1

 2

 3

 4

 5

 6

 7

 8

2

καὶ μεγίστοις ἐνδιατρίψαντες πόνοις ὥσπερ τι χρύσειον κῶας ἡμῖν τὰς ἐπικόμψους θεωρίας φόρτον ἠγάγοντο· ἔρως γάρ τις αὐτοὺς ἐπιστήμης βαλὼν ἀνοίστρησέ πως ἄμφω καὶ πρὸς ἱστορίας κατάληψιν ἐξεβάκχευσεν. ἐγλιχέτην γὰρ ἐγλιχέτην τὴν Μαιῶτιν ὅπως λίμνην θεάσοιντο, εἰ στρογγύλη μὲν τῇ θέσει, ἐννέα δὲ εἴπερ ἄρα σταδίων αὐτὴν χιλιάδες περιγράφουσιν ὅροι, καθάπερ γεωγράφοι κηρύττουσιν ἀξιόπιστον ἡμῖν προβαλλόμενοι τὴν ἀπόδειξιν. καί τινας διαπορῆ12 σαι φυσιολογίας Περικλέα φασὶ τὸν Κορίνθιον ἐπὶ τὸν Βόσπορον αὐτοῖς ξυναντήσαντα. ἐντεῦθεν λόγοι καὶ θεωρίαι περὶ τὸ ἄστυ κυμαίνουσι, καὶ πᾶς φιλοσοφεῖ ὅπως τι λέξοι τορόν, καὶ κομψότητι δόγματος ἄλλος ἄλλου κρατήσειε δόξης. ὁ Περίπατος πρὸς τὴν Στοὰν ἔχει τὴν ἅμιλλαν, ἡ Στοὰ Πυθαγορείοις συμπλέκεται, ᾿Ακαδημιακοῖς λόγος ᾿Επικουρείων οὐ σπένδεται, καὶ πόλεμός τις ἀσίδηρος ἀνὰ τὴν ῾Ελλάδα κεκίνηται. {ΑΝΤ.} ῎Αγε δῆτα, ὦ βέλτιστε, περὶ τούτου φράσον ἡμῖν· ὡς ὁρᾷς γὰρ ἐπὶ θεωρίαν τὸν νοῦν ἀνεπτέρωμαι καὶ φλέβας ἐπιστήμης ἀνιχνεύω θεάσασθαι, καθάπερ μεταλλουργοί τινες ὁπηνίκα τιμαλφεστάτου τινὸς ὕλης πόρους θεάσοιντο. {ΠΟΛ.} Οὐ περὶ μικροῦ τινος γλῶτται καὶ λόγοι καὶ θεωρίαι βάλλουσί τε καὶ βάλλονται· ἀδαμάντινος γάρ τις ἐξωπλίσατο πόλεμος καὶ τὰ τῆς φύσεως ἀνελίττουσιν ὄργια. φασὶ γὰρ τὸν Περικλέα εἰπεῖν τί δῆτα τὸν ἀδάμαντα ἡ φύσις δεδημιούργηκεν ἄκαυστον καὶ τοῦ παμφάγου πυρὸς ὑψηλότε13 ρον. τουτί, φίλος, τὸν τῶν φιλοσόφων διαταράττει χορὸν καὶ πρὸς ἔρευναν τῶν ἀπορρήτων ἐνθουσιᾶν παρεσκεύασε· τοιούτοις γὰρ ἡμᾶς ὁ Κορίνθιος ἐνειλῶν τοῖς δεσμοῖς ὥσπερ ἐν μυθικῷ λαβυρίνθῳ τινὶ τῷ δυσεμβάτῳ τῆς θεωρίας ἐναποκλείσας ἀπῴχετο. {ΑΝΤ.} ᾿Ερῶ σοί τι φύσεως ἔργον, Πολύκρατες, ἐπεί σε φιλότιμον λόγων μουσικῶν ἐραστὴν ὑπαισθάνομαι· φίλῳ γὰρ μηδὲν ἄγνωστον ἔχοιμι καλὸν τῷ Κυρηναίῳ πειθόμενος. {ΠΟΛ.} Οὐκοῦν ἄγε δὴ ἄγε, ᾿Αντίσθενες, λόγος ἡγείσθω ὅτῳ κοινωνεῖν ἀλλήλοις εἰώθαμεν τοῦ βουλήματος. {ΑΝΤ.} Λεπτότατοί τινες πόροι διὰ τὸ λίαν στερέμνιον πεφύκασι τῷ ἀδάμαντι· διὸ καὶ ὁ σίδηρος ἀσθενὴς πρὸς ἀδάμαντα· ἀνεπίδεκτος γὰρ καὶ γλυφῆς καὶ τομῆς διὰ τὸ λίαν πυκνότατον. ἐντεῦθεν φλογὸς οὐκ αἰσθάνεται, ὥσπερ ἀπειργόντων τῶν πόρων, καὶ ἁπαξαπλῶς ἀντιπραττόντων φύσιν πυρὸς τὸν λίθον εἰσδέχεσθαι. τὰ τοίνυν ἄμικτα καὶ διέστηκε, τῶν δὲ διεστώτων σχέσις οὐκ ἔνεστιν, ἀσυνδύαστος δὲ ἀδάμας πυρί· οὐκοῦν ἄκαυστος καὶ φύσεως πυρὸς διὰ πυκνότητα ἠλλοτρίωται. σίδηρος γοῦν καὶ χρυσὸς πυρὸς φύσιν εἰσδέχονται, ὅθεν τὰ τοιαῦτα τήκεται ἢ μαλάττεται. ναὶ μὴν καὶ 14 διὰ τὸ μᾶλλον ἄνικμον ἄκαυστος πέφυκεν ὁ ἀδάμας· πᾶν γὰρ τηκτὸν πλείστης ἀνάγκη μετέχειν ὑγρότητος. {ΠΟΛ.} Εὖγε τοῦ λόγου· ἀδαμαντίνοις τισὶ ῥήμασι τὰς περὶ ἀδάμαντος θεωρίας ἐποίκιλας· ναὶ μὰ τόν, καὶ εἴ τι ἀδάμαντος ὑψηλότερον· ἰσχυροτέρα γὰρ ἡμῖν ἀδάμαντος ἡ ἀλήθεια. ᾿Αλλὰ φέρε δὴ τὸ πολυθρύλλητον ἐκεῖνο καὶ ἐπίσημον τοῦ Κορινθίου ἐνοπτρισώμεθα πρόβλημα· ἐκόμα γὰρ αὐτῷ λίαν καὶ ἐπὶ τούτῳ τὸ φρόνημα. {ΑΝΤ.} ῞Ο τι βούλει πυθοῦ. {ΠΟΛ.} Φθείρειν ἔφασκε τῶν ἀετῶν τὰ πτερὰ ἐπιτιθέμενά πως καὶ συμπλεκόμενα τοῖς τῶν ἄλλων ζῴων πτεροῖς, ὥσπερ κἀνταῦθα τύραννος εἶναι βουλόμενος τῶν ἄλλων πτηνῶν [ὁ] ἀετός, καὶ τῆς κόμης γυμνούμενος οὐδὲν ἧττον βασιλικῆς ἐπιβαίνειν δυναστείας πειρώμενος. τίς ὁ λόγος, ᾿Αντίσθενες; ἔργα μοι φύσεως διηγοῦ. {ΑΝΤ.} ῍Ω τοῦ Κορινθίου, ὡς μυστικῆς τινος ἐπιστήμης σοφιστὴς ἀξιόχρεως. ἀτὰρ γοῦν λέξω τί σοι, Πολύκρατες· 15 σὺ δέ μοι ἠρεμαῖον ἐπίθες τὸ οὖς καὶ Σειρηνείου ἀκούσῃ φωνῆς, οἷά τις ᾿Ιθακήσιος ἐπ' αὐτάς που τὰς ὑπερκυκνείους μελῳδίας γενόμενος. {ΠΟΛ.} Λέξον δῆτα, ὦ Βέλτιστε. {ΑΝΤ.} ∆υσωδέστατον πτηνὸν ἀετός· ἐντεῦθέν τοι καὶ τὰ λείψανα τῆς ἑαυτοῦ θήρας οὐκ ἂν αὖθις ἐπέλθοι ποτέ, οὐδὲ χθιζῆς, ὦ φίλος, θήρας τυχήσειεν· ἄβρωτα δὲ καὶ τοῖς ἄλλοις ζῴοις ἐστίν· αὐθημερὸν γὰρ ἠφάνισται, οἷα Φινέως τινὸς καὶ ῾Αρπυίας λείψανα δείπνου