Dialogus cum Heraclide

 ἕν, οὐδὲ ἔσονται οἱ δύο εἰς ψυχὴν μίαν, ἀλλ' «ἔσονται οἱ δύο εἰς σάρκα μίαν». Ὁ δίκαιος πάλιν ἕτερος ὢν τοῦ Χριστοῦ λέγεται ὑπὸ τοῦ ἀπο στόλου πρὸς τὸ

 ἀποθνῄσκουσιν. Εἰ ἀρέσκει ταῦτα, καὶ ταῦτα ἐπὶ διαμαρτυρίας τοῦ λαοῦ ἔσται νενομοθετημένα καὶ πεπηγμένα. Τί ἄλλο περὶ τῆς πίστεως; δοκεῖ σοι ταῦτα, Μά

 κατωρθωμένῳ, οἱ δὲ ἀνάπαλιν ἐπὶ τῇ πίστει οὐ κολα σθήσονται, ἐπὶ δὲ τῷ βίῳ ὡς παρὰ τὸν ὀρθὸν λόγον βιώσαντες κολασθήσονται. Ἐγὼ νομίζω ἐν ταῖς Σολο μῶ

 Κοσμοποιΐᾳ ἐπανάλημψιν εἶναι μετὰ τὴν κτίσιν τοῦ ἀνθρώπου τὸ «Ἔλαβεν ὁ Θεὸς χοῦν ἀπὸ τῆς γῆς καὶ ἔπλασεν τὸν ἄνθρωπον». Τούτοις ἀκολουθεῖ τὸ «κατ' εἰκ

 εἰπεῖν, μὴ ἐγκληθῶ ὡς τῶν δυναμένων ἀκούειν ἀποστερήσας τὸν λόγον· διὰ τοὺς μὴ ἀξίους ὀκνῶ εἰπεῖν, διὰ τὰ προειρημένα, μή ποτε ῥίψω τὰ ἅγια κυσὶν καὶ

 βύετε τὰ ὦτα οὐκ ἀνοίγοντες οὐδὲ ἀναπεταννύντες αὐτὰ πρὸς παραδοχὴν τῶν λεγομένων, φθάσει ἐφ' ὑμᾶς τὸ «Θυμὸς αὐτοῖς κατὰ τὴν ὁμοίωσιν τοῦ ὄφεως ὡσεὶ ἀ

 κακίας, ἐρεῖς περὶ τοῦ τοιούτου ὅτι τὰ ὀστᾶ αὐτοῦ ἐσκορπίσθη. «Πάντα τὰ ὀστᾶ μου ἐροῦ σιν· Κύριε, τίς ὅμοιός σοι;» Ταῦτα τὰ ὀστᾶ λαλεῖ, διαλέγεται, λέ

 θανάτου φωνῆς. Παραστῆσαι πειράσομαι ὅσα σημαίνεται οὐ καθ' Ἕλληνας, ἀλλ' ὅσα σημαίνεται κατὰ τὴν θείαν γραφήν. Ἴσως μέν μου σοφώτερος καὶ ἄλλα σημαι

 τῷ σκηνώματι, ὅτι ἐνδημοῦμεν ἐν τῷ σώματι. Ὅσον «ἐνδημοῦμεν ἐν τῷ σώματι, ἐκδημοῦμεν ἀπὸ τοῦ Κυρίου». Ἐπιποθήσωμεν «ἐκδημῆσαι ἀπὸ τοῦ σώματος καὶ ἐνδη

βύετε τὰ ὦτα οὐκ ἀνοίγοντες οὐδὲ ἀναπεταννύντες αὐτὰ πρὸς παραδοχὴν τῶν λεγομένων, φθάσει ἐφ' ὑμᾶς τὸ «Θυμὸς αὐτοῖς κατὰ τὴν ὁμοίωσιν τοῦ ὄφεως ὡσεὶ ἀσπίδος κωφῆς καὶ βυούσης τὰ ὦτα αὐτῆς, ἥτις οὐκ εἰσακούσεται φωνὴν ἐπᾳδόντων φαρ μάκου τε φαρμακευομένου παρὰ σοφοῦ». Ὁ ἔξω ἄνθρωπος ὀσφραίνεται μυκτῆρσιν, ἀντιλαμ βανόμενος εὐωδίας καὶ δυσωδίας· καὶ ὁ ἔσω ἄνθρωπος ἀντιλαμβάνεται εὐωδίας δικαιοσύνης καὶ δυσωδίας ἁμαρτημάτων ἄλλοις μυκτῆρσιν, εὐωδίας μὲν ὡς ὁ ἀπόστολος διδάσκει λέγων· «Εὐωδία Χριστοῦ ἐσμεν τῷ Θεῷ ἐν παντὶ τόπῳ, ἐν τοῖς σωζομένοις καὶ ἐν τοῖς ἀπολλυμένοις, οἷς μὲν ὀσμὴ ἐκ θανάτου εἰς θάνατον, οἷς δὲ ὀσμὴ ἐκ ζωῆς εἰς ζωήν.» Φησὶν δὲ καὶ ὁ Σολο μὼν ἐν τῷ Ἄσματι τῶν ᾀσμάτων ἐκ προσώπου τῶν νεανίδων τῶν θυγατέρων Ἱερουσαλήμ· «Ὀπίσω σου εἰς ὀσμὴν μύρων σου δραμοῦμεν.» Ὥσπερ οὖν τοῖς 19 μυκτῆρσιν ἀντιλαμβανόμεθα αἰσθητῆς εὐωδίας καὶ αἰσθητῆς δυσωδίας, οὕτως κατὰ τὸν ἔσω ἄνθρωπον ἔστιν ἀντίλημψις τοῦ ὑγιαίνοντος κατὰ τὰ θεῖα αἰσθη τήρια, εὐωδίας δικαιοσύνης, ἣν εἶχεν ὁ ἀπόστολος, καὶ δυσωδίας ἁμαρτημάτων. Ποίας δυσωδίας ἁμαρ τημάτων; Περὶ ἧς λέγει ὁ προφήτης οὕτως· «Προσ ώζεσαν καὶ ἐσάπησαν οἱ μώλωπές μου ἀπὸ προσώπου τῆς ἀφροσύνης μου.» Ὁ ἔξω ἄνθρωπος ἔχει τὸ γευστικόν, καὶ ὁ ἔσω ἄνθρωπος ἔχει τὸ πνευματικὸν γευστικόν, περὶ οὗ εἴρηται· «Γεύσασθε καὶ ἴδετε ὅτι χρηστὸς ὁ Κύριος.» Ὁ ἔξω ἄνθρωπος ἔχει ἁφὴν τὴν αἰσθητήν, καὶ ὁ ἔσω ἄνθρωπος ἔχει ἁφήν, ἐκείνην τὴν ἁφὴν ᾗ ἥψατο ἡ αἱμορροῦσα τοῦ κρασπέδου τοῦ Ἰησοῦ. Ἥψατο· ἐμαρτύρησεν γὰρ ὁ εἰπών· «Τίς ἥψατό μου;» Καί γε πρὸ βραχέος ὁ Πέτρος αὐτῷ ἔλεγεν· «»Οἱ ὄχλοι θλίβουσίν σε καὶ σὺ λέγεις Τίς ἥψατό μου;»« Οἴεται ὅτι οἱ ἁπτό μενοι σωματικῶς ἅπτονται, οὐ πνευματικῶς. Οἱ οὖν θλίβοντες τὸν Ἰησοῦν οὐχ ἥπτοντο αὐτοῦ· οὐ γὰρ πίστει αὐτοῦ ἥπτοντο. Ἐκείνη δὲ μόνη ἔχουσα θείαν τινὰ ἁφὴν ἥψατο τοῦ Ἰησοῦ καὶ διὰ τοῦτο ἐθεραπεύθη· καὶ ἐπεὶ θείᾳ αὐτοῦ ἁφῇ ἥψατο, διὰ τοῦτο δύναμις 20 τοῦ Ἰησοῦ ἐξῆλθεν ἐπὶ τὴν θείαν αὐτῆς ἁφήν. Λέγει οὖν· «»Τίς ἥψατό μου; Ἐγὼ γὰρ ἔγνων δύναμιν ἐξ εληλυθυῖαν ἀπ' ἐμοῦ»«. Περὶ ταύτης τῆς θειοτέρας ἁφῆς Ἰωάννης λέγει. «Καὶ αἱ χεῖρες ἡμῶν ἐψηλάφησαν περὶ τοῦ λόγου τῆς ζωῆς.» Οὕτως ἔχομεν ἄλλας χεῖρας, περὶ ὧν λέγεται· «Ἔπαρσις τῶν χειρῶν μου θυσία ἑσπερινή.» Οὐ γὰρ ἐὰν ταύτας ἐπάρω τὰς χεῖρας, κάτω δέ μου κέωνται αἱ χεῖρες τῆς ψυχῆς, καὶ μὴ ἐπάρω αὐτὰς διὰ τῶν ἁγίων καὶ ἀγαθῶν πράξεων γίνεταί μου «ἔπαρσις τῶν χειρῶν θυσία ἑσπερινή». Ἔχω καὶ ἄλλους πόδας, περὶ ὧν ἐπηγγείλατό μοι ὁ Σολομὼν λέγων· «Ὁ πούς σου μὴ προσκόψῃ.» Λέγεται <ἄτοπόν> τι ἐν τῷ Ἐκκλησιαστῇ· τῷ μὴ συνιέντι γὰρ δόξει ἀνόητον εἶναι, τῷ δὲ σοφῷ ἀπὸ Ἐκκλησιαστοῦ εἴρηται· «Τοῦ σοφοῦ οἱ ὀφθαλμοὶ αὐτοῦ ἐν κεφαλῇ αὐτοῦ.» Ἐν ποίᾳ κεφαλῇ; Παντὸς γὰρ ἀνθρώπου, καὶ τοῦ ἀνοήτου καὶ τοῦ ἄφρονος, οἱ αἰσθητοὶ ὀφθαλμοὶ ἐν κεφαλῇ αἰσθητῇ εἰσιν, ἀλλὰ «τοῦ σοφοῦ οἱ ὀφθαλμοὶ» οἱ προειρημένοι, οἱ φωτιζόμενοι ὑπὸ τῆς τοῦ Κυρίου ἐντολῆς, «ἐν κεφαλῇ» αὐτοῦ, ἐν Χριστῷ, ἐπεὶ «Κεφαλὴ ἀνδρὸς ὁ Χριστός», ὁ ἀπόστολος λέγει. Τὸ διανοητικόν ἐστιν ἐν Χριστῷ. «Τὴν κοιλίαν μου, τὴν κοιλίαν μου ἀλγῶ», εἶπεν 21 Ἱερεμίας. Ποίαν κοιλίαν ἀλγεῖ; Ἣν καὶ ἡμεῖς ἀλγοῦμεν, ᾗ ἐπεὶ ὤδινεν τὸν λαὸν «τὴν κοιλίαν ἀλγῶ» καὶ «τὰ αἰσθητήρια», οὐ ταῦτα ἀλλὰ «τῆς καρδίας μου». Ἐὰν καὶ ἐπὶ τὰ λεπτὰ μέρη ἔλθω τοῦ σώματος, βλέπω αὐτὰ ἄσαρκα ἐπὶ τὴν ψυχήν. «Κύριε, μὴ τῷ θυμῷ σου ἐλέγξῃς με, μηδὲ τῇ ὀργῇ σου παιδεύσῃς με. Ἐλέησόν με, Κύριε, ὅτι ἀσθενής εἰμι· ἴασαι με, Κύριε, ὅτι ἐταράχθη τὰ ὀστᾶ μου.» Ποῖα ὀστᾶ ἐτα ράχθη τοῦ προφήτου; Ἡ ἁρμονία τῆς ψυχῆς καὶ τὸ στερρὸν τῆς διανοίας αὐτοῦ ἦν τεταραγμένον, καὶ παρα καλεῖ περὶ τῆς ἀποκαταστάσεως ἐκείνων τῶν ὀστέων. «Ἐσκορπίσθησαν τὰ ὀστᾶ ἡμῶν παρὰ τὸν ᾅδην.» Ποῖα ὀστᾶ τοῦ λέγοντος ἐσκορπίσθη παρὰ τὸν ᾅδην; Ἐὰν ἴδῃς μοι τὸν ἡμαρτηκότα καὶ ἴδης αὐτοῦ τὰς ἁρμονίας ἐν τῷ χωρίῳ τῆς ἁμαρτίας, ἐν τῷ χωρίῳ τῶν νεκρῶν, ἐν τῷ χωρίῳ τῆς