De malorum subsistentia

 φωνὴν ἀφείς--- δυοῖν τὰ ἕτερα δήπου λέγειν ἀναγκαῖον· ἢ μὴ εἶναι τὴν ἀρετὴν ἐναν- τίαν τῇ κακίᾳ, τὴν πᾶσαν τῇ ὅλῃ καὶ τὰς ἐν μέρει ταῖς ἀναλόγοις, ἢ τ

 ἀκολασίαν μᾶλλον καὶ ἧττον λέγομεν, ἢ τὸν ἶσον τρόπον ἀκόλαστοι καὶ ἄδικοι πάντες; οὐδαμῶς φήσομεν. τί δέ; οὐ καθὸ μᾶλλον καὶ ἧττον ἐστὶν ἡ ἀδικία, ὅσ

 κακὸν τοῦ πρωτίστου τῶν ἀγαθῶν ἀπόπτωσις ὂν καὶ οἷον ἔκβα- σις, εἰκότως καὶ τοῦ ὄντος ἐστέρηται· τί γὰρ ἂν τοῦ ἀγαθοῦ μετασχεῖν μὴ δυνάμενον εἰς τὰ ὄν

 κακόν· ἀλλ' ἀδύνατον· οὔτε γὰρ δύο τὰ πρῶτα· πόθεν γὰρ ὅλως, μονάδος οὐκ οὔσης; εἰ γὰρ ἑκάτερον τοῖν δυοῖν ἕν, δεῖ πρὸ ἀμφοῖν εἶναι τὸ ἕν, ᾧ ταῦτα ἓν

 ὕλης τὸ κακὸν οὐδ' ἐν τοῖς σώμασιν, ἐκ τούτων δῆλον· οὐ γάρ ἐστιν ἥ τε ὕλη καὶ τὸ πλημμελῶς κινούμενον ταὐτόν. ὅτι δὲ καὶ τὴν ὕλην οὐ τὸ πρώτως κακὸν

 ἐστι τὸ ἀμιγὲς οὐδὲ τὸ πρώτως κακόν. εἰ μὲν γὰρ τῷ ἀγαθῷ παντὶ τὸ κακὸν ὑπεναντίον ἦν, ἔδει, τοῦ ἀγαθοῦ πρὸ τοῦ ἐν ἄλλῳ καθ' ἑαυτὸ καὶ πρώτως ὄντος, κ

 --- 41 Πρὸς μὲν οὖν τοὺς λέγοντας μίαν πηγὴν τῶν κακῶν ἐξαρκεῖ τὰ εἰρημένα. θεοὶ γὰρ <πάντες καὶ> πηγαὶ πάντων τῶν ἀγαθῶν αἰτίαι, κακοῦ δὲ οὐδενὸς οὔτ

 προσονομάζομεν ἄθλιον ...· οὐκ ἄρα ὁ κακὸς ᾗ κακὸς ὁμοιοῦται τῷ νῷ ... <οὔτ' ἂν> ἐν τῷ νῷ παραδείγματα <εἴη τῶν κακῶν· πᾶσα> γὰρ εἰκὼν παραδείγματός ἐ

 γένεσιν· τὸ γὰρ ἄλλῳ κατὰ φύσιν, ἄλλῳ παρὰ φύσιν. παράδειγμα δέ, εἰ βούλει, καὶ τούτων ἔστω σοι αὐτὸ τὸ ἄθεον καὶ σκοτεινὸν <ὃ καὶ ὁ ἐν Θεαιτήτῳ [176e

 ὅπου γὰρ τὸ ἕν, ἅμα καὶ τὸ ἀγαθόν· <τὸ δὲ κακὸν> ---· ἀσυμμετρία γὰρ καὶ ἀναρμοστία καὶ ἐναντιότης ἐν τῷ πλήθει, ἐκ δὲ τούτων ἥ τε ἀσθένεια καὶ τὸ ἐνδ

 δυνάμει πρὸς τὸ μάχεσθαι χρώμενον· καὶ μᾶλλον μὲν δυνάμεως ἐνούσης μείζους αἱ ἐνέργειαι καὶ τὰ ἔργα τοῦ κακοῦ, ἧττον δὲ ἥττους. εἴ γε δὴ καὶ ἐν σώμασι

 ἐν τοῖς καθέκαστα καὶ τοῖς ἀτόμοις, ἐν οἷς δὴ καὶ ἡ τῆς δυνάμεως ἔλλειψις διὰ τὴν τοῦ εἶναι ὕφεσιν καὶ ἡ τῆς διαιρέ- σεως ἐπίδοσις, ἀμυδρουμένης τῆς ἑ

 φύσιν ὄντα μὴ ἐστὶ νόσοι· καὶ γὰρ τὰ τέρατα φύσεως ἐστὶν αἴσχη· <καὶ τούτων τὸ μὲν αἰσχρὸν> κατὰ φύσιν τὴν ὅλην ..., παρὰ φύσιν δὲ τὴν μερικήν· ἐν μὲν

ἀκολασίαν μᾶλλον καὶ ἧττον λέγομεν, ἢ τὸν ἶσον τρόπον ἀκόλαστοι καὶ ἄδικοι πάντες; οὐδαμῶς φήσομεν. τί δέ; οὐ καθὸ μᾶλλον καὶ ἧττον ἐστὶν ἡ ἀδικία, ὅσῳ μὲν ἧττον ἐστὶν ἀδικία, τοσούτῳ τῆς τοῦ ἀγαθοῦ φύσεως ἧττον ἀφέστηκεν, ὅσῳ δ' αὖ μᾶλλον μειζόνως ἔχει τὸ τῆς ἀδικίας πάθος, τοσούτῳ τοῦ ἀγαθοῦ μειζόνως ἐστὶν ἄμοιρος; ἀνάγκη δήπου συγχωρεῖν. ἀλλὰ τὸ μὲν ἀγαθὸν πᾶν, τό τε ἔλαττον καὶ τὸ μεῖζον, αὐξόμενον ἐγγυτέρω τοῦ πρωτίστου τῶν ἀγαθῶν ἐλέγομεν γίνεσθαι, καὶ τὸ τελέως ἀγαθὸν ταὐτὸν τῷ μάλιστα ἀγαθῷ. ἡ δὲ τῆς ἀδικίας αὔξησις τοῦ ἀγαθοῦ πάντως ἔλλειψις ἦν· οὐκ ἄρα ἀγαθὸν ἔτι τὴν ἀδικίαν προσήκει καλεῖν, οὔτε μεῖζον οὔτε ἔλαττον, ἀλλὰ πάντως κακόν. τὸ μὲν γὰρ ἔλαττον ἀγαθὸν αὐξόμενον γίνεται μειζόνως ἀγαθόν, <καὶ γὰρ τὸ ἔλαττον θερμὸν καὶ τὸ ἔλαττον ψυχρὸν μᾶλλον ἑκάτερον>· τὸ δὲ ἄδικον αὐξόμενον οὐ γίνεται μεῖζον ἀγαθόν. ἐναντίως οὖν ἔχον πρὸς τὸ ἀγαθόν, πῶς οὐκ ἂν εἴη τῶν κακῶν; ταῦτα μὲν δὴ καὶ οὗτος ὁ λόγος ἐρεῖ καὶ παρρησιάσεται περὶ τῆς τῶν κακῶν ὑποστάσεως. --- 7 --- Εἰ τοίνυν καὶ ταῦτα ἀναγκαίως ἐστὶ διὰ τὴν παντοδύναμον καὶ πανάγα- θον <τῶν πρωτίστων αἰτιῶν> ἐνέργειαν, οὔτ' ἂν τὸ ἀγαθὸν ἀεὶ ἐν πᾶσι τοῖς οὖσιν ὡσαύτως εἴη, οὔτ' ἂν ἡ τοῦ κακοῦ γένεσις ἐξελαύνοιτο τῶν ὄντων. εἰ γάρ ἐστι τὸ ποτὲ μὲν τοῦ ἀγαθοῦ μετέχειν δυνάμενον, ποτὲ δὲ αὖ τῆς ἐκείνου μετουσίας στερούμενον, στέρησις μὲν ἐξ ἀνάγκης ἔσται τῆς τοῦ ἀγαθοῦ μεταλήψεως· ἡ δὲ στέρησις αὐτὴ καθ' ἑαυτὴν εἶναι μὴ δυναμένη μηδὲ ἀπολελυμένη πάντῃ τῆς φύσεως, ἧς ἐστι στέρησις, τρόπον τινὰ δυναμουμένη παρ' αὐτῆς, διὰ τὴν πρὸς αὐτὴν ἐπιπλοκὴν εἰς τὴν τῶν ἐναντίων πρὸς τὸ ἀγαθὸν καθίσταται τάξιν· ---τὸ δ' ἄρα ἀγαθὸν ... καὶ τὴν ἑαυτοῦ στέρησιν δυναμοῖ. ὡς γὰρ τὸ ἀγαθὸν ἐν πᾶσι τοῖς οὖσι τὴν πρωτίστην ἀπεγέννησε δύναμιν, οὕτω δὴ καὶ τὸ ἑκασταχοῦ πάντως ἀγαθὸν ἐν ἑκάστῳ τῶν ὄντων γεννᾷ τὴν ἑαυτοῦ δύναμιν, ᾗτινι ἡ τοῦ ἀγαθοῦ, ὡς εἴρηται, στέρησις συμπλεκομένη καὶ τὸ ἑαυτῆς ἀμενηνὸν τῇ ἐκείνου ῥώσασα δυνάμει, γίνεται μὲν ὑπεναντία τῷ ἀγαθῷ, ῥωσθεῖσα τῇ πρὸς αὐτὸ μίξει καὶ λαβοῦσα δύναμιν εἰς τὸ μάχεσθαι πρὸς τὸ ἐγγύς· --- οὐ γάρ ἐστι μοχθηρὸν εἶδος ζωῆς, ὡς πάντῃ ἀπεσβηκέναι τὴν τοῦ λόγου δύναμιν· μένει γὰρ ὁ λόγος ἔνδον, ἀμυδρὸν φθεγγόμενος, καίπερ παντοδαπῶν αὐτὸν περικεχυμένων παθῶν καὶ σύνεσις τὴν ἄνω οὐκ ἀπολείπει ψυχήν. --- 8 --- <καί που μὲν> ἀμιγῶς πρὸς τὴν στέρησιν, <ποὺ δὲ ἤδη> μετὰ τῆς τοιαύτης μίξεως. τὸ γὰρ ποτὲ μετέχον τοῦ πρώτως ἀγαθοῦ, ἀναπίμπλαται τῆς παρεμπλοκῆς τοῦ μὴ ἀγαθοῦ· ἐπεὶ καὶ τὸ αὐτοεῖναι <καὶ ἡ τοῦ ὄντος φύσις ἄνω μὲν> ὄντως ὂν καὶ ὄν ἐστι μόνον, ἐν δὲ τοῖς τελευταίοις <τῶν ὄντων> συγκέκραταί πως τῷ μὴ ὄντι· τὸ γὰρ πῇ μὲν ὄν, πῇ δὲ μὴ ὄν, καὶ ποτὲ μὲν ὄν, ἀπειράκις δὲ οὐκ ὄν, καὶ τὸ τοῦτο μὲν ὄν, τὰ δ' ἄλλα πάντα μὴ ὄν· τὶ ἂν λέγοι τις εἶναι μᾶλλον ἢ μὴ εἶναι πάντῃ τοῦ μὴ ὄντος πεπλησμένον· καὶ αὐτὸ δὲ τὸ μὴ ὄν, τὸ μὲν μηδαμῶς ὄν, ἀλλὰ καὶ αὐτῆς τῆς ἐσχάτης φύσεως, ἥτις κατὰ συμβεβηκός ἐστιν, ἀπολειπόμενον, μήτε καθ' αὑτὸ μήτε κατὰ συμβεβηκὸς εἶναι δυνάμενον-οὐ γὰρ πῇ μὲν ἔστι, πῇ δὲ οὐκ ἔστι τὸ μηδαμῶς ὄν· τὸ δὲ ὁμοῦ τῷ ὄντι μὴ ὄν, εἴτε στέ- ρησιν τοῦ ὄντος εἴτε ἑτεροιότητα [Pl. Parm. 160d] καλεῖν <αὐτὸ θέμις>· καὶ τὸ μὲν πάντῃ μὴ ὄν, τὸ δὲ ἄνω μὲν οὐδὲν ἧττον τοῦ ὄντος ἐστίν, <ὥς φησιν ὁ Ἐλεάτης ξένος> [Pl. soph. 258b 1-2], ἐν δὲ τοῖς ποτὲ μὲν οὖσι, ποτὲ δὲ μὴ οὖσι, <ἀμυδρότερον μὲν τοῦ ὄντος>, τῷ δὲ εἶναι τρόπον τινὰ κρατούμενον καὶ αὐτό. 9 Ὥσπερ οὖν, εἰ τὸ μὴ ὂν ἤρετό τις, πότερον ἐστὶν ἢ οὐκ ἔστι, τὸ μὲν πάντῃ μὴ ὂν οὐδαμόθεν τοῦ εἶναι μετειληχός, ἐλέγομεν οὐδαμῶς ὄν· τὸ δὲ αὖ τρόπον τινὰ μὴ ὂν ἐν τοῖς οὖσι καταλέγειν συνεχωροῦμεν τῷ ταῦτα ἐρομένῳ. κατὰ τὰ αὐτὰ δὴ καὶ τὸ κακόν-ἐπεὶ καὶ τοῦτο διττόν, τὸ μὲν μόνως κακόν, τὸ δὲ οὐκ ἀμιγὲς πρὸς τὸ ἀγαθόν- τὸ μὲν τοῦ <μηδαμῶς> ὄντος <ἐπέκεινα θήσομεν> ..., τὸ δὲ ἐν τοῖς οὖσι τάξομεν· <μήτε γὰρ τοῦ εἶναι διὰ τὴν τοῦ ἀγαθοῦ μεσιτείαν>, μήτε τοῦ ἀγαθοῦ διὰ τὸ εἶναι ἔρη- μον ἔτι μένειν δυνάμενον· ἅμα γὰρ ὄν ἐστι καὶ ἀγαθόν ἐστι. καὶ τὸ μὲν πάντῃ