1

 2

 3

 4

 5

 6

 7

 8

6

αἵμασιν. {ΑΝΤ.} Πάνυ μὲν οὖν· ἔχει τινὰ αἷμα ἐλάφειον ἰδιότητα, ἔχει δὲ καὶ ταύρειον ἐνέργειαν ἰδιάζουσαν. 28 {ΠΟΛ.} ᾿Αληθείας ἐπαγωγὸς ὁ λόγος, ᾿Αντίσθενες. ᾿Αλλὰ τὸν ᾿Αρίστωνος θέα μοι παῖδα, ὡς συντόνως ὁ νεανίας ἱππάζεται. ναὶ δὴ καὶ ξυνωρίδα κυνηγετῶν ἐπισύρεται ὡς ὁρᾷς. ὑψαύχην ὁ ἵππος αὐτῷ χρυσοῖς τισιν ὅρμοις τὴν χαίτην κοσμούμενος ἐπιγαυριᾷ πως καὶ φρυάττεται τῷ βαδίσματι, ὥσπερ ἐμβλακευόμενος τῷ φρονήματι. ὁ δὲ παῖς ἔποχος τὰς ἡνίας τῇ δεξιᾷ ἐπειλημμένος χειρί, ἀνασοβεῖ τοῖν ποδοῖν τὸν ἵππον καὶ πρὸς ἄστυ τὸν δρόμον πεποίηται. καὶ γέγηθέ πως ὁ νεανίας· οὐ γὰρ ἀθηρία τις αὐτῷ ἐντετύχηκε. θέα μοι ἡλίκος αὐτῷ λαγῶς ἀπῃώρηται. καί τις ἐντεῦθέν μοι εἰσπεπήδηκε θεωρία. ᾿Ανδρὸς ἤκουσά του λέγοντος, παρ' ᾧ κόμπος μυθικῶν πλασμάτων οὐκ ἔνεστι, τοὺς λαγῶς τὰ μὲν τῶν ἐκγόνων ὠδίνειν, τὰ δὲ τετοκέναι, ἔνια δ' ἡμιτελῆ ἔτι φέρεσθαι τῇ γαστρί. {ΑΝΤ.} Γονιμωτάτη τις ἡ τῶν λαγωῶν ἐστι φύσις, Πολύκρατες. ἱκανὸν δέ τῳ τεκμηριῶσαι κομιδῇ τὸ λεγόμενον. λαγῴα 2 πυτία ἄπαιδι γυναικὶ ἐντιθεμένη ἐγκύμονα θᾶττον ἐποίησε καὶ παῖδα ὑποτίτθιον στείρᾳ χαρίζεται. ἡ τοίνυν σύλληψις οὐ κεχώρισται τοῖς λαγῷς, ἀλλ' ἔτι τελεσφορουμένων τῶν ἐκγόνων ἐπισύλληψις ὥσπερ αὐτοῖς ἐπιγίνεται. οὐκοῦν ἃ μὲν τέτοκεν ὁ λαγῶς, ἃ δὲ ὠδίνει, ἃ δὲ ἡμιτελῆ ἔτι προφέρεται τῇ γαστρί. Αἴγυπτον καὶ ∆αναὸν πολυτεκνοτάτους ᾄδουσι ποιηταί, ἀλλ' ἐκείνων ὑπέρτερος ὁ λαγῶς, καθάπου ἔφη [μὲν] ὁ ᾿Αβδηρίτης, τὸ δὲ πιστεύειν ἀζήμιον. {ΠΟΛ.} Φυσικαῖς ἡμᾶς ἀνάγκαις, ᾿Αντίσθενες, πέπεικας ἑδραῖόν τί μοι περὶ λαγωῶν διηγούμενος. ᾿Αλλ' ἐπὶ τὰ τῶν κοράκων γένη οὐκ οἶδ' ὅπως ἐξέπτη ὁ λόγος καὶ μετάρσιος γέγονε· καὶ γὰρ αἰσθάνομαι ὥσπερ ἀπειργομένων ὥρᾳ θέρους ὑδρεύεσθαι. 30 {ΑΝΤ.} Πεπόνθασί τι πάθος ὥρᾳ θέρους οἱ κόρακες· τὸ δὲ πάθος ῥύσις ἐστὶ γαστρός, ὦ Πολύκρατες. ἐντεῦθεν ποταμοὶ καὶ πηγαὶ καὶ λίμναι οὐδέν τι χρῆμα θέρους τοῖς κόραξιν, ἵνα μήπου τῷ ὑγρῷ ἡ τῆς γαστρὸς σχοίη ῥύσις ἐπίτασιν. ἴσασι τοίνυν διαίτης τέχνην καὶ κόρακες, οὐχ ῾Ιπποκράτην μαθόντες, οὐ τὰ Μαχάωνος παιδευθέντες ἢ τὰ Χείρωνος φάρμακα. ὁρῶσι γοῦν τὴν ᾿Αρέθουσαν ὥρᾳ θέρους οἱ κόρακες, ὁρῶσι δὲ καὶ τοῦ ῎Ιστρου τὰ ῥεῖθρα, ναὶ μὴν καὶ τὸν Νεῖλον τὴν Αἴγυπτον πελαγίζοντα· ἀλλ' ὅμως πίνειν ἐκείνοις οὐκ ἔνεστιν, ἀλλ' οἷα Τάνταλοι κολαζόμενοι δριμυτάτην ταύτην τὴν δίκην εἰσπράττονται. {ΠΟΛ.} Εὖ σοι τῆς ἐπιστήμης· εὖγε τῆς πλατάνου, ὡς ἡδύ μοι τερετίζουσιν ἐν τοῖς νεοβλάστοις τῶν κλάδων οἱ τέττιγες ἐποχούμενοι. Καί τις ἐντεῦθέν με περὶ τεττίγων λόγος εἰσέδυ· ἐξαίρειν ἔπεστί μοι τὰ τῆς φύσεως ἔργα. θήλεια καθάπαξ τέττιξ ἄφωνος πέφυκεν, ὥσπερ αἰσχυνομένη σωφροσύνῃ τὸ λάλον. 31 οὐχ ὁρᾷς κοσμίως τήνδε τὴν τέττιγα ἐφιζάνουσαν τῷ κλάδῳ ἄγαν σιωπηλῶς, ὥσπερ τὰ Πυθαγόρου διδαχθεῖσαν διδάγματα; {ΑΝΤ.} Ψυχροί τινες τὴν φύσιν οἱ τέττιγες. διὸ μετὰ τροπὰς ἀπάρχονται τῆς ᾠδῆς, καὶ ἡλίου ὑπαρχομένου τὸν ἑαυτῶν μεθίασι κέλαδον, ὥρᾳ τε μεσημβρίας εἰσὶν ᾠδικώτεροι [τέττιγες]. τέττιξ οὖν θήλεια κατὰ πολὺ ψυχροτέρα τοῦ ἄρρενος καὶ φύσις αὐτῇ τὴν σιωπὴν ἐγκελεύεται ἐπίτασιν ἐντιθεῖσα ψυχρότητος· διὸ κωτίλος τέττιξ οὐκ ἔνεστι θήλεια, ἀλλ' οἷά τις Θεανὼ σιωπῶσα τὰ ἄρρητα, ὥσπερ ῾Ομήρῳ μοι δοκεῖ πειθαρχεῖν "3μῦθος ἄνδρεσσι μελήσει"3 διδάσκοντι. {ΠΟΛ.} ῞Ησθην τῷ λόγῳ. 32 ᾿Αλλ' ἄγε δὴ μετάβηθι, ὁ λόγος ἐρεῖ· ἀρτίως γάρ μοι ἡ θεωρία ἀφίκετο ἀπ' Αἰγύπτου ἐνεγκαμένη λόγον οὐκ ἄμουσον. φασὶ τοὺς Αἰγυπτίους τοῖς τῶν ἴβεων ἐπιβουλεύειν ᾠοῖς, ἵνα μή που κακόν τι τὰ τούτων τελεσφορήσῃ γεννήματα. Ζῷον γάρ τι δεινὸν ἐντεῦθέν πως ἔχειν τὴν γένεσιν περιθρυλλοῦσιν Αἰγύπτιοι. ἆρα λῆρός τις ἢ μυθολόγημα τὸ λεγόμενον; {ΑΝΤ.} Οὔ μοι δοκεῖ· σοφὸν γὰρ ὡς ἀληθῶς καὶ Αἰγύπτιον τὸ ἐφεύρεμα· εἰ δέ που καὶ τοῦ λόγου ἀκούειν ἐρᾷς, ἔχω τί σοι λέξαι, φιλότης. ἥδεται τουτὶ τὸ ὄρνεον τὰ δυσώδη σιτούμενον· χαίρει δὲ μάλιστα καὶ ταῖς τῶν ἰοβόλων ἄγραις πολυβορώτατον ὄν. ἀλλὰ καὶ τοῖς ὄφεσιν ἴβις, καθάπερ ὁ βασιλίσκος, πολέμιον· διὸ