Dialogus cum Heraclide

 ἕν, οὐδὲ ἔσονται οἱ δύο εἰς ψυχὴν μίαν, ἀλλ' «ἔσονται οἱ δύο εἰς σάρκα μίαν». Ὁ δίκαιος πάλιν ἕτερος ὢν τοῦ Χριστοῦ λέγεται ὑπὸ τοῦ ἀπο στόλου πρὸς τὸ

 ἀποθνῄσκουσιν. Εἰ ἀρέσκει ταῦτα, καὶ ταῦτα ἐπὶ διαμαρτυρίας τοῦ λαοῦ ἔσται νενομοθετημένα καὶ πεπηγμένα. Τί ἄλλο περὶ τῆς πίστεως; δοκεῖ σοι ταῦτα, Μά

 κατωρθωμένῳ, οἱ δὲ ἀνάπαλιν ἐπὶ τῇ πίστει οὐ κολα σθήσονται, ἐπὶ δὲ τῷ βίῳ ὡς παρὰ τὸν ὀρθὸν λόγον βιώσαντες κολασθήσονται. Ἐγὼ νομίζω ἐν ταῖς Σολο μῶ

 Κοσμοποιΐᾳ ἐπανάλημψιν εἶναι μετὰ τὴν κτίσιν τοῦ ἀνθρώπου τὸ «Ἔλαβεν ὁ Θεὸς χοῦν ἀπὸ τῆς γῆς καὶ ἔπλασεν τὸν ἄνθρωπον». Τούτοις ἀκολουθεῖ τὸ «κατ' εἰκ

 εἰπεῖν, μὴ ἐγκληθῶ ὡς τῶν δυναμένων ἀκούειν ἀποστερήσας τὸν λόγον· διὰ τοὺς μὴ ἀξίους ὀκνῶ εἰπεῖν, διὰ τὰ προειρημένα, μή ποτε ῥίψω τὰ ἅγια κυσὶν καὶ

 βύετε τὰ ὦτα οὐκ ἀνοίγοντες οὐδὲ ἀναπεταννύντες αὐτὰ πρὸς παραδοχὴν τῶν λεγομένων, φθάσει ἐφ' ὑμᾶς τὸ «Θυμὸς αὐτοῖς κατὰ τὴν ὁμοίωσιν τοῦ ὄφεως ὡσεὶ ἀ

 κακίας, ἐρεῖς περὶ τοῦ τοιούτου ὅτι τὰ ὀστᾶ αὐτοῦ ἐσκορπίσθη. «Πάντα τὰ ὀστᾶ μου ἐροῦ σιν· Κύριε, τίς ὅμοιός σοι;» Ταῦτα τὰ ὀστᾶ λαλεῖ, διαλέγεται, λέ

 θανάτου φωνῆς. Παραστῆσαι πειράσομαι ὅσα σημαίνεται οὐ καθ' Ἕλληνας, ἀλλ' ὅσα σημαίνεται κατὰ τὴν θείαν γραφήν. Ἴσως μέν μου σοφώτερος καὶ ἄλλα σημαι

 τῷ σκηνώματι, ὅτι ἐνδημοῦμεν ἐν τῷ σώματι. Ὅσον «ἐνδημοῦμεν ἐν τῷ σώματι, ἐκδημοῦμεν ἀπὸ τοῦ Κυρίου». Ἐπιποθήσωμεν «ἐκδημῆσαι ἀπὸ τοῦ σώματος καὶ ἐνδη

θανάτου φωνῆς. Παραστῆσαι πειράσομαι ὅσα σημαίνεται οὐ καθ' Ἕλληνας, ἀλλ' ὅσα σημαίνεται κατὰ τὴν θείαν γραφήν. Ἴσως μέν μου σοφώτερος καὶ ἄλλα σημαι νόμενα παραστήσει· ἐγὼ μέντοι γε ἐπὶ τοῦ παρόντος οἶδα τρεῖς θανάτους. Ποίους τούτους τρεῖς θανάτους; «Ζῇ» τις «τῷ Θεῷ» καὶ «ἀπέθανεν τῇ ἁμαρτίᾳ» κατὰ τὸν ἀπόστολον. Οὗτος μακάριος ὁ θάνατος· ἀποθνῄσκει τις τῇ ἁμαρτίᾳ· τοῦτον τὸν θάνατον ὁ Κύριός μου ἀπέθανεν. «Ὃ γὰρ ἀπέθανεν, τῇ ἁμαρτίᾳ ἀπέθανεν.» Οἶδα καὶ ἄλλον θάνατον καθ' ὃν ἀποθνῄσκει τις τῷ Θεῷ, περὶ οὗ εἴρηται· «Ψυχὴ ἡ ἁμαρτάνουσα αὐτὴ ἀποθανεῖται.» Οἶδα καὶ τρίτον θάνατον καθ' ὃν κοινῶς νομίζομεν τοὺς ἀπαλλαγέντας τοῦ σώματος ἀποτεθνά ναι· «ἔζησεν» γὰρ Ἀδὰμ «ἔτη τριάκοντα καὶ ἐνακόσια, καὶ ἀπέθανεν». Τριῶν τοίνυν ὄντων θανάτων, ἴδωμεν ἡ ψυχὴ ἀνθρωπίνη πότερόν ἐστιν κατὰ τοὺς τρεῖς θανάτους ἀθάνατος, ἢ οὐ κατὰ τοὺς τρεῖς θανάτους, ἀλλὰ κατά τινας τούτων ἀθάνατος. Κατὰ τὸν μέσον θάνατον πάντες ἄνθρωποι ἀποθνῄσκομεν· ὃν διάλυσιν νομίζομεν εἶναι. <Τοῦτον> τὸν θάνατον οὐδεμία ψυχὴ ἀνθρώπου ἀπο26 θνῄσκει· εἰ γὰρ ἀπέθνῃσκεν, οὐκ ἂν ἐκολάζετο μετὰ τὸν θάνατον. «Ζητήσουσιν, φησίν, οἱ ἄνθρωποι τὸν θάνατον καὶ οὐχ εὑρήσουσιν αὐτόν.» Αἱ γὰρ κολαζόμεναι ψυχαὶ ζητήσουσιν τὸν θάνατον, θελήσουσιν μᾶλλον εἰ μὴ ἔσονται ἤπερ ἵνα ὦσιν μέν, κολάζωνται δέ· διὰ τοῦτο «ζητήσουσιν οἱ ἄνθρωποι τὸν θάνατον καὶ οὐ μὴ εὑρήσουσιν αὐτόν». Κατὰ τοῦτο τὸ σημαινόμενον πᾶσα ἡ ψυχὴ ἡ ἀνθρωπίνη ἀθάνατος. Κατὰ δὲ τὰ λοιπὰ τὰ σημαινόμενα, κατὰ μὲν τὸ ἕτερον θνητὴ ψυχή, καὶ μακαρία ἐὰν ἀποθάνῃ τῇ ἁμαρτίᾳ. Περὶ τούτου τοῦ θανάτου Βαλαὰμ προφητεύων ἔλεγεν εὐχόμενος ἐν πνεύματι θείῳ· «Ἀποθάνοι ἡ ψυχή μου ἐν ψυχαῖς δικαίων.» Περὶ τούτου τοῦ θανάτου παραδόξως ἐπροφήτευσεν ὁ Βαλαάμ, καὶ ἑαυτῷ ἐν λόγῳ Θεοῦ τὰ κάλλιστα ηὔχετο· ηὔχετο γὰρ τῇ ἁμαρτίᾳ ἀποθανεῖν ἵνα ζήσῃ τῷ Θεῷ· καὶ διὰ τοῦτο ἔλεγεν· «Ἀποθάνοι ἡ ψυχή μου ἐν ψυχαῖς δικαίων, καὶ γένοιτο τὸ σπέρμα μου ὡς τὸ σπέρμα τούτων.» Ἄλλος δὲ θάνατος ἔστιν, καθ' ὃν οὐκ ἐσμὲν μὲν ἀθάνατοι, δυνά-μεθα δὲ ἐκ τοῦ φυλάττεσθαι μὴ ἀποθανεῖν. Καὶ τάχα τὸ θνητὸν τῆς ψυχῆς οὐκ ἀεί ἐστιν θνητόν· ὅσον μὲν γὰρ ἐπιδέχεται τὸ ἁμαρτάνειν τοιαύτην ἁμαρτίαν ὥστε γενέσθαι «ψυχὴ ἡ ἁμαρτάνουσα αὐτὴ ἀποθανεῖται», θνητὴ τοῦ ὄντως θανάτου ἐστὶν ἡ ψυχή· ἐὰν δὲ γένηται 27 ἐν βεβαιώσει τῆς μακαριότητος ὥστε ἀνεπίδεκτος εἶναι τοῦ θανάτου, ἡ δὲ ἔχουσα τὴν αἰώνιον ζωὴν οὐκέτι ἐστὶν θνητή, ἀλλὰ γέγονεν καὶ κατὰ τοῦτο τὸ σημαινόμενον ἀθάνατος. -Πῶς εἴρηται παρὰ τῷ ἀποστόλῳ «Ὁ μόνος ἔχων ἀθανασίαν» ἐπὶ τοῦ Θεοῦ; Ζητῶ ἵν' εὕρω ὅτι Χριστὸς Ἰησοῦς «ὑπὲρ πάντων ἀπέθανεν χωρὶς Θεοῦ». Ἔχεις ὅπως μόνος ὁ Θεὸς ἔχει τὴν ἀθανασίαν. Ἀναλαμβάνωμεν οὖν τὴν αἰώνιον ζωήν· ἀναλαμβάνωμεν ἐκ τοῦ ἐφ' ἡμῖν. Οὐ δίδωσιν αὐτὴν ἡμῖν ὁ Θεός, ἀλλὰ παρατίθησιν· «Ἰδοὺ δέδωκα πρὸ προσώπου σου τὴν ζωήν.» Ἐφ' ἡμῖν ἐστιν ἐκτεῖναι τὴν χεῖρ[α, πρᾶξαι πράξεσιν ἀγαθαῖς καὶ λαβεῖν τὴν ζωὴν καὶ ἐναποθέσθαι τῇ ψυχῇ. Αὕτη ἡ ζωὴ Χριστός ἐστιν εἰπών· «Ἐγώ εἰμι ἡ ζωή», αὕτη ἡ ζωὴ ἣ νῦν μὲν δικαίοις πάρεστιν ἐν σκιᾷ, «τότε δὲ πρόσωπον πρὸς πρόσωπον»· «Πνεῦμα» γὰρ «πρὸ προσώπου ἡμῶν Χριστὸς [Κύριος] οὗ εἴπωμεν· Ἐν τῇ σκιᾷ αὐτοῦ ζησόμεθα ἐν τοῖς ἔθνεσιν». Εἰ τοσαῦτα ἀγαθὰ παρέχει ἡ σκιά σου τῆς ζωῆς, οἵαν εἶχεν Μωϋσῆς προφητεύων, ὁποίαν εἶχεν Ἡσαΐας βλέπων «τὸν Κύριον Σαβαὼθ καθήμενον ἐπὶ θρόνου ὑψηλοῦ καὶ ἐπηρμένου», ὁποίαν εἶχεν Ἱερεμίας ἀκούων «Πρὸ τοῦ με πλάσαι σε ἐν κοιλίᾳ, ἐπίσταμαί σε, καὶ πρὸ τοῦ με πλάσαι σε ἐν κοιλίᾳ, ἐπίσταμαί σε, καὶ πρὸ τοῦ 28 σε ἐξελθεῖν ἐκ μήτρας, ἡγίακά σε», ὁποίαν εἶχεν Ἰεζεκιὴλ βλέπων τὰ Χερουβίμ, βλέπων τοὺς τροχούς, τὰ ἀπόρρητα μυστήρια, πῶς ζησόμεθα, ὅταν μηκέτι ὑπὸ τὴν σκιὰν ζῶμεν τῆς ζωῆς, ἀλλὰ γενώμεθα ἐν αὐτῇ τῇ ζωῇ. Νῦν γὰρ «ἡ ζωὴ» ἡμῶν «κέκρυπται σὺν τῷ Χριστῷ· ὅταν δὲ Χριστὸς φανερωθῇ, ἡ ζωὴ ἡμῶν, τότε καὶ» ἡμεῖς «σὺν αὐτῷ» φανερωθησόμεθα «ἐν δόξῃ». Ἐπὶ ταύτην τὴν ζωὴν σπεύσωμεν, στενάζοντες, λυπούμενοι ὅτι ἐσμὲν ἐν