1

 2

 3

 4

 5

 6

 7

 8

7

καὶ πτερὰ ἴβεων πολέμια ὄφεσιν. ἐμφορεῖται δὲ σαρκῶν ὄφεων καὶ σκορπίων καὶ γέγηθεν ἐπὶ ταύτῃ τῇ θήρᾳ. οὐκοῦν ὥσπερ ἔκ τινος σηπεδονώδους γεννήμα33 τος δεινόν τι κακὸν ὁ Βασιλίσκος ἐβλάστησε. διὸ φθείρουσιν Αἰγύπτιοι ὅτε που ᾠὰ θεάσοιντο ἴβεων, ὥσπερ λύμην ἐσομένην αὐτοῖς προαποκείροντες. εἴπερ οὖν Αἰγυπτίους ἐζήλωσε Πρίαμος, ἢ τὸν Οἰδίπουν ἀπέκτεινε Λάϊος, οὐκ ἂν ἥλω Τροία, οὐ μητρόγαμος συμπλοκὴ ἀνὰ τὰς Θήβας ἐγένετο. {ΠΟΛ.} Πολλὴν ἔχοιμι τῷ Περικλεῖ χάριν, ᾿Αντίσθενες· μεγίστης γὰρ ἡμῖν γνώσεως καθέστηκεν αἴτιος. ἐπεὶ δὲ τὸν Αἰγύπτιον Πρωτέα ὁ λόγος ἡμῖν ὑποκρίνεται, πρὸ μικροῦ μὲν τὰς περὶ κοράκων ὑποδὺς θεωρίας, ἄλλοτε τὰς ἀδάμαντος, εἶτα πρὸς τὰς τῶν ἴβεων μετελθὼν θεωρίας, νῦν ἐπὶ ταῖς τῶν χαραδριῶν ἐμφωλεύει νομαῖς. ῎Αγε δῆτα τὴν συνουσίαν μετάμειβε. τοὺς ἰκτεριῶντάς φασι τοῦ πάθους εὐθὺς ἀπαλλάττεσθαι, εἰ χαραδριὸς αὐτοῖς ἀντιβλέψειεν. ὁ τοίνυν βάσκανος χαραδριὸς μύει τῶν ὀμμάτων τὰς κόρας, ὥσπερ πρὸς ὑγείας μετάδοσιν ἐπίφθονον ἔχων τὸ φρόνημα. {ΑΝΤ.} ῎Απαγε τῆς ἀτοπίας, Πολύκρατες, ἄπαγε. οὐ γὰρ τοῖς ἀλόγοις βασκανίας τι μέτεστιν· οὐδὲ Προμηθεὺς παρ' ἐκείνοις κολάζεται ἀγαθοῦ τινος τοῦ πυρὸς μεταδοὺς τοῖς 34 ἀνθρώποις. ὀφθαλμὼ δὲ μύει χαραδριός, ἐπεὶ τὸ πάθος ἀμείβεται καὶ τὸν ὄρνιν εὐθὺς ἡ νόσος μετέρχεται. {ΠΟΛ.} Μέγιστον ἐπ' ἐλαχίστῳ ἐν ἀνθρώπου φύσει ἔνεστι φρόνησις. ∆εῦρο δὴ περὶ ταύτην τὴν ἀμυγδαλῆν ὀλίγον ἐνδιατρίψωμεν, φίλος, ὡς ἡδύ τί μοι ψιθυρίζει, καὶ μέτριαί τινες αὐτὴν περιπνέουσιν αὖραι. {ΑΝΤ.} ῞Ορα τὴν ἀμυγδαλῆν τῷ καρπῷ βριθομένην καὶ μικροῦ δεῖν τῇ φορᾷ τοῦ κυήματος περὶ τὴν γῆν ἐπικυρτουμέ-νην καὶ νεύουσαν. τοιγαροῦν εὐετηρίας, Πολύκρατες, τεκμή-ριον μέγιστον. {ΠΟΛ.} Πόθεν δῆτα, ὦ βέλτιστε; {ΑΝΤ.} Εὐκρασίαν ἀέρων ἀσπάζεται τουτὶ τὸ φυτόν, καὶ τέθηλε πρὸς εὐκάρπειαν, ὅτε που εἰρηναίαν ἄγοι ὥραν τὸ περί-γειον τουτὶ ἐνδιαίτημα. διό τοι προάγγελος εὐετηρίας ἀμυγ-δαλῆ γίνεται, οὐ χειμῶνος ἔφοδον, οὐκ ὄμβρων ἐπίρροιαν ἀπαγ-γέλλουσα. {ΠΟΛ.} ᾿Αλλ' εἴ σοι δοκεῖ ἐπὶ ταυτηνὶ τὴν στοὰν θᾶττον ἀπίωμεν· ὡς ὁρᾷς γὰρ ψεκάζειν ἀπάρχεται καὶ ὄμβρων ἀπει-λεῖν ἐνδημίαν τῶν πνευμάτων ὑπαισθάνομαι τὰ κινήματα. 35 Γέγονε δὲ καί τί μοι πρὸς ἀνάμνησιν μετεωρολογίας ὄφελος. {ΑΝΤ.} ῾Ηλίκον ἂν εἴη τὸ ἐγχείρημα; {ΠΟΛ.} Τὰ ἑψόμενα πυρὶ νάματα ἀσηπτότερα τὴν φύσιν ἐστίν, ὥσπερ τῆς γεώδους αὐτοῖς ἀπαναλωθείσης οὐσίας. ἔδει γοῦν ἔδει καὶ τὰ ἐξ ὄμβρων ἡμῖν ἐπιγινόμενα ὕδατα ἀσηπτό-τερά πως εἶναι τῶν ἄλλων ὑδάτων, διηθοῦντος τοῦ ἡλίου τὸ λεπτότατον καὶ ἀνάγοντος. πᾶν δὲ τοὐναντίον ἔστιν ὁρᾶν· σήπεται γὰρ θᾶττον τὰ ἐξ ὄμβρων γινόμενα ὕδατα. {ΑΝΤ.} Πολυμιγεστάτη τῶν ὑετῶν ἡ φύσις, ὦ οὗτος· ἐκ πάντων γὰρ τῶν ὑγρῶν ἀνάγει ὁ ἥλιος. ἡ τοίνυν ἀνωμαλία εὐκίνητος καὶ πρός τινα φθορὰν θᾶττον ὁρᾷ. τοῖς γὰρ ἀσυμ-φώνοις τὸ διακρίνεσθαι προσφιλέστατον. ἔτι γε μὴν τὸ βα-ρύτατον τοῦ ἀναχθέντος αὖθις κατάγεται, ἐπεὶ τὸ βαρὺ πρὸς τὸ κάταντες τὴν ῥοπὴν ἐκληρώσατο. τὸ γὰρ λεπτότατον τῆς ἀναθυμιάσεως πνευμάτων φύσις ἐγένετο. {ΠΟΛ.} ῎Αριστα δῆτα. ᾿Αλλά με τοῦ τῆς ἀπορίας ἐλευθερώσεις ἐγκλήματος τοὺς περὶ φύσεως τελεσιουργήσας μοι λόγους, ᾿Αντίσθενες. 36 τοὺς ἐν Σερίφῳ βατράχους Λυσίμαχος ὁ Φαλάριδος ἀφώνους ἔφη θεάσασθαι. {ΑΝΤ.} ῾Η τῶν ὑδάτων φύσις αἴτιον τῆς ἀφωνίας αὐτῶν, ὦ Πολύκρατες, διὰ τὴν ἄγαν ψυχρότητα. ὅθεν εἴ τις ἐφ' ἕτερα μετάγοι τὸ ζῷον, λάλον εὐθὺς ἐνεποίησε καὶ πρὸς τὴν οἰκείαν μετεβίβασε φύσιν, ὥσπερ τῶν Κίρκης δεσμῶν ἀφιέμενον. Κυρηναῖον δὲ βάτραχον τὸ τῶν ὑδάτων πικρὸν ἄλαλον ἀπερ-γάζεται. {ΠΟΛ.} Λίαν ἐπιστημόνως, φιλότης. Τί τοῦτο πεπόνθαμεν; ἐπὶ τῆς ᾿Αττικῆς που ἀθρόον ἑστάναι δοκῶ καὶ τὸ Θεαγένους ἀναπολεῖν πως συμπόσιον· -εἱστία γὰρ Θεαγένης ὁ Σαλαμίνιος ἐμέ τε καὶ τὸν Κλεινίου ∆οσίθεον· εἶχε δὲ ἡμῖν τὰ ὄψα καὶ μελιτοῦτταν. ἐγὼ τοίνυν χαίρειν φράσας τῷ πότῳ, ἐπί τινας λόγους ἐκαλινδούμην φιλοτίμως ὡς ἔοικε, -καὶ δὴ πρός με τὸν