De malorum subsistentia

 φωνὴν ἀφείς--- δυοῖν τὰ ἕτερα δήπου λέγειν ἀναγκαῖον· ἢ μὴ εἶναι τὴν ἀρετὴν ἐναν- τίαν τῇ κακίᾳ, τὴν πᾶσαν τῇ ὅλῃ καὶ τὰς ἐν μέρει ταῖς ἀναλόγοις, ἢ τ

 ἀκολασίαν μᾶλλον καὶ ἧττον λέγομεν, ἢ τὸν ἶσον τρόπον ἀκόλαστοι καὶ ἄδικοι πάντες; οὐδαμῶς φήσομεν. τί δέ; οὐ καθὸ μᾶλλον καὶ ἧττον ἐστὶν ἡ ἀδικία, ὅσ

 κακὸν τοῦ πρωτίστου τῶν ἀγαθῶν ἀπόπτωσις ὂν καὶ οἷον ἔκβα- σις, εἰκότως καὶ τοῦ ὄντος ἐστέρηται· τί γὰρ ἂν τοῦ ἀγαθοῦ μετασχεῖν μὴ δυνάμενον εἰς τὰ ὄν

 κακόν· ἀλλ' ἀδύνατον· οὔτε γὰρ δύο τὰ πρῶτα· πόθεν γὰρ ὅλως, μονάδος οὐκ οὔσης; εἰ γὰρ ἑκάτερον τοῖν δυοῖν ἕν, δεῖ πρὸ ἀμφοῖν εἶναι τὸ ἕν, ᾧ ταῦτα ἓν

 ὕλης τὸ κακὸν οὐδ' ἐν τοῖς σώμασιν, ἐκ τούτων δῆλον· οὐ γάρ ἐστιν ἥ τε ὕλη καὶ τὸ πλημμελῶς κινούμενον ταὐτόν. ὅτι δὲ καὶ τὴν ὕλην οὐ τὸ πρώτως κακὸν

 ἐστι τὸ ἀμιγὲς οὐδὲ τὸ πρώτως κακόν. εἰ μὲν γὰρ τῷ ἀγαθῷ παντὶ τὸ κακὸν ὑπεναντίον ἦν, ἔδει, τοῦ ἀγαθοῦ πρὸ τοῦ ἐν ἄλλῳ καθ' ἑαυτὸ καὶ πρώτως ὄντος, κ

 --- 41 Πρὸς μὲν οὖν τοὺς λέγοντας μίαν πηγὴν τῶν κακῶν ἐξαρκεῖ τὰ εἰρημένα. θεοὶ γὰρ <πάντες καὶ> πηγαὶ πάντων τῶν ἀγαθῶν αἰτίαι, κακοῦ δὲ οὐδενὸς οὔτ

 προσονομάζομεν ἄθλιον ...· οὐκ ἄρα ὁ κακὸς ᾗ κακὸς ὁμοιοῦται τῷ νῷ ... <οὔτ' ἂν> ἐν τῷ νῷ παραδείγματα <εἴη τῶν κακῶν· πᾶσα> γὰρ εἰκὼν παραδείγματός ἐ

 γένεσιν· τὸ γὰρ ἄλλῳ κατὰ φύσιν, ἄλλῳ παρὰ φύσιν. παράδειγμα δέ, εἰ βούλει, καὶ τούτων ἔστω σοι αὐτὸ τὸ ἄθεον καὶ σκοτεινὸν <ὃ καὶ ὁ ἐν Θεαιτήτῳ [176e

 ὅπου γὰρ τὸ ἕν, ἅμα καὶ τὸ ἀγαθόν· <τὸ δὲ κακὸν> ---· ἀσυμμετρία γὰρ καὶ ἀναρμοστία καὶ ἐναντιότης ἐν τῷ πλήθει, ἐκ δὲ τούτων ἥ τε ἀσθένεια καὶ τὸ ἐνδ

 δυνάμει πρὸς τὸ μάχεσθαι χρώμενον· καὶ μᾶλλον μὲν δυνάμεως ἐνούσης μείζους αἱ ἐνέργειαι καὶ τὰ ἔργα τοῦ κακοῦ, ἧττον δὲ ἥττους. εἴ γε δὴ καὶ ἐν σώμασι

 ἐν τοῖς καθέκαστα καὶ τοῖς ἀτόμοις, ἐν οἷς δὴ καὶ ἡ τῆς δυνάμεως ἔλλειψις διὰ τὴν τοῦ εἶναι ὕφεσιν καὶ ἡ τῆς διαιρέ- σεως ἐπίδοσις, ἀμυδρουμένης τῆς ἑ

 φύσιν ὄντα μὴ ἐστὶ νόσοι· καὶ γὰρ τὰ τέρατα φύσεως ἐστὶν αἴσχη· <καὶ τούτων τὸ μὲν αἰσχρὸν> κατὰ φύσιν τὴν ὅλην ..., παρὰ φύσιν δὲ τὴν μερικήν· ἐν μὲν

ὅπου γὰρ τὸ ἕν, ἅμα καὶ τὸ ἀγαθόν· <τὸ δὲ κακὸν> ---· ἀσυμμετρία γὰρ καὶ ἀναρμοστία καὶ ἐναντιότης ἐν τῷ πλήθει, ἐκ δὲ τούτων ἥ τε ἀσθένεια καὶ τὸ ἐνδεές. --- καὶ τὸ πλῆθος ... καὶ ἡ τῶν δυνάμεων διαφορότης, ἄλλων πρὸς ἄλλα τὴν ὁλκὴν ποιουμένων· ---ὅπου δὲ τὸ πλῆθος καὶ ἡ ἑτερότης ἐξέλαμψε διὰ τὴν τῆς ἑνώσεως ὕφεσιν, ἐνταῦθα ἥ τε ἔνδεια τῆς δυνάμεως- πᾶσα γὰρ δύναμις τῷ ἑνὶ καὶ ἐξ ἑνός ἐστιν ὅ ἐστι-καὶ ἡ ἀναρμοστία καὶ ἡ στάσις ἄλλου πρὸς ἄλλο φερομένου ταῖς ὀρέξεσι. Πῶς μὲν οὖν ἔχουσι τῶν κακῶν αἱ γενέσεις καὶ τίς ἡ λεγομένη παρυ- πόστασις καὶ πόθεν, εἴρηται. 51 Αὐτὸ δὲ τὸ κακὸν ὃ τί ποτέ ἐστιν ἤδη λεκτέον. δόξειε δ' ἂν πάντων εἶναι χαλεπώτατον τὸ γνῶναι καθ' ἑαυτὴν τὴν τοῦ κακοῦ φύσιν καὶ τὸ εἶδος, εἴπερ πᾶσα γνῶσις εἴδους ἐστὶν ἐπαφή, τὸ δὲ κακὸν ἀνείδεον καὶ οἷον στέρησις. τάχα δ' ἂν γένοιτο καὶ τοῦτο φανερόν, εἰ πρὸς τὸ ἀγαθὸν αὐτὸ ... βλέποντες, οὕτω δὴ καὶ τὸ κακὸν ὃ τί ποτέ ἐστι θεωρήσαιμεν. ὡς γὰρ τὸ πρώτως ἀγαθὸν ἐπέκεινα πάντων, οὕτω τὸ αὐτοκακὸν πάντων ἄμοιρον ἀγαθῶν, λέγω δὲ ᾗ κακόν, καὶ ἔλλειψις ἐκείνων καὶ στέρησις. --- τὸ δὲ κακόν, εἰ ἐστὶ παντὸς τοῦ ἀγαθοῦ ᾗ κακὸν στέρησις, ἄμοιρόν ἐστιν ὡς μὲν κακὸν τῆς τῶν ἀγαθῶν πηγῆς, ὡς δὲ ἄπειρον τοῦ πάντων πέρατος, ὡς δὲ ἀσθένεια τῆς ἐν αὐτῷ δυνάμεως, ὡς δὲ ἀσυμμετρία καὶ ψεῦδος καὶ αἰσχρότης τοῦ τε κάλλους καὶ τῆς ἀληθείας καὶ τοῦ μέτρου, ---· ὡς δὲ ἀνίδρυτον τῇ ἑαυτοῦ φύσει καὶ ἄστατον τοῦ μένοντος αἰῶνος ἐν τῷ ἑνὶ καὶ τῆς ἐκείνου δυνάμεως-ἀδυναμίας γὰρ τὸ μὴ ὡσαύτως· ὡς δὲ στέρησις καὶ ἀζωΐα τῆς πρώτης τῶν εἰδῶν μονάδος καὶ τῆς ἐκεῖ ζωῆς· ὡς δὲ φθαρτικὸν καὶ διαιρετικὸν οἷς ἂν παρῇ καὶ ἀτελὲς τῆς τελεσιουργοῦ τῶν ὅλων ἀγαθότητος· τὸ γὰρ φθοροποιὸν μὲν ἀπὸ τοῦ ὄντος ἄγει πρὸς τὸ μὴ ὄν, τὸ δὲ διαιρετικὸν ἀναιρεῖ τὴν τοῦ ὄντος συνέχειάν τε καὶ τὴν ἕνωσιν, τὸ δὲ ἀτελὲς παραιρεῖται τῆς τε οἰκείας τελειότητος καὶ τῆς ἑκάστου κατὰ φύσιν διαθέσεως. <ἔτι τοίνυν> τὸ μὲν ἀόριστον ... ἔλλειψίς ἐστι καὶ ἁμαρτία τῆς ἑνιαίας ἀκρότητος, τὸ δὲ ἄγονον τῆς γονίμου, τὸ δὲ ἀργὸν τῆς δημιουργικῆς· παραίρεσις γὰρ καὶ ἀσθένεια καὶ ἀοριστία <τῶν ἀγαθῶν τούτων> στερήσεις εἰσί, τῆς τε μονα- δικῆς <λέγω> αἰτίας καὶ τῆς γεννητικῆς δυνάμεως καὶ τῆς δραστηρίου ποιήσεως. εἰ δὲ καὶ ἀνομοιότητός <ἐστι> καὶ μερισμοῦ καὶ ἀταξίας αἴτιον, <δῆλον ὅτι καὶ οὕτω> τῶν τε ἀφομοιωτικῶν ἀγαθῶν <ἐλλείπειν αὐτὸ> καὶ τῆς ἀμερίστου τῶν μεριστῶν προνοίας καὶ τῆς ἐν τοῖς μερισθεῖσι τάξεως <ἀναγκαῖον>. --- ἀδρανὲς <ἂν εἴη τὸ κακὸν> καὶ σκοτεινὸν καὶ ἔνυλον· ἢ πόθεν αὐτῷ τούτων τὲ καὶ τῶν τοιούτων ἕκαστον, εἰ μὴ ταῖς τῶν ἀγαθῶν ἐκείνων στερήσεσιν; ἐκεῖ γὰρ τὰ ἀγαθὰ πρώτως, ὧν μοῖρα καὶ εἰκών ἐστι καὶ τὸ ἐν ἡμῖν ἀγαθόν, οὗ ἡ στέρησις τὸ κακόν· ὥστε καὶ ἐκείνων, οἷς τὸ ἀγαθὸν ἐοικέναι φαμέν. καὶ τί δεῖ λέγειν, ὅπου καὶ τὸ ἐν σώμασι κακὸν οὐ τοῦ ἐν αὐτοῖς μόνον ἀγαθοῦ στέρησίς ἐστιν, ἀλλὰ καὶ πρὸ τούτου τοῦ ἐν ψυχαῖς; καὶ γὰρ τὸ ἐν σώμασιν ἀγαθὸν εἰκὼν τυγχάνον τοῦ ἐν ψυχαῖς. --- ἀλλ' ὅτι μὲν τὸ πάντῃ κακὸν στέρησις τῶν ἀγαθῶν καὶ ἔλλειψις, εἴρηται. 52 Ὄντι δὲ κατὰ τὴν ἑαυτοῦ φύσιν τοιούτῳ <ὥσπερ εἴπομεν>, πόθεν αὐτῷ ἡ πρὸς τὸ ἀγαθὸν ἐναντιότης λέγωμεν. ἔστι γὰρ καὶ τοῦτο στέ- ρησις, ἀλλ' οὐ παντελής· συνοῦσα γὰρ τῇ τοῦ ἀγαθοῦ ἕξει ἡ ταύτης στέρησις αὐτῇ μὲν τῇ ἑαυτῆς παρουσίᾳ ἀσθενῆ ἐκείνην ποιεῖ, αὐτὸ δὲ ἀπ' ἐκείνης δύναμιν προσλαμβάνει καὶ εἶδος. ἔνθεν τοι τῶν στερήσεων αἱ μὲν τῶν εἰδῶν, παντελεῖς οὖσαι στερήσεις, ἀπουσίαι μόνον εἰσὶ τῶν ἕξεων, οὐ μαχόμεναι πρὸς αὐτάς· αἱ δὲ τῶν ἀγαθῶν μάχονται πρὸς τὰς ἕξεις αὐτῶν καὶ ἐναντίαι πως ἐκείναις εἰσίν· οὐ γὰρ ἀδύναμοι πάντῃ καὶ ἀδρανεῖς εἰσὶ ταῖς ἐκείνων συνοῦσαι δυνάμεσι καὶ οἷον εἰς εἶδος καὶ ἐνέρ- γειαν παρ' ἐκείνων ἀγόμεναι. ὃ καὶ <Πλάτων εἰδὼς> τὴν ἀδικίαν αὐτὴν καθ' ἑαυτὴν ἀσθενῆ τε εἶναί <φησι> καὶ ἄπρακτον, δικαιοσύνης δὲ παρ- ουσίᾳ καὶ δύναμιν ἔχειν καὶ εἰς τὸ ἐνεργεῖν ἄγεσθαι, μὴ μένουσαν ἐν τῇ ἑαυτῆς φύσει--- ἐν ἀλλοτρίᾳ δὲ γεγονὸς δυνάμει τὸ κακὸν <ἐναντίον ἐστὶ τῷ ἀγαθῷ>, τῇ <ἐκείνου>