De malorum subsistentia

 φωνὴν ἀφείς--- δυοῖν τὰ ἕτερα δήπου λέγειν ἀναγκαῖον· ἢ μὴ εἶναι τὴν ἀρετὴν ἐναν- τίαν τῇ κακίᾳ, τὴν πᾶσαν τῇ ὅλῃ καὶ τὰς ἐν μέρει ταῖς ἀναλόγοις, ἢ τ

 ἀκολασίαν μᾶλλον καὶ ἧττον λέγομεν, ἢ τὸν ἶσον τρόπον ἀκόλαστοι καὶ ἄδικοι πάντες; οὐδαμῶς φήσομεν. τί δέ; οὐ καθὸ μᾶλλον καὶ ἧττον ἐστὶν ἡ ἀδικία, ὅσ

 κακὸν τοῦ πρωτίστου τῶν ἀγαθῶν ἀπόπτωσις ὂν καὶ οἷον ἔκβα- σις, εἰκότως καὶ τοῦ ὄντος ἐστέρηται· τί γὰρ ἂν τοῦ ἀγαθοῦ μετασχεῖν μὴ δυνάμενον εἰς τὰ ὄν

 κακόν· ἀλλ' ἀδύνατον· οὔτε γὰρ δύο τὰ πρῶτα· πόθεν γὰρ ὅλως, μονάδος οὐκ οὔσης; εἰ γὰρ ἑκάτερον τοῖν δυοῖν ἕν, δεῖ πρὸ ἀμφοῖν εἶναι τὸ ἕν, ᾧ ταῦτα ἓν

 ὕλης τὸ κακὸν οὐδ' ἐν τοῖς σώμασιν, ἐκ τούτων δῆλον· οὐ γάρ ἐστιν ἥ τε ὕλη καὶ τὸ πλημμελῶς κινούμενον ταὐτόν. ὅτι δὲ καὶ τὴν ὕλην οὐ τὸ πρώτως κακὸν

 ἐστι τὸ ἀμιγὲς οὐδὲ τὸ πρώτως κακόν. εἰ μὲν γὰρ τῷ ἀγαθῷ παντὶ τὸ κακὸν ὑπεναντίον ἦν, ἔδει, τοῦ ἀγαθοῦ πρὸ τοῦ ἐν ἄλλῳ καθ' ἑαυτὸ καὶ πρώτως ὄντος, κ

 --- 41 Πρὸς μὲν οὖν τοὺς λέγοντας μίαν πηγὴν τῶν κακῶν ἐξαρκεῖ τὰ εἰρημένα. θεοὶ γὰρ <πάντες καὶ> πηγαὶ πάντων τῶν ἀγαθῶν αἰτίαι, κακοῦ δὲ οὐδενὸς οὔτ

 προσονομάζομεν ἄθλιον ...· οὐκ ἄρα ὁ κακὸς ᾗ κακὸς ὁμοιοῦται τῷ νῷ ... <οὔτ' ἂν> ἐν τῷ νῷ παραδείγματα <εἴη τῶν κακῶν· πᾶσα> γὰρ εἰκὼν παραδείγματός ἐ

 γένεσιν· τὸ γὰρ ἄλλῳ κατὰ φύσιν, ἄλλῳ παρὰ φύσιν. παράδειγμα δέ, εἰ βούλει, καὶ τούτων ἔστω σοι αὐτὸ τὸ ἄθεον καὶ σκοτεινὸν <ὃ καὶ ὁ ἐν Θεαιτήτῳ [176e

 ὅπου γὰρ τὸ ἕν, ἅμα καὶ τὸ ἀγαθόν· <τὸ δὲ κακὸν> ---· ἀσυμμετρία γὰρ καὶ ἀναρμοστία καὶ ἐναντιότης ἐν τῷ πλήθει, ἐκ δὲ τούτων ἥ τε ἀσθένεια καὶ τὸ ἐνδ

 δυνάμει πρὸς τὸ μάχεσθαι χρώμενον· καὶ μᾶλλον μὲν δυνάμεως ἐνούσης μείζους αἱ ἐνέργειαι καὶ τὰ ἔργα τοῦ κακοῦ, ἧττον δὲ ἥττους. εἴ γε δὴ καὶ ἐν σώμασι

 ἐν τοῖς καθέκαστα καὶ τοῖς ἀτόμοις, ἐν οἷς δὴ καὶ ἡ τῆς δυνάμεως ἔλλειψις διὰ τὴν τοῦ εἶναι ὕφεσιν καὶ ἡ τῆς διαιρέ- σεως ἐπίδοσις, ἀμυδρουμένης τῆς ἑ

 φύσιν ὄντα μὴ ἐστὶ νόσοι· καὶ γὰρ τὰ τέρατα φύσεως ἐστὶν αἴσχη· <καὶ τούτων τὸ μὲν αἰσχρὸν> κατὰ φύσιν τὴν ὅλην ..., παρὰ φύσιν δὲ τὴν μερικήν· ἐν μὲν

φωνὴν ἀφείς--- δυοῖν τὰ ἕτερα δήπου λέγειν ἀναγκαῖον· ἢ μὴ εἶναι τὴν ἀρετὴν ἐναν- τίαν τῇ κακίᾳ, τὴν πᾶσαν τῇ ὅλῃ καὶ τὰς ἐν μέρει ταῖς ἀναλόγοις, ἢ τὸ τῷ ἀγαθῷ μαχόμενον μὴ πάντως εἶναι κακόν. καίτοι τί τούτων ἑκατέρου γένοιτ' ἂν <παραδοξότερον ἢ> πρὸς τὴν φύσιν τῶν πραγμάτων ἀναρ- μοστότερον; αἱ γὰρ κακίαι μάχονται ταῖς ἀρεταῖς· καὶ δῆλον ὡς μάχονται ἐκ τε τῆς ἄλλης ἀνθρωπίνης ζωῆς, καθ' ἣν οἱ μὲν ἄδικοι τοῖς δικαίοις, οἱ δ' ἀκόλαστοι τοῖς σώφροσιν ἠναντίωνται, κἀκ τῆς ἐν αὐταῖς, εἰ βούλει, ταῖς ψυχαῖς διαστάσεως· οἷον ὅταν ἐν τοῖς ἀτελέσιν ἄγῃ μὲν ὁ λόγος ἑτέραν, βιάζηται δὲ τὸ πάθος, μαχομένων δὲ ἀμφοῖν ἡττᾶται μὲν τὸ κρεῖττον ὑπὸ τοῦ χείρονος· τί γὰρ ἄλλο ἐν τούτοις ἐστὶν ἢ τὸ σῶφρον τῆς ψυχῆς στασιάζον πρὸς τὸ ἀκόλαστον ἦθος; --- <τί δὲ ἐν> τοῖς ἄλλοις κακοῖς, ἐν οἷς στασιαζούσης τῆς ψυχῆς αἰσθανόμεθα; <ὅλως> γὰρ αἱ φαινόμεναι τῶν κακῶν πρὸς τοὺς ἀγαθοὺς ἐναντιώσεις πολλῷ πρό- τερον ἐν αὐταῖς εἰσὶν ἀφανῶς ταῖς ψυχαῖς· καὶ αὕτη τῆς ψυχῆς ἀμαθία ἐσχά- τη καὶ νόσος, ὅταν τὸ ἐν ἡμῖν κρεῖττον <καὶ οἱ ἐν αὐτῷ λόγοι ἀγαθοὶ ἐνυπάρ- χοντες> κρατῶνται ὑπὸ τῶν γηγενῶν καὶ ἀτίμων παθῶν. --- εἰ δ' ἐναντίαι μέν, ὥσπερ εἴπομεν, ταῖς ἀρεταῖς αἱ κακίαι, τῷ δ' ἀγαθῷ ἐναντίον <πάντῃ> τὸ κακόν-οὐ γὰρ αὐτὴ πρὸς ἑαυτὴν ἡ φύσις τοῦ ἀγαθοῦ πέφυκε στασιάζειν, ἀλλ' ὡς ἀπὸ μιᾶς ἑνάδος καὶ ἑνὸς αἰτίου ἔκγονος <οὖσα>, ὁμοιότητί τε καὶ ἑνότητι καὶ φιλίᾳ ἔχεται <πρὸς αὐτήν>, τά τε μείζω τῶν ἀγαθῶν σωστικὰ τῶν ἐλαττόνων εἰσί, καὶ τὰ ἐλάττω κοσμεῖται παρὰ τῶν τελειοτέρων· ἀνάγκη δήπου τὰς κακίας οὐ λόγῳ μόνον εἶναι κακίας, ἀλλ' ὄντως κακὸν <ἑκάστην>· καὶ οὐκ ἔλαττον ἀγαθόν· οὐδαμοῦ γὰρ ἐναντίον τῷ μείζονι ἀγαθῷ τὸ ἔλαττον, ὥσπερ οὐδὲ τῷ μείζονι θερμῷ τὸ ἧττον, οὐδὲ τῷ μᾶλλον ψυχρῷ τὸ ἔλαττον. εἰ δὲ αἱ ψυχῆς κακίαι τῆς τοῦ κακοῦ φύσεως ὁμολογοῖντο, δεδειγμένον ἂν εἴη τὸ κακὸν εἰς τὰ ὄντα τελοῦν. 5 <Καὶ οὐ ταύτῃ μόνον, ἀλλὰ καὶ> ὅτι τὸ κακόν ἐστι τὸ ἑκάστου φθαρ- τικόν· ---καὶ τὸ ἑκάστου ἀγαθὸν τὸ ἑκάστου ἐστὶ σωστικόν, <διὸ καὶ> τοῦ ἀγαθοῦ πᾶσιν ἡ ἔφεσις· τὸ γὰρ εἶναι καὶ σώζεσθαι πᾶσιν <ἐκεῖθεν, ὥσπερ αὖ> τὸ μὴ εἶναι καὶ φθείρεσθαι διὰ τὴν τοῦ κακοῦ φύσιν. ἀνάγκη οὖν ἢ τὸ κακὸν εἶναι, ἢ μηδὲν εἶναι μηδενὸς φθαρτικόν· --- φθαρτικῶν γὰρ μὴ ὄντων, μηδὲ φθορὰν εἶναι δυνατόν· φθορᾶς δὲ μὴ οὔσης, οὐδὲ γένεσιν, ἐπειδὴ πᾶσα γένεσις δι' ἄλλου γίνεται φθορᾶς· γενέσεως δὲ οὐκ οὔσης, ἀτελὴς ὁ σύμπας ἔσται κόσμος· θνητὰ γὰρ ἐν αὑτῷ γένη ζώων οὐχ ἕξει, δεῖ δέ, εἰ μέλλει τέλεος ἱκανῶς εἶναι, <φησὶν ὁ Τίμαιος> [Pl. Tim. 41bƒc]. <εἰ ἄρα δεῖ τὸν κόσμον εὐδαίμονα θεὸν [ib. 34b 8] εἶναι, δεῖ τὴν ὁμοιότητα τὴν πρὸς τὸ παντελὲς ζῶον [cf. ib. 31b 1] αὐτὸν τελείως σῴζειν· εἰ τοῦτο, δεῖ καὶ τὰ θνητὰ γένη [ib. 41b 7] συμπληροῦν τὸ πᾶν· εἰ τοῦτο>, δεῖ καὶ γένεσιν εἶναι <καὶ φθοράν>· εἰ δὲ τοῦτο, δεῖ καὶ τὰ φθαρτικὰ τῶν ὄντων εἶναι καὶ τὰ γεννητικά, τὰ μὲν ἄλλων, τὰ δὲ ἄλλων· οὔτε γὰρ ἡ γένεσις οὔτε ἡ φθορὰ πᾶσιν ἐκ τῶν αὐτῶν. φθαρτικῶν δὲ ὄντων, ἃ ἐγγενόμενα τοῖς λαχοῦσι γένεσιν φθείρει τὴν ἐκείνων δύναμιν, δεῖ εἶναι καὶ τὸ κακόν. τοῦτο γὰρ ἦν τὸ κακόν, τὸ φθαρτικὸν ἑκάστου τῶν γεννητῶν, ἐν ᾧ πρώτως ἐστὶ καθ' αὑτό. καὶ γὰρ ψυχῆς μὲν ἄλλα φθαρτικά, σώματος δὲ ἄλλα, καὶ τὸ φθειρόμενον ἄλλο· καὶ οὐχ ὁ αὐτὸς τρόπος τῆς φθορᾶς, ἀλλ' οὗ μὲν οὐσιώδης, οὗ δὲ ζωτικός; καὶ οὗ μὲν τῆς οὐσίας ἀγομένης εἴς τε τὸ μὴ εἶναι καὶ τὴν φθοράν, οὗ δὲ τῆς ζωῆς ἀπὸ τοῦ ὄντος ὅλως φευγούσης ἐπ' ἄλλο μὴ ὄν. ὁ αὐτὸς ἄρα λόγος τόν τε σύμπαντα κόσμον τέλειον ἡμῖν διασώσεται, καὶ τὸ κακὸν ἐν τοῖς οὖσι θήσεται· ὥστε οὐ μόνον τὸ κακὸν ἔσται διὰ τὸ ἀγαθόν, ἀλλὰ καὶ ἀγαθὸν ἔσται αὐτῷ τῷ εἶναι. τοῦτο δὴ τὸ παρα- δοξότατον, ὃ καὶ ἀπὸ τῶν ἑξῆς ἔσται γνωριμώτερον. 6 -- - πᾶν τὸ ἀγαθὸν ὅσον ἐπιδέχεται τὴν τοῦ μᾶλλον καὶ ἧττον διαφοράν, κατὰ μὲν τὸ μᾶλλον τελεώτερον ἐστὶ καὶ τῆς ἑαυτοῦ πηγῆς ἐγγυτέρω καθίσταται, κατὰ δὲ αὖ τὸ ἧττον ἀμυδρούμενόν τε καὶ ἀτελέστερον διὰ τὴν ἔλλειψιν γινόμενον, ἀφίσταται πρὸς τὸ κάτω τῆς <αὑτοῦ ἑνάδος>. --- ἆρ' οὖν οὐχὶ καὶ τὴν ἀδικίαν αὐτὴν καὶ τὴν