Dialogus cum Heraclide

 ἕν, οὐδὲ ἔσονται οἱ δύο εἰς ψυχὴν μίαν, ἀλλ' «ἔσονται οἱ δύο εἰς σάρκα μίαν». Ὁ δίκαιος πάλιν ἕτερος ὢν τοῦ Χριστοῦ λέγεται ὑπὸ τοῦ ἀπο στόλου πρὸς τὸ

 ἀποθνῄσκουσιν. Εἰ ἀρέσκει ταῦτα, καὶ ταῦτα ἐπὶ διαμαρτυρίας τοῦ λαοῦ ἔσται νενομοθετημένα καὶ πεπηγμένα. Τί ἄλλο περὶ τῆς πίστεως; δοκεῖ σοι ταῦτα, Μά

 κατωρθωμένῳ, οἱ δὲ ἀνάπαλιν ἐπὶ τῇ πίστει οὐ κολα σθήσονται, ἐπὶ δὲ τῷ βίῳ ὡς παρὰ τὸν ὀρθὸν λόγον βιώσαντες κολασθήσονται. Ἐγὼ νομίζω ἐν ταῖς Σολο μῶ

 Κοσμοποιΐᾳ ἐπανάλημψιν εἶναι μετὰ τὴν κτίσιν τοῦ ἀνθρώπου τὸ «Ἔλαβεν ὁ Θεὸς χοῦν ἀπὸ τῆς γῆς καὶ ἔπλασεν τὸν ἄνθρωπον». Τούτοις ἀκολουθεῖ τὸ «κατ' εἰκ

 εἰπεῖν, μὴ ἐγκληθῶ ὡς τῶν δυναμένων ἀκούειν ἀποστερήσας τὸν λόγον· διὰ τοὺς μὴ ἀξίους ὀκνῶ εἰπεῖν, διὰ τὰ προειρημένα, μή ποτε ῥίψω τὰ ἅγια κυσὶν καὶ

 βύετε τὰ ὦτα οὐκ ἀνοίγοντες οὐδὲ ἀναπεταννύντες αὐτὰ πρὸς παραδοχὴν τῶν λεγομένων, φθάσει ἐφ' ὑμᾶς τὸ «Θυμὸς αὐτοῖς κατὰ τὴν ὁμοίωσιν τοῦ ὄφεως ὡσεὶ ἀ

 κακίας, ἐρεῖς περὶ τοῦ τοιούτου ὅτι τὰ ὀστᾶ αὐτοῦ ἐσκορπίσθη. «Πάντα τὰ ὀστᾶ μου ἐροῦ σιν· Κύριε, τίς ὅμοιός σοι;» Ταῦτα τὰ ὀστᾶ λαλεῖ, διαλέγεται, λέ

 θανάτου φωνῆς. Παραστῆσαι πειράσομαι ὅσα σημαίνεται οὐ καθ' Ἕλληνας, ἀλλ' ὅσα σημαίνεται κατὰ τὴν θείαν γραφήν. Ἴσως μέν μου σοφώτερος καὶ ἄλλα σημαι

 τῷ σκηνώματι, ὅτι ἐνδημοῦμεν ἐν τῷ σώματι. Ὅσον «ἐνδημοῦμεν ἐν τῷ σώματι, ἐκδημοῦμεν ἀπὸ τοῦ Κυρίου». Ἐπιποθήσωμεν «ἐκδημῆσαι ἀπὸ τοῦ σώματος καὶ ἐνδη

ἕν, οὐδὲ ἔσονται οἱ δύο εἰς ψυχὴν μίαν, ἀλλ' «ἔσονται οἱ δύο εἰς σάρκα μίαν». Ὁ δίκαιος πάλιν ἕτερος ὢν τοῦ Χριστοῦ λέγεται ὑπὸ τοῦ ἀπο στόλου πρὸς τὸν Χριστὸν εἶναι ἕν· «Ὁ γὰρ κολλώμενος τῷ Κυρίῳ ἓν πνεῦμά ἐστιν.» Οὐκ ἔστιν ὃς μὲν οὐσίας ὑποδεεστέρας ἢ καταβεβηκυίας καὶ ἐλάττονος, Χριστὸς δὲ θειοτέρας καὶ ἐνδοξοτέρας καὶ μακαριωτέρας; Οὐκοῦν οὐκέτι εἰσὶν δύο; -Ἀλλὰ γὰρ ὁ ἀνὴρ καὶ γυνὴ «οὐκέτι εἰσὶν δύο ἀλλὰ σὰρξ μία», καὶ ὁ ἄνθρωπος ὁ δίκαιος καὶ ὁ Χριστὸς πνεῦμα ἕν· οὕτως ὁ Σωτὴρ ἡμῶν καὶ Κύριος πρὸς τὸν Πατέρα καὶ Θεὸν τῶν ὅλων ἐστὶν οὐ μία σάρξ, οὐχὶ ἓν πνεῦμα, ἀλλὰ τὸ ἀνωτέρω καὶ σαρκὸς καὶ πνεύματος, εἷς Θεός. Ἔδει γὰρ ἐπὶ μὲν ἀνθρώπων κολλωμένων ἀλλήλοις τὸ «σαρκὸς» ὄνομα κεῖσθαι, ἐπὶ δὲ δικαίου ἀνθρώπου κολλωμένου Χριστῷ τὸ «πνεῦμα» ὄνομα κεῖσθαι, ἐπὶ δὲ Χριστοῦ ἑνουμέ νου τῷ Πατρὶ οὐ τὸ «σάρξ», οὐ τὸ «πνεῦμα» ὄνομα 4 κεῖσθαι, ἀλλὰ τούτων τιμιώτερον τὸ «Θεός». Ὅθεν τὸ «Ἐγὼ καὶ ὁ Πατὴρ ἕν ἐσμεν» οὕτω νοῶμεν. Εὐχώ μεθα διὰ μὲν τοὺς τηροῦντες τὴν δυάδα, διὰ δὲ τοὺς ἐμποιοῦντες τὴν ἑνάδα, καὶ οὕτως οὐδὲ εἰς τὴν γνώμην τῶν ἀποσχισθέντων ἀπὸ τῆς ἐκκλησίας εἰς φαντασίαν μοναρχίας ἐμπίπτομεν, ἀναιρούντων Υἱὸν ἀπὸ Πατρὸς καὶ δυνάμει ἀναιρούντων καὶ τὸν Πατέρα, οὔτε εἰς ἄλλην ἀσεβῆ διδασκαλίαν ἐμπίπτομεν τὴν ἀρνουμένην τὴν θεότητα τοῦ Χριστοῦ. Πῶς οὖν λέγουσιν αἱ θεῖαι γραφαὶ ὥσπερ ἐν τῷ «Ἔμπροσθέν μου οὐκ ἐγένετο ἄλλος Θεός, καὶ μετ' ἐμὲ οὐκ ἔσται» καὶ ἐν τῷ «Ἐγώ εἰμι, καὶ οὐκ ἔστιν Θεὸς πλὴν ἐμοῦ». Ταύταις ταῖς φωναῖς οὐ νομιστέον τὸ ἓν ἐπὶ τοῦ Θεοῦ τῶν ὅλων † τῷ ἀχράντῳ χωρὶς Χριστοῦ· μήτε μὴν Χριστοῦ χωρὶς Θεοῦ· ἀλλὰ οὕτως λέγωμεν εἶναι ὡς Ἰησοῦς λέγει τὸ «Ἐγὼ καὶ ὁ Πατήρ μου ἕν ἐσμεν». <Ἐν> τούτοις τοῖς λόγοις μελετᾶν δεῖ διὰ τὸ πολλὰ κεκινῆσθαι ἐν ταύτῃ τῇ ἐκκλησίᾳ. Πολλάκις γράφουσιν ὑπογράψαι, καὶ τὸν ἐπίσκοπον ὑπογράψαι καὶ τοὺς ὑπονοουμένους καὶ ὑπογράψαι ἐπὶ τοῦ λαοῦ παντός, ἵνα μηκέτι περὶ τούτου γένηται στάσις ἢ ζήτησίς τις. Ἐπιτρέποντος οὖν τοῦ Θεοῦ, δεύτερον καὶ τῶν ἐπι σκόπων, τρίτον τῶν πρεσβυτέρων καὶ τοῦ λαοῦ δέ, τὸ κινοῦν με πάλιν εἰς τὸν τόπον ἐρῶ. Ἀεὶ προσφορὰ γίνεται Θεῷ παντοκράτορι διὰ Ἰησοῦ Χριστοῦ, ὡς προσφόρου τῷ Πατρὶ τὴν θεότητα αὐτοῦ· μὴ δὶς ἀλλὰ Θεῷ διὰ Θεοῦ προσφορὰ γινέσθω. Τολμηρὸν δόξω λέγειν, εὐχόμενοι ἐμμένειν ταῖς συνθήκαις· ἐὰν μὴ γένηται, «οὐ μὴ λήμψῃ πρόσωπον ἀνθρώπου οὐδὲ θαυμάσεις πρόσ 5 ωπον δυνάστου» ἐπίσκοπός ἐστιν αν † οὕτως καὶ ἀνίσταται ἐπὶ πάντων εἰ μὴ τοῦτο γίνεται ουτ † συν θήκας ταύτας ἀφορμὰς παρέχοι ζητήσεσιν και ναι † ἐπίσκοπος ἢ πρεσβύτερος οὐκ ἔστιν ἐπίσκοπος, οὐκ ἔστιν πρεσβύτερος· εἰ διάκονος, οὐκ ἔστιν διάκονος οὐδὲ λαικός· εἰ λαικός ἐστιν, οὐκ ἔστιν λαικὸς οὐδὲ συνάγεται. Εἰ δοκεῖ, αὗται αἱ συνθῆκαι γενέσθωσαν. Ἐπιλέγουσίν τινες ὅτι τὰ μὲν περὶ τῆς θεότητος οὐσιωδῶς οὕτω προσφέρων Ἰησοῦ Χριστῷ τὴν θεότητα ὡμολόγησα ἀνάστασιν νεκροῦ σώματος ἐπὶ τῆς ἐκκλη σίας. Ἐπεὶ δὲ ἀνέλαβεν σῶμα ὁ Σωτὴρ καὶ Κύριος ἡμῶν, τὸ σῶμα ἐξετάσωμεν τί ἦν. Μόνη ἡ ἐκκλησία <παρὰ> πάσας τὰς αἱρέσεις ἀρνουμένας τὴν ἀνάστασιν ὁμολογεῖ ἀνάστασιν νεκροῦ σώματος, ὡς ἀκολούθου ὄντος τῷ τὴν ἀπαρχὴν ἐγηγέρθαι ἐκ νεκρῶν τοῦ τοὺς νεκροὺς ἐγείρεσθαι. «Ἀπαρχὴ Χριστός»· διὰ τοῦτο νεκρὸν γέγονεν αὐτοῦ τὸ σῶμα. Εἰ γὰρ μὴ νεκρὸν γέγονεν αὐτοῦ τὸ σῶμα, δυνάμενον ἑλιγῆναι σινδόνι, σμύρναν λαβεῖν καὶ ὅσα ἄλλα τοῖς νεκροῖς, καὶ ἀπο τεθῆναι ἐν μνήματι, - ταῦτα δὲ σῶμα πνευματικὸν παθεῖν οὐ δύναται· πάντῃ γὰρ τὸ πνευματικὸν νεκρω θῆναι οὐχ οἷόν τέ ἐστιν, ἢ ἀναίσθητον τὸ πνευματικὸν γενέσθαι οὐχ οἷόν τέ ἐστιν· εἰ γὰρ δύναται πνευματικὸν νεκρωθῆναι, φόβος ἐστὶν μὴ μετὰ τὴν ἀνάστασιν τῶν νεκρῶν, ὅταν ἐγερθῇ ἡμῶν τὸ σῶμα κατὰ τὸν ἀπό στολον λέγοντα «Σπείρεται ψυχικόν, ἐγείρεται πνευμα 6 τικόν», ἀποθνῄσκωμεν πάντες. «Χριστὸς γὰρ ἐγερθεὶς ἐκ νεκρῶν οὐκέτι ἀποθνῄσκει.» Οὐ μόνον δὲ «Χριστὸς ἐγερθεὶς ἐκ νεκρῶν οὐκέτι ἀποθνῄσκει» ἀλλὰ καὶ «οἱ τοῦ Χριστοῦ» ἐγερθέντες ἐκ νεκρῶν οὐκέτι