De malorum subsistentia

 φωνὴν ἀφείς--- δυοῖν τὰ ἕτερα δήπου λέγειν ἀναγκαῖον· ἢ μὴ εἶναι τὴν ἀρετὴν ἐναν- τίαν τῇ κακίᾳ, τὴν πᾶσαν τῇ ὅλῃ καὶ τὰς ἐν μέρει ταῖς ἀναλόγοις, ἢ τ

 ἀκολασίαν μᾶλλον καὶ ἧττον λέγομεν, ἢ τὸν ἶσον τρόπον ἀκόλαστοι καὶ ἄδικοι πάντες; οὐδαμῶς φήσομεν. τί δέ; οὐ καθὸ μᾶλλον καὶ ἧττον ἐστὶν ἡ ἀδικία, ὅσ

 κακὸν τοῦ πρωτίστου τῶν ἀγαθῶν ἀπόπτωσις ὂν καὶ οἷον ἔκβα- σις, εἰκότως καὶ τοῦ ὄντος ἐστέρηται· τί γὰρ ἂν τοῦ ἀγαθοῦ μετασχεῖν μὴ δυνάμενον εἰς τὰ ὄν

 κακόν· ἀλλ' ἀδύνατον· οὔτε γὰρ δύο τὰ πρῶτα· πόθεν γὰρ ὅλως, μονάδος οὐκ οὔσης; εἰ γὰρ ἑκάτερον τοῖν δυοῖν ἕν, δεῖ πρὸ ἀμφοῖν εἶναι τὸ ἕν, ᾧ ταῦτα ἓν

 ὕλης τὸ κακὸν οὐδ' ἐν τοῖς σώμασιν, ἐκ τούτων δῆλον· οὐ γάρ ἐστιν ἥ τε ὕλη καὶ τὸ πλημμελῶς κινούμενον ταὐτόν. ὅτι δὲ καὶ τὴν ὕλην οὐ τὸ πρώτως κακὸν

 ἐστι τὸ ἀμιγὲς οὐδὲ τὸ πρώτως κακόν. εἰ μὲν γὰρ τῷ ἀγαθῷ παντὶ τὸ κακὸν ὑπεναντίον ἦν, ἔδει, τοῦ ἀγαθοῦ πρὸ τοῦ ἐν ἄλλῳ καθ' ἑαυτὸ καὶ πρώτως ὄντος, κ

 --- 41 Πρὸς μὲν οὖν τοὺς λέγοντας μίαν πηγὴν τῶν κακῶν ἐξαρκεῖ τὰ εἰρημένα. θεοὶ γὰρ <πάντες καὶ> πηγαὶ πάντων τῶν ἀγαθῶν αἰτίαι, κακοῦ δὲ οὐδενὸς οὔτ

 προσονομάζομεν ἄθλιον ...· οὐκ ἄρα ὁ κακὸς ᾗ κακὸς ὁμοιοῦται τῷ νῷ ... <οὔτ' ἂν> ἐν τῷ νῷ παραδείγματα <εἴη τῶν κακῶν· πᾶσα> γὰρ εἰκὼν παραδείγματός ἐ

 γένεσιν· τὸ γὰρ ἄλλῳ κατὰ φύσιν, ἄλλῳ παρὰ φύσιν. παράδειγμα δέ, εἰ βούλει, καὶ τούτων ἔστω σοι αὐτὸ τὸ ἄθεον καὶ σκοτεινὸν <ὃ καὶ ὁ ἐν Θεαιτήτῳ [176e

 ὅπου γὰρ τὸ ἕν, ἅμα καὶ τὸ ἀγαθόν· <τὸ δὲ κακὸν> ---· ἀσυμμετρία γὰρ καὶ ἀναρμοστία καὶ ἐναντιότης ἐν τῷ πλήθει, ἐκ δὲ τούτων ἥ τε ἀσθένεια καὶ τὸ ἐνδ

 δυνάμει πρὸς τὸ μάχεσθαι χρώμενον· καὶ μᾶλλον μὲν δυνάμεως ἐνούσης μείζους αἱ ἐνέργειαι καὶ τὰ ἔργα τοῦ κακοῦ, ἧττον δὲ ἥττους. εἴ γε δὴ καὶ ἐν σώμασι

 ἐν τοῖς καθέκαστα καὶ τοῖς ἀτόμοις, ἐν οἷς δὴ καὶ ἡ τῆς δυνάμεως ἔλλειψις διὰ τὴν τοῦ εἶναι ὕφεσιν καὶ ἡ τῆς διαιρέ- σεως ἐπίδοσις, ἀμυδρουμένης τῆς ἑ

 φύσιν ὄντα μὴ ἐστὶ νόσοι· καὶ γὰρ τὰ τέρατα φύσεως ἐστὶν αἴσχη· <καὶ τούτων τὸ μὲν αἰσχρὸν> κατὰ φύσιν τὴν ὅλην ..., παρὰ φύσιν δὲ τὴν μερικήν· ἐν μὲν

κακόν· ἀλλ' ἀδύνατον· οὔτε γὰρ δύο τὰ πρῶτα· πόθεν γὰρ ὅλως, μονάδος οὐκ οὔσης; εἰ γὰρ ἑκάτερον τοῖν δυοῖν ἕν, δεῖ πρὸ ἀμφοῖν εἶναι τὸ ἕν, ᾧ ταῦτα ἓν ἄμφω, καὶ μίαν ἀρχήν. οὔτ' ἐκ τοῦ ἀγαθοῦ τὸ κακόν· ὡς γὰρ τὸ τῶν ἀγαθῶν αἴτιον μειζόνως ἀγαθόν, οὕτω δὴ καὶ τὸ τοῦ κακοῦ γεννητικὸν μειζόνως ἂν εἴη κακόν· καὶ οὐδὲ τὸ ἀγαθὸν ἔτι τὴν ἑαυτοῦ φύσιν ἕξει, τὴν τοῦ κακοῦ παράγον ἀρχήν. --- <ὥστε> τὸ μὲν ἀγαθὸν ἔσται κακὸν ὡς τοῦ κακοῦ αἴτιον, τὸ δὲ κακὸν ἀγαθὸν ὡς ἐκ τοῦ ἀγαθοῦ παρηγμένον. 32 Εἰ δὲ ἀναγκαῖον ἡ ὕλη πρὸς τὸ πᾶν καὶ οὐκ ἂν ἦν ὁ κόσμος ὁ πάμμεγας οὗτος καὶ εὐδαίμων θεός [Pl. Tim. 34 b 8] ὕλης ἀπούσης, πῶς ἔτι τὴν τοῦ κακοῦ φύσιν ἐπὶ ταύτην ἀνακτέον; ἄλλο γὰρ τὸ κακὸν καὶ ἄλλο τὸ ἀναγκαῖον, καὶ τὸ μέν ἐστι τοιοῦτον οὗ χωρὶς εἶναι ἀδύνατον, τὸ δὲ τοῦ εἶναι στέρησις. εἰ τοίνυν καὶ πρὸς τὴν δημιουργίαν τοῦ σύμ- παντος κόσμου τὴν ἑαυτῆς παρέχεται χρείαν καὶ παρῆκται πρώτως ὑποδοχὴ τῆς γενέσεως ἐσομένη καὶ οἷον τιθήνη [Pl. Tim. 49a 6] καὶ μήτηρ [ib. 50d 3, 51a 4], πῶς ἂν ἔτι λέγοιτο κακὸν καὶ τὸ πρώτως κακόν; εἰ δὲ καὶ τὴν ἀμετρίαν καὶ τὸ ἀόριστον καὶ τὸ ἄπειρον καὶ ἕκαστον τῶν τοιούτων πολλαχῶς λέγομεν-καὶ γὰρ ὡς μαχόμενα μέτρῳ καὶ <ὡς ἀπουσίαν> αὐτοῦ καὶ ἀφαίρεσιν καὶ ὡς ὑποκειμένην αὐτῷ καὶ ἐνδεᾶ μέτρου καὶ ὅρου-, ἡ δὲ ὕλη μάχεσθαι μὲν οὐ πέφυκεν οὐδὲ ποιεῖν ὅλως οὐδέν, ᾗτινι μηδὲ τὸ πάσχειν ἐστὶ κατὰ φύσιν δι' ἔλλειψιν τῆς τοῦ πάσχειν δυνάμεως, ἄρσις δὲ πάλιν οὐκ ἔστι μέτρου καὶ πέρατος ὅτι μὴ ἔστι στερήσει ταὐτόν· ἡ μὲν γὰρ στέρησις παρόντων ἐκείνων οὐκ ἔστιν, ἡ δὲ ὕλη καὶ ἐστὶ καὶ δέχεται τὴν αὐτῶν ἔμφασιν-ἀνάγκη δήπου τὸ ἄπειρον αὐτῆς καὶ ἄμετρον ἐνδεὲς εἶναι μέτρου καὶ πέρατος. τὸ δὲ ἐνδεὲς τούτων πῶς αὐτοῖς ἐναντίον εἴη; πῶς δὲ ἔτι κακὸν τὸ τοῦ ἀγαθοῦ δεό- μενον; φεύγει γὰρ τὴν τοῦ ἀγαθοῦ φύσιν τὸ κακόν, καὶ ὅλως ἅπαν τὸ ἐναντίον τὴν ἐναντίαν ἕξιν. εἰ δὲ ... καὶ κυΐσκει τὴν γένεσιν, καὶ- <ὥς φησιν αὐτός>-τρέφει, κακὸν δὲ οὐδὲν παρ' αὐτῆς μητρὸς οὔσης τοῖς ἐξ αὐτῆς, μᾶλλον δὲ ἐν αὐτῇ γεννωμένοις. 33 --- Καὶ γὰρ τί ἂν δράσειεν εἰς ἄλλα τὸ ποιεῖν μὴ δυνάμενον; πῶς δὲ αὖ τὸ ποιεῖν ἕξει τὸ ἄποιον καθ' ἑαυτό; πότερον δὲ ἄγει πρὸς ἑαυτὴν ἡ ὕλη τὰς ψυχὰς ἢ παρ' ἑαυτῶν ἐκεῖναι ἄγονται <καὶ χωρισταὶ γίνονται> δυνάμει καὶ ἀδυναμίᾳ τῇ ἑαυτῶν; εἰ μὲν γὰρ παρ' ἑαυτῶν ἄγονται, τοῦτο ἦν αὐταῖς τὸ κακόν, ἡ πρὸς τὸ χεῖρον ὁρμὴ καὶ ἡ ὄρεξις, ἀλλ' οὐχὶ ἡ ὕλη· παντὶ γὰρ ἡ φυγὴ τοῦ κρείττονος κακόν, καὶ πολλῷ μᾶλλον ἡ πρὸς τὸ χεῖρον· καὶ δι' ἀσθένειαν πάσχουσιν ἃ πάσχειν τὰς τοιαύτας δεῖ κακῶς ἑλομένας. εἰ δὲ παρὰ τῆς ὕλης ἄγονται, ποῦ τὸ αὐτοκίνητόν ἐστι καὶ αἱ τῆς ψυχῆς αἱρέσεις; --- εἰ πάσας ἄγει πρὸς ἑαυτὴν ἡ ὕλη καὶ ἐνοχλεῖ καὶ βιάζεται--- 34 ---Ἐν μὲν γὰρ τῷ Τιμαίῳ μητέρα [51a 4] καὶ τιθήνην αὐτὴν τῆς γενέσεως [52d 4-5] καλῶν καὶ συναιτίαν [46c 7] τῆς τοῦ κόσμου δημιουργίας--- ἐν δὲ τοῖς τοῦ Ἐλεάτου ξένου λόγοις αἰτίαν τῆς τοῦ παντὸς ἀταξίας <εἰς ὑποκειμένην φύσιν ἀνίησι, παρὰ μὲν τοῦ συνθέντος πάντα καλὰ κεκτῆσθαι τὸν κόσμον λέγων, παρὰ δὲ τῆς ἔμπροσθεν ἕξεως τὰ ἐναντία τούτων ἐν αὐτῷ γένεσιν ἔχειν [Pl. pol. 273bc]>. ἐν δὲ τῷ Φι- λήβῳ καὶ αὐτὴν τὴν ὕλην καὶ πᾶσαν τὴν τοῦ ἀπείρου φύσιν ἐκ τοῦ ἑνὸς παράγων καὶ ὅλως πρὸ τῆς τοῦ πέρατος καὶ ἀπείρου διαστάσεως τὴν θείαν αἰτίαν <τιθείς>, ἔνθεον αὐτὴν καὶ ἀγαθὸν διὰ τὴν τοῦ θεοῦ μετάληψιν καὶ τὴν ἀπὸ τοῦ θεοῦ γένεσιν εἶναι συγχωρεῖ καὶ οὐδαμῶς κακόν. τῶν κακῶν ἄλλ' ἄττα <φησὶ> χρῆναι ζητεῖν τὰ αἴτια, καὶ οὐ θεόν, <ὡς ἐν ἄλλοις [resp. II 379c 6-7] εἴρηται>. οὐκοῦν ἡ ἀταξία καὶ τὸ κακὸν οὐ διὰ τὴν ὕλην, ἀλλὰ διὰ τὸ πλημμελῶς καὶ ἀτάκτως κινούμενον [Pl. Tim. 30a 4-5]· τοῦτο γάρ ἐστι τὸ σωμα- τοειδές, <ὅ φησιν ὁ Ἐλεάτης ξένος> τῆς ἀταξίας αἴτιον [Pl. pol. 273b 4] ... καὶ οὐχὶ τὴν ὕλην εἶναι δυναμένην, ---τῆς ὕλης ἀκινήτου οὔσης καθ' ἑαυτήν. --- τὰ γὰρ ἴχνη τῶν διαφόρων εἰδῶν ἐπ' ἄλλην καὶ ἄλλην ἄγοντα φοράν, πλημμελῆ τὴν ὅλην ἀποφαίνει κίνησιν. <τοῦτο οὖν ἐστι ἡ ἔμπροσθεν ἕξις· οὐ γὰρ> δυναμένη κρατεῖσθαι τοῖς εἴδεσιν, ἀκόσμητον ἑαυτὴν δείκνυσι καὶ ἀκαλλῆ. --- 35 ---Ὅτι δὲ οὐκ ἐκ τῆς