De malorum subsistentia

 φωνὴν ἀφείς--- δυοῖν τὰ ἕτερα δήπου λέγειν ἀναγκαῖον· ἢ μὴ εἶναι τὴν ἀρετὴν ἐναν- τίαν τῇ κακίᾳ, τὴν πᾶσαν τῇ ὅλῃ καὶ τὰς ἐν μέρει ταῖς ἀναλόγοις, ἢ τ

 ἀκολασίαν μᾶλλον καὶ ἧττον λέγομεν, ἢ τὸν ἶσον τρόπον ἀκόλαστοι καὶ ἄδικοι πάντες; οὐδαμῶς φήσομεν. τί δέ; οὐ καθὸ μᾶλλον καὶ ἧττον ἐστὶν ἡ ἀδικία, ὅσ

 κακὸν τοῦ πρωτίστου τῶν ἀγαθῶν ἀπόπτωσις ὂν καὶ οἷον ἔκβα- σις, εἰκότως καὶ τοῦ ὄντος ἐστέρηται· τί γὰρ ἂν τοῦ ἀγαθοῦ μετασχεῖν μὴ δυνάμενον εἰς τὰ ὄν

 κακόν· ἀλλ' ἀδύνατον· οὔτε γὰρ δύο τὰ πρῶτα· πόθεν γὰρ ὅλως, μονάδος οὐκ οὔσης; εἰ γὰρ ἑκάτερον τοῖν δυοῖν ἕν, δεῖ πρὸ ἀμφοῖν εἶναι τὸ ἕν, ᾧ ταῦτα ἓν

 ὕλης τὸ κακὸν οὐδ' ἐν τοῖς σώμασιν, ἐκ τούτων δῆλον· οὐ γάρ ἐστιν ἥ τε ὕλη καὶ τὸ πλημμελῶς κινούμενον ταὐτόν. ὅτι δὲ καὶ τὴν ὕλην οὐ τὸ πρώτως κακὸν

 ἐστι τὸ ἀμιγὲς οὐδὲ τὸ πρώτως κακόν. εἰ μὲν γὰρ τῷ ἀγαθῷ παντὶ τὸ κακὸν ὑπεναντίον ἦν, ἔδει, τοῦ ἀγαθοῦ πρὸ τοῦ ἐν ἄλλῳ καθ' ἑαυτὸ καὶ πρώτως ὄντος, κ

 --- 41 Πρὸς μὲν οὖν τοὺς λέγοντας μίαν πηγὴν τῶν κακῶν ἐξαρκεῖ τὰ εἰρημένα. θεοὶ γὰρ <πάντες καὶ> πηγαὶ πάντων τῶν ἀγαθῶν αἰτίαι, κακοῦ δὲ οὐδενὸς οὔτ

 προσονομάζομεν ἄθλιον ...· οὐκ ἄρα ὁ κακὸς ᾗ κακὸς ὁμοιοῦται τῷ νῷ ... <οὔτ' ἂν> ἐν τῷ νῷ παραδείγματα <εἴη τῶν κακῶν· πᾶσα> γὰρ εἰκὼν παραδείγματός ἐ

 γένεσιν· τὸ γὰρ ἄλλῳ κατὰ φύσιν, ἄλλῳ παρὰ φύσιν. παράδειγμα δέ, εἰ βούλει, καὶ τούτων ἔστω σοι αὐτὸ τὸ ἄθεον καὶ σκοτεινὸν <ὃ καὶ ὁ ἐν Θεαιτήτῳ [176e

 ὅπου γὰρ τὸ ἕν, ἅμα καὶ τὸ ἀγαθόν· <τὸ δὲ κακὸν> ---· ἀσυμμετρία γὰρ καὶ ἀναρμοστία καὶ ἐναντιότης ἐν τῷ πλήθει, ἐκ δὲ τούτων ἥ τε ἀσθένεια καὶ τὸ ἐνδ

 δυνάμει πρὸς τὸ μάχεσθαι χρώμενον· καὶ μᾶλλον μὲν δυνάμεως ἐνούσης μείζους αἱ ἐνέργειαι καὶ τὰ ἔργα τοῦ κακοῦ, ἧττον δὲ ἥττους. εἴ γε δὴ καὶ ἐν σώμασι

 ἐν τοῖς καθέκαστα καὶ τοῖς ἀτόμοις, ἐν οἷς δὴ καὶ ἡ τῆς δυνάμεως ἔλλειψις διὰ τὴν τοῦ εἶναι ὕφεσιν καὶ ἡ τῆς διαιρέ- σεως ἐπίδοσις, ἀμυδρουμένης τῆς ἑ

 φύσιν ὄντα μὴ ἐστὶ νόσοι· καὶ γὰρ τὰ τέρατα φύσεως ἐστὶν αἴσχη· <καὶ τούτων τὸ μὲν αἰσχρὸν> κατὰ φύσιν τὴν ὅλην ..., παρὰ φύσιν δὲ τὴν μερικήν· ἐν μὲν

κακὸν τοῦ πρωτίστου τῶν ἀγαθῶν ἀπόπτωσις ὂν καὶ οἷον ἔκβα- σις, εἰκότως καὶ τοῦ ὄντος ἐστέρηται· τί γὰρ ἂν τοῦ ἀγαθοῦ μετασχεῖν μὴ δυνάμενον εἰς τὰ ὄντα πάροδον ἔχοι; τὸ δὲ οὐ πάντῃ κακόν, ὑπεναν- τίον [Pl. Theaet. 176a] μὲν ὂν ἀγαθῷ τινὶ καὶ οὐ παντί, τάττεται δὲ καὶ ἀγαθύνεται διὰ τὴν τῶν ὅλων ἀγαθῶν ὑπερβολήν· καὶ τοῖς μέν ἐστι κακὸν οἷς ἠναντίωται, τῶν δὲ ὡς ἀγαθῶν ἐξήρτηται· μάχεσθαι γὰρ ἐκείνοις οὐ δεῖ, ἀλλ' ἕπεσθαι πάντα κατὰ δίκην ἢ μηδὲ εἶναι τὸ παράπαν. 10 <Ὀρθῶς ἄρα> Πλάτων ἐν μὲν τῷ Τιμαίῳ κατὰ τὴν δημιουργικὴν βούλησιν ἀγαθὰ μὲν πάντα, φαῦλον δὲ μηδὲν εἶναι φησίν [Tim. 30a 2-3]· ἐν δὲ τοῖς πρὸς τὸν γεωμέτρην λόγοις οὔτ' ἀπολέσθαι φησὶν τὰ κακά, ἀλλ' ἐξ ἀνάγκης [Theaet. 176a] <ἐν τοῖς οὖσι γεγονέναι προτείνει. τὰ γὰρ πάντα ἀγαθύνεται τῇ βουλήσει τοῦ πατρὸς> καὶ οὐδὲν πρὸς τὴν ἐκείνου δημιουργίαν κακόν, οὔτε τῶν ὄντων οὔτε τῶν γινο- μένων. --- ἐπεὶ καὶ τὸ σκότος τὸ μὲν ἀμιγὲς πάντῃ ... καὶ φωτὸς ἄμοιρον οὐκ ἔστι, τὸ δὲ ἐν τῷ φωτὶ γενόμενον καὶ ὑπ' αὐτοῦ ὁριζόμενον <πανταχοῦ> τῶν ὄντων ἐστίν. --- πάντα οὖν ἀγαθὰ τῷ πάντων πατρί, καὶ ἔστι τὸ κακὸν ἐν τοῖς μὴ πάντῃ κατὰ τὸ ἀγαθὸν ἑστάναι δυναμένοις. --- Πῶς μὲν οὖν ἐστι καὶ πῶς οὐκ ἔστι τὸ κακὸν ἐκ τούτων δῆλον. πάντες γὰρ οἵ τε πάντα λέγοντες ἀγαθὰ καὶ οἱ μή, πῇ μὲν ὀρθῶς λέγουσι, πῇ δὲ οὐκ ὀρθῶς. καὶ γὰρ ὅτι πάντα τὰ ὄντα ἐστίν, ἀληθές· ἀλλὰ καὶ τὸ μὴ ὂν ἔστι τῷ ὄντι συμπεπλεγμένον. πάντα οὖν ἀγαθὰ τῷ μηδὲν εἶναι κακὸν ἀκόσμητον καὶ ἀμιγές· καὶ τὸ κακόν ἐστιν, οἷς δὴ καὶ ἔστι κακόν· ἔστι δὲ ὧν ἡ φύσις ἀμιγῶς ἐν τῷ ἀγαθῷ μένειν οὐ πέφυκεν. 11 Ἐν τίσι δὲ τῶν ὄντων τὸ κακὸν καὶ ὅπως ὑπέστη καὶ πόθεν, ἑπόμενον ἂν εἴη μετὰ ταῦτα θεωρῆσαι, διότι τῶν ὄντων ἡμῖν ἐφάνη καὶ ἡ τούτου φύσις. ἄνωθεν οὖν ἀρκτέον καὶ θεατέον, εἴ πως δυνάμεθα, ποῦ τὸ κακόν. 30 --- ῥητέον καὶ περὶ τῆς ὕλης, εἴτε ἔστι κακόν, εἴτε καὶ μή. συμβεβηκέναι μὲν γὰρ αὐτῇ τὸ κακὸν οὐδαμῶς δυνατόν, ὅτι καθ' ἑαυτὴν ἄποιός ἐστι καὶ ἀνείδεος καὶ ὑποκείμενον, ἀλλ' οὐκ ἐν ὑποκειμένῳ, καὶ ἁπλοῦν, ἀλλ' οὐκ ἄλλο ἐν ἄλλῳ. εἰ δὲ ἔστιν ὅλως κακόν, ὥς τινές φασι, κατ' οὐσίαν ἐστὶ κακόν, ᾗ καὶ λέγουσιν ἐκεῖνοι, τὴν ὕλην τὸ πρώτως κακὸν καὶ <ὃ στυγέουσι θεοί περ [Hom. Y 65] ποιοῦντες>. τί γὰρ ἄλλο ἐστὶ τὸ κακὸν ἢ ἀμετρία καὶ ἀοριστία καὶ πάντα ὅσα τοῦ ἀγαθοῦ στερήσεις; τὸ γὰρ ἀγαθὸν μέτρον ἐστὶ πάντων καὶ ὅρος καὶ πέρας καὶ τελειότης· ὥστε τὸ κακὸν ἀμετρία καὶ αὐτοάπειρον καὶ ἀτελὲς καὶ ἀόριστον. ταῦτα δὲ πάντα ἐν ὕλῃ καὶ πρώτως, οὐκ ἄλλα ὄντα παρ' ἐκείνην, ἀλλ' ἐκείνη καὶ ὅ ἐστιν αὐτῆς τὸ εἶναι. τὸ ἄρα πρώτως κακὸν καὶ ἡ τοῦ κακοῦ φύσις καὶ τὸ πάντων ἔσχατον ἡ ὕλη. εἰ δὲ καὶ ἀγαθὸν διττόν ἐστι, τὸ μὲν αὐτοαγαθὸν καὶ οὐδὲν ἄλλο ἢ ἀγαθόν, <τὸ δὲ ἐν ἄλλῳ καὶ ἀγαθόν τι καὶ οὐ πρώτως ἀγαθόν, ἔσται καὶ τὸ κακὸν διττόν, τὸ μὲν οἷον αὐτὸ καὶ πρώτως κακὸν καὶ οὐδὲν ἄλλο ἢ> κακόν, τὸ δὲ ἐν ἄλλῳ καὶ κακόν τι καὶ δι' ἐκεῖνο κακὸν καὶ ἐκείνου μεταλήψει ἢ ὁμοιώσει κακόν. καὶ ὥσπερ τὸ αὐτοαγαθὸν πρῶτον, οὕτω καὶ τὸ αὐτοκακὸν ἔσχατον τῶν ὄντων· οὔτε γὰρ τοῦ ἀγα- θοῦ κρεῖττον οὔτε τοῦ κακοῦ χεῖρον εἶναι δυνατὸν οὐδέν· καὶ γὰρ τὰ ἄλλα πάντα διὰ ταῦτα κρείττω τὶ καὶ χείρω φαμέν. τὸ δὲ τῶν ὄντων ἔσχατον, ὕλη· πάντα γὰρ τὰ ἄλλα ποιεῖν ἢ πάσχειν πέφυκεν· ἡ δὲ οὐδέτερον, τῆς ἀμφοῖν ἐστερημένη δυνάμεως. τὸ ἄρα αὐτοκακὸν καὶ τὸ πρώτως κακὸν ἡ ὕλη. 31 Εἰ δὲ καὶ ἐν σώμασι τὸ παρὰ φύσιν ὕλης κρατούσης, ὡς εἴρηται, καὶ ἐν ψυχαῖς τὸ κακὸν καὶ ἡ ἀσθένεια ... τῷ μεθυσθῆναι τῆς περὶ αὐτὴν ἀοριστίας ὁμοιουμέναις πρὸς αὐτήν, τί ταύτην ἀφέντες αἰτιᾶσθαι ἄλλην ἐπιζητοῦμεν ἀρχὴν τῶν κακῶν καὶ πηγὴν τῆς τούτων ὑποστάσεως; <ἀλλ' εἰ> κακὸν ἡ ὕλη ..., δυοῖν θάτερον ἀνάγκη, ἢ τὸ ἀγαθὸν τοῦ κακοῦ ποιεῖν αἴτιον, ἢ δύο τῶν ὄντων ἀρχάς. ἀνάγκη μὲν γὰρ πᾶν τὸ ὁπωσοῦν ὑφεστὼς ἢ ἀρχὴν εἶναι τῶν ὅλων ἢ ἐξ ἀρχῆς· τὴν δὲ ὕλην ἐξ ἀρχῆς μὲν οὖσαν, ἀπὸ τοῦ ἀγαθοῦ καὶ αὐτὴν ἔχειν τὴν εἰς τὸ εἶναι πάρ- οδον, ἀρχὴν δὲ οὖσαν, δύο τῶν ὄντων ἡμῖν ὑποβάλλειν ἀρχὰς μαχο- μένας ἀλλήλαις, τό τε πρώτως ἀγαθὸν καὶ τὸ πρώτως