοῦ Κορινθίου γλῶττα ναρκήσειε τὰ περὶ νάρκης μεγαλαυχουμένη προβλήματα. τοὺς θαλαττουργοῦντας ἔφασκεν, εἴποτε νάρκη τῷ κύρτῳ ἁλῷ, τὼ χεῖρε πάσχειν εὐθὺς τοῖς κάλοις ἐφελκομένους τὸν κύρτον. πῶς δῆτα, ὦ τᾶν, διὰ τῶν κάλων τοὺς θηρευτὰς τὸ ζῷον ἀμύνεται; {ΑΝΤ.} ᾿Επὶ τὴν θάλατταν τῶν θαυμάτων ὁ Περικλῆς τὴν γλῶτταν κεκίνηκεν. εἴσω τῶν ὅρων τῆς γνώσεως τὴν σὴν διάνοιαν ἔπεχε ᾿Ατλαντικὸν ὥσπερ πέλαγος θεωρίας ἱστορῆσαι γλιχόμενος. ἐγὼ δέ σου, Πολύκρατες, μικροῖς τισι ῥήμασι ψυχαγωγήσω τὸν ἔρωτα. 17 {ΠΟΛ.} Λέγοις ἄν, ὦ γενναῖος. ἀστεῖοι γάρ μοι δοκοῦσι καὶ δημωφελεῖς οἱ λόγοι προτίθεσθαι. οὐ μή σου ἀπολειφθείην τὸ τήμερον, οὐ μὰ τὸν ἐμὸν βέλτιστον ἔρωτα. {ΑΝΤ.} Εὐπαθεστάτην ὁ ἀὴρ φύσιν κληρωτικῶς ἀπενείματο· διηχὴς γὰρ καὶ διαφανὴς ἔφυ καὶ δίοσμος. οὕτω γὰρ αὐτὸν θεῖαι φροντίδες τινὲς δεδημιουργήκασιν ἄριστα, ἵνα πως συμπάθειαι καὶ ἐνέργειαι δι' ἐκείνου ἀνὰ τὸ περίγειον τουτὶ χωρίον συμβαίησαν. πολλῶν τοίνυν παθῶν καὶ ἐνεργειῶν αἴτιος οὗτος. πῶς γὰρ οἱ τὰς ὄψεις νοσοῦντες τοὺς ὁρῶντας σφᾶς πολλάκις τοῦ πάθους κοινωνοὺς ἐποιήσαντο; ναὶ μὴν τοῦ περιέχοντος ἀέρος μεταιχμίου δίκην ῥώσεως ἐνόντος ἡμῖν καὶ φαυλότητος. οὐκοῦν διὰ τοῦ ἐνόντος ἀέρος καὶ νάρκη ποιεῖν τι πάθος ἐπίσταται τοῖς αὐτῇ πλησιάζουσιν, εἰ καὶ μὴ ταύτης ἐφάψοιντο. ἐρῶ δέ σοι καὶ τοῦδε τεκμήριον. ἡ μαγνῆτις, ἣν καὶ 18 ῾Ηρακλείαν λίθον φασί, τοῦ σιδήρου διέστηκε, καὶ ὅμως διὰ μέσου τοῦ ἀέρος ὁρῶμεν τὴν ἐνέργειαν προβαλλομένην τὴν λίθον. ἡ δὲ καὶ περὶ τὸν φοίνικα τὸ φυτὸν γινομένη συμπάθεια ποίαν διάνοιαν οὐκ ἐξίστησι; ποίαν ἀκοὴν οὐκ ἐνεφόρησε θαύματος; ἐπὶ τοῦ φοίνικος τοῦ φυτοῦ ἄλλως τὸ τῶν θηλειῶν καὶ ἄλλως τὸ τῶν ἀρρένων διακρίνεται γένος· εἶτα πλησίον ὄντων ἀλλήλων τοῦ τε ἄρρενος καὶ τοῦ θήλεος, ἴδοις ἂν τὴν θήλειαν καθιεῖσαν τοὺς κλάδους οἷα κόμην ἐρωτικὴν τῷ ἄρρενι καὶ συμπλοκῆς ἐφιεμένην ὀργῶσαν. ἐπεὶ δ' οὐκ ἐξικνοῦνται ἔστιν ὅτε οἱ ταύτης πρὸς τὸν ἄρρενα κλάδοι, σοφόν τι παλαμῶνται ταύτῃ οἱ φυτουργοὶ πρὸς τὸν ἔρωτα· κάλοις γὰρ αὐτὴν περιδεσμοῦσι τῷ ἄρρενι, καὶ οὕτως ἐν αἰσθήσει τῆς ἀπολαύσεως ἡ θήλεια γίνεται καὶ ἐξανίσταται τῆς κυρτώσεως καὶ πρὸς τὸ οἰκεῖον τοὺς κλάδους ἐπανήγαγε σχῆμα, ὥσπερ διὰ τῶν κάλων τὴν τοῦ ἄρρενος λαχοῦσα συνάφειαν. ἄτοπον τοίνυν οὐδὲν ποιεῖν καὶ νάρκην τοῖς θηρεύουσι πάθος διὰ μέσων τῶν κάλων. 1 {ΠΟΛ.} Βαβαὶ τοῦ λόγου· ἀδελφὸς εὖ μάλα μοι, ᾿Αντίσθενες, φύσεως εἶναι δοκεῖς. ᾿Αλλ' ἐκ τῆς θαλάττης ἐπὶ τὴν χέρσον μετελθεῖν ὁ λόγος ἐρᾷ καὶ μετοχετεύειν ἐπὶ τὴν ἤπειρον τὴν θεωρίαν ἐπείγεται. τὰς ἐλάφους ὁ Κορίνθιος οὐκ ἐψεύσατο τὸ κέρας ἀποβαλούσας τῶν συνήθων ἀποφεύγειν χωρίων, ὥσπερ αἰσχυνομένας τὴν τέως αὐταῖς ἀκοσμίαν προσοῦσαν. {ΑΝΤ.} ∆όξειε μέν τις ἴσως παίζειν τὸν Περικλέα, Πολύκρατες, ἢ κορυβαντιᾶν πως καὶ μεμηνέναι, φλήναφον τοῦτο τὸ διαπόρημα προβαλλόμενον. ἐγὼ δὲ τὸν ἄνδρα τεθαύμακα καὶ τὸ φιλόκαλον γεραίρω τῆς