φύσιν ὄντα μὴ ἐστὶ νόσοι· καὶ γὰρ τὰ τέρατα φύσεως ἐστὶν αἴσχη· <καὶ τούτων τὸ μὲν αἰσχρὸν> κατὰ φύσιν τὴν ὅλην ..., παρὰ φύσιν δὲ τὴν μερικήν· ἐν μὲν γὰρ τῇ μερικῇ φύσει εἷς ἐστι λόγος καὶ τὸ παρὰ τοῦτον αὐτῇ παρὰ φύσιν· ἐν δὲ τῇ ὅλῃ πάντες οἱ λόγοι καὶ πάντα τὰ εἴδη φυσικῶς· καὶ ποτὲ μὲν ἐξ ἑνὸς εἴδους ἓν τὸ γινόμενον, κυριώτερον εἰπεῖν· ἄνθρωπος γὰρ ἄνθρωπον γεννᾷ· ποτὲ δὲ ἐξ ἑνὸς πολλά· καὶ γὰρ ὁ τοῦ σχήματος λόγος εἷς, ἀλλὰ τὰ κατ' αὐτὸν πολλά· ποτὲ δὲ ἐκ πολλῶν ἕν, ὡς αἱ περὶ τὴν ὕλην τῶν εἰδῶν μίξεις, αἳ καὶ τέρατα δοκοῦσιν εἶναι πρὸς τὴν ἄτομον φύσιν ἑνὶ φιλοῦσαν κρατεῖσθαι εἴδει καὶ καθ' ἓν ὑφιστα-μένην· ποτὲ δὲ ἐκ πολλῶν πολλά-καὶ γὰρ ἰσότης καὶ ἀνισότης ἐν πολλοῖς. πάντα γοῦν τὰ εἴδη τά τε ἄμικτα καὶ ὅσα μεμειγμένα κατὰ φύσιν τὲ καὶ ἐκ τῶν ἐν φύσει λόγων, ὄντων πάντων ἐκεῖ. ἡ δὲ νόσος ἄλλῳ τρόπῳ κατὰ φύσιν, ὅτι τούτων ἕκαστον γέγονε ... καὶ ἐν τῇ μερικῇ φύσει καὶ ἐν τῇ ὅλῃ· φθαρτικὴ δὲ κατὰ φύσιν μὲν τὴν ὅλην, παρὰ φύσιν δὲ τὴν μερικήν· τὸ γὰρ εἰς ὃ μεταβάλλει τὸ φθειρόμενον εἶδος ἔχει καὶ λόγον ἐκ τῆς ὅλης φύσεως, ἐναντίον τῇ τούτου φύσει καὶ οὐ παρ' ἐκείνης ἔχοντα τὸ εἶδος .... ᾗ μὲν οὖν ἐκεῖθεν ἡ μεταβολή, κατὰ φύσιν ..., τὰ μὲν φθείρει, τοῖς δὲ παρέχεται γένεσιν· ᾗ δὲ εἷς λόγος ἐν τῷ μεταβάλλοντι, παρὰ φύσιν· ὡς μὲν γὰρ ὅλῳ, παρὰ φύσιν- <ὅλον γὰρ ἕκαστον κατὰ τὸν ἐν αὐτῷ λόγον> -, ὡς δὲ τοῦ ὅλου μέρει, κατὰ φύσιν· τούτῳ γὰρ καὶ γέ- γονεν ἐξ ἄλλου φθαρέντος καὶ φθείρεται πάλιν εἰς ἄλλου γένεσιν. 61 Οὐκ ἄρα τὸ ἐν σώμασι κακὸν ἀμιγῶς ὑπάρχει κακόν, ἀλλ' ὡδὶ μὲν κακὸν καὶ καθ' ὅσον οὐκ ἐκεῖθεν, ὡδὶ δὲ ἀγαθὸν καὶ καθ' ὅσον ἐκ προ- νοίας φυσικῆς. ὅλως δέ, οἷς καὶ ἡ γένεσις διὰ τὸ ἀγαθόν, πῶς ἄν τις φαίη ταῦτα πάντῃ ἀγαθοῦ παρῃρῆσθαι καὶ τῆς τοῦ ἀγαθοῦ φύσεως ἄμοιρα μένειν; οὐδὲ γὰρ εἶναι τὸ κακὸν ἐστὶ δυνατὸν μὴ τοὐναντίον φανταζόμενον ὡς ἀγαθόν, ὅτι τοῦ ἀγαθοῦ ἕνεκα πάντα, καὶ αὐτὸ τὸ κακόν. ἀλλὰ πάντα τε ἕνεκα τοῦ ἀγαθοῦ, καὶ τὸ θεῖον ἀναίτιον τῶν κακῶν· οὐδαμοῦ γὰρ τὸ κακὸν ᾗ κακὸν ἐκεῖθεν, ἀλλ' ἐξ ἄλλων αἰτίων καὶ οἷς τὸ γεννᾶν οὐ κατὰ δύναμιν, ἀλλὰ δι' ἀσθένειαν ὑπάρχειν εἴρηται. διό μοι δοκεῖ καὶ ὁ Πλάτων περὶ τὸν πάντων βασιλέα τὰ πάντα θέμενος καὶ ἐκείνου ἕνεκα πάντα [ep. II 312e 1-2], καὶ ὅσα μὴ ἀγαθά, φανταζόμενα γὰρ ὡς ἀγαθὰ καὶ ταῦτα τῶν ὄντων ἐστίν. <ὁμοίως> καλῶν ἁπάντων αἴτιον ἐκεῖνο [Pl. ib. 312e 2-3] προσειπεῖν καὶ οὐχ ἅπαξ πάντων· οὐδὲ γὰρ τῶν κακῶν· ἀλλὰ καὶ τούτων ἀναίτιον καὶ παντὸς τοῦ ὄντος αἴτιον· καὶ γὰρ καὶ τούτων ὡς ὄντων καὶ ᾗ ἀγαθόν ἐστιν ἕκαστον. εἰ δὲ ταῦτα ὀρθῶς φαμέν, καὶ πάντα ἂν ἐκ προνοίας εἴη, καὶ τὸ κακὸν ἔχει χώραν ἐν τοῖς οὖσιν. ὥστε καὶ ποιοῦσιν οἱ θεοὶ τὸ κακόν, ἀλλ' ὡς ἀγαθόν, καὶ γινώσκουσιν ὡς πάντων ἑνιαίαν ἔχοντες τὴν γνῶσιν, ἀμερίστως μὲν τῶν μεριστῶν, ἀγαθοειδῶς δὲ τῶν κακῶν, ἑνιαίως δὲ τοῦ πλήθους. ἄλλη γὰρ τῆς ψυχῆς γνῶσις καὶ ἄλλη τῆς νοερᾶς <φύσεωσ>, ἄλλη <αὐτῶν> τῶν θεῶν· ---αὐτῷ τῷ ἑνὶ τὰ πάντα καὶ γινώσκουσα καὶ παράγουσα.