De malorum subsistentia

 φωνὴν ἀφείς--- δυοῖν τὰ ἕτερα δήπου λέγειν ἀναγκαῖον· ἢ μὴ εἶναι τὴν ἀρετὴν ἐναν- τίαν τῇ κακίᾳ, τὴν πᾶσαν τῇ ὅλῃ καὶ τὰς ἐν μέρει ταῖς ἀναλόγοις, ἢ τ

 ἀκολασίαν μᾶλλον καὶ ἧττον λέγομεν, ἢ τὸν ἶσον τρόπον ἀκόλαστοι καὶ ἄδικοι πάντες; οὐδαμῶς φήσομεν. τί δέ; οὐ καθὸ μᾶλλον καὶ ἧττον ἐστὶν ἡ ἀδικία, ὅσ

 κακὸν τοῦ πρωτίστου τῶν ἀγαθῶν ἀπόπτωσις ὂν καὶ οἷον ἔκβα- σις, εἰκότως καὶ τοῦ ὄντος ἐστέρηται· τί γὰρ ἂν τοῦ ἀγαθοῦ μετασχεῖν μὴ δυνάμενον εἰς τὰ ὄν

 κακόν· ἀλλ' ἀδύνατον· οὔτε γὰρ δύο τὰ πρῶτα· πόθεν γὰρ ὅλως, μονάδος οὐκ οὔσης; εἰ γὰρ ἑκάτερον τοῖν δυοῖν ἕν, δεῖ πρὸ ἀμφοῖν εἶναι τὸ ἕν, ᾧ ταῦτα ἓν

 ὕλης τὸ κακὸν οὐδ' ἐν τοῖς σώμασιν, ἐκ τούτων δῆλον· οὐ γάρ ἐστιν ἥ τε ὕλη καὶ τὸ πλημμελῶς κινούμενον ταὐτόν. ὅτι δὲ καὶ τὴν ὕλην οὐ τὸ πρώτως κακὸν

 ἐστι τὸ ἀμιγὲς οὐδὲ τὸ πρώτως κακόν. εἰ μὲν γὰρ τῷ ἀγαθῷ παντὶ τὸ κακὸν ὑπεναντίον ἦν, ἔδει, τοῦ ἀγαθοῦ πρὸ τοῦ ἐν ἄλλῳ καθ' ἑαυτὸ καὶ πρώτως ὄντος, κ

 --- 41 Πρὸς μὲν οὖν τοὺς λέγοντας μίαν πηγὴν τῶν κακῶν ἐξαρκεῖ τὰ εἰρημένα. θεοὶ γὰρ <πάντες καὶ> πηγαὶ πάντων τῶν ἀγαθῶν αἰτίαι, κακοῦ δὲ οὐδενὸς οὔτ

 προσονομάζομεν ἄθλιον ...· οὐκ ἄρα ὁ κακὸς ᾗ κακὸς ὁμοιοῦται τῷ νῷ ... <οὔτ' ἂν> ἐν τῷ νῷ παραδείγματα <εἴη τῶν κακῶν· πᾶσα> γὰρ εἰκὼν παραδείγματός ἐ

 γένεσιν· τὸ γὰρ ἄλλῳ κατὰ φύσιν, ἄλλῳ παρὰ φύσιν. παράδειγμα δέ, εἰ βούλει, καὶ τούτων ἔστω σοι αὐτὸ τὸ ἄθεον καὶ σκοτεινὸν <ὃ καὶ ὁ ἐν Θεαιτήτῳ [176e

 ὅπου γὰρ τὸ ἕν, ἅμα καὶ τὸ ἀγαθόν· <τὸ δὲ κακὸν> ---· ἀσυμμετρία γὰρ καὶ ἀναρμοστία καὶ ἐναντιότης ἐν τῷ πλήθει, ἐκ δὲ τούτων ἥ τε ἀσθένεια καὶ τὸ ἐνδ

 δυνάμει πρὸς τὸ μάχεσθαι χρώμενον· καὶ μᾶλλον μὲν δυνάμεως ἐνούσης μείζους αἱ ἐνέργειαι καὶ τὰ ἔργα τοῦ κακοῦ, ἧττον δὲ ἥττους. εἴ γε δὴ καὶ ἐν σώμασι

 ἐν τοῖς καθέκαστα καὶ τοῖς ἀτόμοις, ἐν οἷς δὴ καὶ ἡ τῆς δυνάμεως ἔλλειψις διὰ τὴν τοῦ εἶναι ὕφεσιν καὶ ἡ τῆς διαιρέ- σεως ἐπίδοσις, ἀμυδρουμένης τῆς ἑ

 φύσιν ὄντα μὴ ἐστὶ νόσοι· καὶ γὰρ τὰ τέρατα φύσεως ἐστὶν αἴσχη· <καὶ τούτων τὸ μὲν αἰσχρὸν> κατὰ φύσιν τὴν ὅλην ..., παρὰ φύσιν δὲ τὴν μερικήν· ἐν μὲν

δυνάμει πρὸς τὸ μάχεσθαι χρώμενον· καὶ μᾶλλον μὲν δυνάμεως ἐνούσης μείζους αἱ ἐνέργειαι καὶ τὰ ἔργα τοῦ κακοῦ, ἧττον δὲ ἥττους. εἴ γε δὴ καὶ ἐν σώμασι ταῖς τῆς φύσεως δυνάμεσιν ἅμα καὶ ἡ ἐν αὐτοῖς ἀπολήγει παρὰ φύσιν ἐνέργεια, καίτοι τοῦ παρὰ φύσιν τότε μᾶλλον ὄντος λυομένης πάντῃ τῆς τάξεως· ὥστε καὶ ἐν ψυχαῖς μείζονα μὲν ἔργα ἀπὸ τῆς ἐλάττονος κακίας, ἐλάττονα δὲ ἀπὸ τῆς μείζονος· μονουμένη γὰρ τοῦ ἐναντίου, κατὰ μὲν τὸ αἰσχρὸν αὐτῆς καὶ τὸ ἀνείδεον αὔξεται, κατὰ δὲ τὴν δύναμιν καὶ τὴν ἐνέργειαν ἐλαττουμένη ἀσθενὴς ἅμα καὶ ἀδρανής ἐστιν· οὐ γὰρ παρ' αὐτῆς ἡ δύναμις, ἵνα ἂν αὐξανομένης αὐτῆς καὶ ἡ δύναμις πρὸς τὸ μεῖζον αὔξῃ, ἀλλ' ἐκ τῆς παρουσίας τοῦ ἐναντίου --- τῇ δὲ ὑφέσει τῆς δυνάμεως ἀσθενέστερον ὂν πρὸς τὸ ποιεῖν, ἔστι μὲν κακὸν μεῖζον, ἐνεργεῖ δὲ ἧττον. 53 Εἰ δὲ ταῦτα ὀρθῶς λέγομεν, οὔτε ἐνεργεῖν τὸ κακὸν οὔτε δύνασθαι ῥητέον, ἀλλὰ τὸ ἐνεργεῖν αὐτῷ καὶ τὸ δύνασθαι παρὰ τοῦ ἐναντίου. καὶ γὰρ τὸ ἀγαθὸν ἀσθενὲς καὶ ἀδρανὲς γίνεται διὰ τὴν τοῦ κακοῦ μίξιν, καὶ τὸ κακὸν δυνάμεως καὶ ἐνεργείας μεταλαγχάνει διὰ τὴν τοῦ ἀγαθοῦ παρουσίαν· ἐν ἑνὶ γὰρ ἄμφω. καὶ ὥσπερ ἐν τοῖς σώμασιν ὕλη γίνεται τῷ ἐναντίῳ τὸ ἐναντίον, ὡς τοῦ μὲν κατὰ φύσιν δυναμοῦντος τὸ παρὰ φύσιν, --- τοῦ δὲ παρὰ φύσιν ἀσθενὲς ποιοῦντος τὸ κατὰ φύσιν, ---κωλυο- μένης τῆς τάξεως, ἐν ᾗ τὸ τῆς φύσεως εὖ· οὕτω δὴ καὶ ἐν ψυχαῖς τό τε κακὸν τοῦ ἀγαθοῦ κρατῆσαν χρῆται τῇ ἐκείνου δυνάμει πρὸς τὸ οἰκεῖον, τῇ τοῦ λόγου δυνάμει καὶ ταῖς εὑρέσεσιν κατὰ τῶν ἐπιθυμιῶν· καὶ μεταδίδωσιν ἀλλήλοις τῆς ἑαυτῶν φύσεως, τὸ μὲν δυνάμεως, τὸ δὲ ἀσθε- νείας, ἐπεὶ καὶ τὸ κακὸν καθ' ἑαυτὸ οὔτε ἐνεργεῖν πέφυκεν οὔτε δύ- νασθαι. πᾶσα γὰρ δύναμις ἀγαθόν, καὶ πᾶσα ἐνέργεια δυνάμεως ἐστὶν ἔκτασις. καὶ πῶς γὰρ ἂν ἔτι δύναμις εἴη, κακὸν οὖσα τοῖς ἔχουσιν αὐτήν, εἴπερ πάσης δυνάμεως ἔργον σώζειν τὸ ἔχον αὐτὴν καὶ ἐν ᾧ ἐστι, τὸ δὲ κακὸν διόλλυσιν ἕκαστον οὗ ἐστι κακόν; 54 Ἔστιν ἄρα τὸ κακὸν ἀδρανὲς καὶ ἀδύναμον καθ' αὑτό. εἰ δὲ καὶ ἀκούσιόν ἐστιν, <ὥς φησιν αὐτός>, καὶ ἀβούλητον, εἴη ἂν καὶ κατ' αὐτὸ στέρησις τῆς πρωτίστης τοῦ ἀγαθοῦ τριάδος, βουλήσεως, δυνάμεως, ἐνεργείας. τὸ μὲν γὰρ ἀγαθὸν καὶ βουλητόν ἐστι καὶ εὐδύναμον καὶ δραστήριον κατὰ τὴν ἑαυτοῦ φύσιν· τὸ δὲ κακὸν ἀβούλητον καὶ ἀσθενὲς καὶ ἀδρανές· οὔτε γὰρ βουλητόν τινι τὸ ἑκάστου φθαρτικόν, οὔτε δυνά- μεως φθείρειν τὸ ἔχον αὐτήν, οὔτε ἐνεργείας τὸ μὴ κατὰ δύναμιν ἔχειν τὴν ὑπόστασιν αὐτῆς. ἀλλ' ὥσπερ τῶν κακῶν ὀρέγονται φαινομένων αὐτοῖς ἀγαθῶν, καὶ ἔστι τὸ κακὸν τούτοις φαινόμενον βουλητόν-διὰ τὴν τοῦ ἀγαθοῦ μίξιν τοιοῦτον φαμέν-, οὕτω δὴ καὶ δύναμις ἐν τῷ κακῷ καὶ ποίησις φαινομένως ἐστί, ὅτι τὸ μὴ καθ' αὑτὸ μηδὲ ᾗ κακόν--- οὔτε γὰρ στέρησις τὸ ποιεῖν τι δυνάμενον ἢ ὅλως δυνάμενον, οὔτε ἐναντίον τὸ καθ' αὑτὸ μήτε δύναμιν μήτε ἐνέργειαν ἔχον· ἀλλ' οὑτωσί πως ὑπ- εναντίον [Pl. Theaet. 176a] αὐτὸ <ὀνομάζειν>, ὃ καθ' ἑαυτὸ μέν ἐστι στέρησις· ὅτι δὲ οὐ παντελής ἐστι στέρησις, ἀλλ' ὁμοῦ τῇ ἕξει μεταλαμ- βάνον δυνάμεως ἐκεῖθεν καὶ τοῦ ἐνεργεῖν, εἰς τὴν τῆς ἐναντιώσεως μοῖραν καθίσταται, καὶ οὔτε στέρησις ἐστὶ παντελὴς οὔτε ἐναντίον, ἀλλ' ὑπεναν- τίον τῷ ἀγαθῷ, --- Τί μὲν οὖν ἐστὶ τὸ κακὸν καὶ ἥντινα ἔλαχε φύσιν καὶ πῶς ἐστὶ καὶ πόθεν, διὰ τούτων δῆλον. 55 Πόσαι δὲ αὐτοῦ διαφοραὶ καὶ τίνες, <μετὰ ταῦτα> λεκτέον. εἴρηται μὲν οὖν καὶ πρότερον ὅτι κακὸν ἄλλο μέν ἐστιν ἐν ψυχαῖς. <ἄλλο δὲ ἐν σώμασι>---. λεγέσθω δὲ καὶ νῦν ὅτι τρία ταῦτα ἐστὶν ἐν οἷς τὸ κακόν, ψυχὴ <μερικὴ καὶ ψυχῆς εἴδωλον> καὶ σῶμα .... εἴπερ οὖν τῇ μὲν ἄνω ψυχῇ τὸ ἀγαθὸν κατὰ νοῦν ..., τῇ δὲ <ἀλόγῳ> κατὰ λόγον ..., τῷ δὲ αὖ σώματι κατὰ φύσιν- αὕτη γὰρ αὐτῷ ἀρχὴ κινήσεως καὶ ἠρεμίας-. ἀνάγκη δήπου τὸ κακὸν τῇ μὲν παρὰ νοῦν εἶναι ὡς τῷ κατὰ νοῦν ὑπεναντίον, τῇ δὲ παρὰ λόγον, ᾗ τὸ εὖ κατὰ λόγον, τῷ δὲ παρὰ φύσιν <...>· καὶ τρία ταῦτα τῶν κακῶν εἴδη τρισὶν ἐγγινόμενα φύσεσιν ἀσθενεῖν δυναμέναις διὰ τὴν εἰς τὸ μερικὸν τῆς οὐσίας ὕφεσιν. τὰ μὲν γὰρ ὅλα, καθάπερ εἴρηται πολλάκις, τὸ αὐτῶν ἀγαθὸν ἔχει ἀεί· τὸ δὲ κακὸν ἐνταῦθα, λέγω δὲ