Dialogus cum Heraclide

 ἕν, οὐδὲ ἔσονται οἱ δύο εἰς ψυχὴν μίαν, ἀλλ' «ἔσονται οἱ δύο εἰς σάρκα μίαν». Ὁ δίκαιος πάλιν ἕτερος ὢν τοῦ Χριστοῦ λέγεται ὑπὸ τοῦ ἀπο στόλου πρὸς τὸ

 ἀποθνῄσκουσιν. Εἰ ἀρέσκει ταῦτα, καὶ ταῦτα ἐπὶ διαμαρτυρίας τοῦ λαοῦ ἔσται νενομοθετημένα καὶ πεπηγμένα. Τί ἄλλο περὶ τῆς πίστεως; δοκεῖ σοι ταῦτα, Μά

 κατωρθωμένῳ, οἱ δὲ ἀνάπαλιν ἐπὶ τῇ πίστει οὐ κολα σθήσονται, ἐπὶ δὲ τῷ βίῳ ὡς παρὰ τὸν ὀρθὸν λόγον βιώσαντες κολασθήσονται. Ἐγὼ νομίζω ἐν ταῖς Σολο μῶ

 Κοσμοποιΐᾳ ἐπανάλημψιν εἶναι μετὰ τὴν κτίσιν τοῦ ἀνθρώπου τὸ «Ἔλαβεν ὁ Θεὸς χοῦν ἀπὸ τῆς γῆς καὶ ἔπλασεν τὸν ἄνθρωπον». Τούτοις ἀκολουθεῖ τὸ «κατ' εἰκ

 εἰπεῖν, μὴ ἐγκληθῶ ὡς τῶν δυναμένων ἀκούειν ἀποστερήσας τὸν λόγον· διὰ τοὺς μὴ ἀξίους ὀκνῶ εἰπεῖν, διὰ τὰ προειρημένα, μή ποτε ῥίψω τὰ ἅγια κυσὶν καὶ

 βύετε τὰ ὦτα οὐκ ἀνοίγοντες οὐδὲ ἀναπεταννύντες αὐτὰ πρὸς παραδοχὴν τῶν λεγομένων, φθάσει ἐφ' ὑμᾶς τὸ «Θυμὸς αὐτοῖς κατὰ τὴν ὁμοίωσιν τοῦ ὄφεως ὡσεὶ ἀ

 κακίας, ἐρεῖς περὶ τοῦ τοιούτου ὅτι τὰ ὀστᾶ αὐτοῦ ἐσκορπίσθη. «Πάντα τὰ ὀστᾶ μου ἐροῦ σιν· Κύριε, τίς ὅμοιός σοι;» Ταῦτα τὰ ὀστᾶ λαλεῖ, διαλέγεται, λέ

 θανάτου φωνῆς. Παραστῆσαι πειράσομαι ὅσα σημαίνεται οὐ καθ' Ἕλληνας, ἀλλ' ὅσα σημαίνεται κατὰ τὴν θείαν γραφήν. Ἴσως μέν μου σοφώτερος καὶ ἄλλα σημαι

 τῷ σκηνώματι, ὅτι ἐνδημοῦμεν ἐν τῷ σώματι. Ὅσον «ἐνδημοῦμεν ἐν τῷ σώματι, ἐκδημοῦμεν ἀπὸ τοῦ Κυρίου». Ἐπιποθήσωμεν «ἐκδημῆσαι ἀπὸ τοῦ σώματος καὶ ἐνδη

εἰπεῖν, μὴ ἐγκληθῶ ὡς τῶν δυναμένων ἀκούειν ἀποστερήσας τὸν λόγον· διὰ τοὺς μὴ ἀξίους ὀκνῶ εἰπεῖν, διὰ τὰ προειρημένα, μή ποτε ῥίψω τὰ ἅγια κυσὶν καὶ βαλῶ τοὺς μαργαρίτας τοῖς χοίροις. Ἰησοῦ μόνου ἔργον ἦν εἰδέναι χωρίζειν ἐν τοῖς ἀκροα ταῖς τοὺς ἔξω ἀπὸ τῶν ἔσω, ἵνα τοῖς μὲν ἔξω ἐν παρα βολαῖς λέγῃ, τοῖς δὲ εἰσελθοῦσιν αὐτοῦ εἰς τὴν οἰκίαν λύσῃ τὰς παραβολάς. Τὸ ἔξω καὶ τὸ εἰσελθεῖν εἰς τὴν οἰκίαν μυστικόν ἐστιν. «Τί γάρ μοι τοὺς ἔξω κρίνειν;» Πᾶς ὁ ἁμαρτάνων ἔξω ἐστίν· διὰ τοῦτο ἐν παραβολαῖς λεγέσθω τοῖς ἔξω, ἐάν πως δυνηθῶσιν καταλιπόντες τὰ ἔξω γενέσθαι ἔσω. Τὸ εἰσελθεῖν εἰς τὴν οἰκίαν μυ στικόν ἐστιν· εἰσέρχεται εἰς τὴν Ἰησοῦ οἰκίαν ὁ γνήσιος αὐτοῦ μαθητής, εἰσέρχεται διὰ τοῦ φρονεῖν τὰ ἐκκλη σιαστικά, διὰ τοῦ βιοῦν ἐκκλησιαστικῶς. Τὸ ἔσω καὶ τὸ ἔξω πνευματικόν ἐστιν. Ὁρᾷς πόσα λέγω ἐν προοιμίῳ εὐτρεπίζων τοὺς ἀκροατάς. Ὀκνῶ εἰπεῖν μέλλων ἐν τῷ λέγειν ὑπερτι θέμενος. Τί ποιῆσαι βούλομαι; Λαβεῖν λόγον θερα πεύοντα τὰς ψυχὰς τῶν ἀκουόντων. Ὁ ἄνθρωπος τοίνυν κτιζόμενος πρότερον μὲν ἐκτίσθη ὁ «κατ' εἰκόνα», οὗ ὕλη οὐχ εὑρίσκεται· οὐδὲ γὰρ ἐξ ὕλης ἐστὶν ὁ «κατ' εἰκόνα»· «Καὶ εἶπεν ὁ Θεός· Ποιή σωμεν ἄνθρωπον κατ' εἰκόνα καὶ καθ' ὁμοίωσιν ἡμετέ 16 ραν· καὶ ἀρχέτωσαν» καὶ τὰ ἑξῆς· «Καὶ ἐποίησεν ὁ Θεὸς τὸν ἄνθρωπον» οὐ «χοῦν ἀπὸ τῆς γῆς» λαβὼν ὡς ἐπὶ τοῦ δευτέρου, ἀλλὰ «κατ' εἰκόνα Θεοῦ ἐποίησεν αὐτόν». Ὅτι δὲ τὸ «κατ' εἰκόνα Θεοῦ» οὐ μόνος Μωϋσῆς οἶδεν ἄϋλον, κρεῖττον πάσης σωματικῆς ὑποστάσεως, ἀλλὰ καὶ ὁ ἀπόστολος, παρίστησιν ἡ λέξις αὐτοῦ λέγοντος· «Ἐκδυσάμενοι τὸν παλαιὸν ἄνθρωπον σὺν ταῖς πράξεσιν αὐτοῦ καὶ ἐνδυσάμενοι τὸν νέον, τὸν ἀνακαινούμενον εἰς ἐπίγνωσιν κατ' εἰκόνα τοῦ κτί σαντος.» ∆ύο οὖν καθ' ἕκαστον ἡμῶν εἰσιν ἄνθρωποι. Πῶς λέγεται «ψυχὴ πάσης σαρκὸς αἷμά ἐστιν»; Μέγα τὸ πρόβλημά ἐστιν. Ὡς οὖν ὁμωνυμεῖ ὁ ἔξω ἄνθρωπος τῷ ἔσω, οὕτω καὶ τὰ μέλη αὐτοῦ, ὥστε εἰπεῖν ὅτι πᾶν μέλος τοῦ ἔξω ἀνθρώπου ὀνομάζεται καὶ κατὰ τὸν ἔσω ἄνθρωπον. Ὀφθαλμοὺς ἔχει ὁ ἔξω ἄνθρωπος, καὶ ὁ ἔσω λέγε ται ἔχειν ὀφθαλμούς· «Φώτισον τοὺς ὀφθαλμούς μου, μή ποτε ὑπνώσω εἰς θάνατον.» Οὐ περὶ τούτων τῶν ὀφθαλμῶν λέγει, οὔτε περὶ τοῦ αἰσθητοῦ ὕπνου, οὔτε περὶ τοῦ κοινοῦ θανάτου. «Ἡ ἐντολὴ Κυρίου τηλαυγὴς φωτίζουσα ὀφθαλμούς»· οὐχὶ ἐκ τοῦ τηρεῖν τὰς ἐντολὰς τοῦ Κυρίου ὀξυδερκέστεροι γινόμεθα κατὰ τὸ σῶμα, ἀλλ' ἐκ τοῦ τηρεῖν τὰς θείας ἐντολὰς κατὰ τὸν νοῦν γινόμεθα ὀξυδερκέστεροι. Οἱ ὀφθαλμοὶ τοῦ ἔσω ἀνθρώ που μᾶλλον ἡμῶν διαβλέπουσιν· «Ἀποκάλυψον τοὺς 17 ὀφθαλμούς μου, καὶ κατανοήσω τὰ θαυμάσια τοῦ νόμου σου», ὡς κεκαλυμμένων αὐτοῦ τῶν ὀφθαλμῶν οὐχί, ἀλλ' εἰσὶν οἱ ὀφθαλμοὶ ἡμῶν ὁ νοῦς. Τοῦ Ἰησοῦ μόνου ἐστὶν ἀποκαλύψαι, ἵνα δυνηθῶμεν τὰ γεγραμ μένα θεωρῆσαι καὶ τὰ κεκρυμμένως εἰρημένα κατα νοῆσαι. Ὦτα ἔχει ὁ ἔξω ἄνθρωπος, καὶ ὁ ἔσω ἄνθρωπος λέγεται ὦτα ἔχειν. «Ὁ ἔχων ὦτα ἀκούειν, ἀκουέτω.» Πάντες εἶχον ὦτα τὰ τῆς αἰσθήσεως, ἀλλ' οὐ πάντες ἦσαν κατωρθωκότες τὸ ἔχειν τὰς ἔνδον ἀκοὰς κεκα θαρμένας. Ταῦτα τὰ ὦτα οὐκ ἐφ' ἡμῖν, ἐκεῖνα ἐφ' ἡμῖν· καὶ ἐπεὶ ἐφ' ἡμῖν ἐστιν ἔχειν ἐκεῖνα τὰ ὦτα, διὰ τοῦτο λέγει ὁ προφήτης· «Οἱ κωφοὶ ἀκούσατε, καὶ οἱ τυφλοὶ ἀναβλέψατε ἰδεῖν· καὶ τίς κωφὸς ἀλλ' ἢ οἱ παῖδές μου καὶ τίς τυφλὸς ἀλλ' ἢ οἱ κυριεύοντες αὐτῶν; Καὶ ἐτυφλώθησαν οἱ δοῦλοι τοῦ Θεοῦ.» Ὅτι ἐφ' ἡμῖν ἐστιν τὸ κωφωθῆναι ... (προσέχωμεν· μέλλει ἅπτεσθαι πάν των ἡμῶν τὰ λεγόμενα· τὸν ἔσω ἄνθρωπον δεῖ δια γράψαι ἵνα τὸ αἷμα εὑρεθῇ), ὅτι ἐφ' ἡμῖν ἐστιν τὸ κωφωθῆναι κατ' ἐκείνας τὰς ἀκοάς, ἄκουε τοῦ προφήτου λέγοντος· «Ἀπηλλοτριώθησαν οἱ ἁμαρτωλοὶ ἀπὸ μήτρας, ἐπλανήθησαν ἀπὸ γαστρός, ἐλάλησαν ψευδῆ. Θυμὸς αὐτοῖς κατὰ τὴν ὁμοίωσιν τοῦ ὄφεως, ὡσεὶ 18 ἀσπίδος κωφῆς καὶ βυούσης τὰ ὦτα αὐτῆς, ἥτις οὐκ εἰσακούσεται φωνὴν ἐπᾳδόντων αὐτῇ φαρμάκου τε φαρμακευομένου παρὰ σοφοῦ.» Καὶ ὑμεῖς, ὅσοι συνοί δατε ἑαυτοῖς ἐν αἰτίᾳ εἶναι, εἰ ἀκούετε λόγου καὶ «φαρ μάκου φαρμακευομένου παρὰ σοφοῦ» καὶ ἀκούετε λόγων ἐπᾳδόντων, ἵνα καταστείλῃ ὑμῶν τὸν θυμὸν καὶ τὴν κακίαν, εἶτα