Dialogus cum Heraclide

 ἕν, οὐδὲ ἔσονται οἱ δύο εἰς ψυχὴν μίαν, ἀλλ' «ἔσονται οἱ δύο εἰς σάρκα μίαν». Ὁ δίκαιος πάλιν ἕτερος ὢν τοῦ Χριστοῦ λέγεται ὑπὸ τοῦ ἀπο στόλου πρὸς τὸ

 ἀποθνῄσκουσιν. Εἰ ἀρέσκει ταῦτα, καὶ ταῦτα ἐπὶ διαμαρτυρίας τοῦ λαοῦ ἔσται νενομοθετημένα καὶ πεπηγμένα. Τί ἄλλο περὶ τῆς πίστεως; δοκεῖ σοι ταῦτα, Μά

 κατωρθωμένῳ, οἱ δὲ ἀνάπαλιν ἐπὶ τῇ πίστει οὐ κολα σθήσονται, ἐπὶ δὲ τῷ βίῳ ὡς παρὰ τὸν ὀρθὸν λόγον βιώσαντες κολασθήσονται. Ἐγὼ νομίζω ἐν ταῖς Σολο μῶ

 Κοσμοποιΐᾳ ἐπανάλημψιν εἶναι μετὰ τὴν κτίσιν τοῦ ἀνθρώπου τὸ «Ἔλαβεν ὁ Θεὸς χοῦν ἀπὸ τῆς γῆς καὶ ἔπλασεν τὸν ἄνθρωπον». Τούτοις ἀκολουθεῖ τὸ «κατ' εἰκ

 εἰπεῖν, μὴ ἐγκληθῶ ὡς τῶν δυναμένων ἀκούειν ἀποστερήσας τὸν λόγον· διὰ τοὺς μὴ ἀξίους ὀκνῶ εἰπεῖν, διὰ τὰ προειρημένα, μή ποτε ῥίψω τὰ ἅγια κυσὶν καὶ

 βύετε τὰ ὦτα οὐκ ἀνοίγοντες οὐδὲ ἀναπεταννύντες αὐτὰ πρὸς παραδοχὴν τῶν λεγομένων, φθάσει ἐφ' ὑμᾶς τὸ «Θυμὸς αὐτοῖς κατὰ τὴν ὁμοίωσιν τοῦ ὄφεως ὡσεὶ ἀ

 κακίας, ἐρεῖς περὶ τοῦ τοιούτου ὅτι τὰ ὀστᾶ αὐτοῦ ἐσκορπίσθη. «Πάντα τὰ ὀστᾶ μου ἐροῦ σιν· Κύριε, τίς ὅμοιός σοι;» Ταῦτα τὰ ὀστᾶ λαλεῖ, διαλέγεται, λέ

 θανάτου φωνῆς. Παραστῆσαι πειράσομαι ὅσα σημαίνεται οὐ καθ' Ἕλληνας, ἀλλ' ὅσα σημαίνεται κατὰ τὴν θείαν γραφήν. Ἴσως μέν μου σοφώτερος καὶ ἄλλα σημαι

 τῷ σκηνώματι, ὅτι ἐνδημοῦμεν ἐν τῷ σώματι. Ὅσον «ἐνδημοῦμεν ἐν τῷ σώματι, ἐκδημοῦμεν ἀπὸ τοῦ Κυρίου». Ἐπιποθήσωμεν «ἐκδημῆσαι ἀπὸ τοῦ σώματος καὶ ἐνδη

ἀποθνῄσκουσιν. Εἰ ἀρέσκει ταῦτα, καὶ ταῦτα ἐπὶ διαμαρτυρίας τοῦ λαοῦ ἔσται νενομοθετημένα καὶ πεπηγμένα. Τί ἄλλο περὶ τῆς πίστεως; δοκεῖ σοι ταῦτα, Μάξιμε, † ειπεναι;» Μάξιμος εἶπεν· «Γένοιτο πάντας ὁμοίους μοι γενέσθαι. Ἐπὶ Θεοῦ καὶ ἐκκλησίας, καὶ <ὑπο>γράφω καὶ καταθεματίζω· πλὴν μέντοι ἵνα μὴ δισταχθεὶς ὅλως καὶ διψυχήσω † περί τινος πυνθάνομαι· καὶ γὰρ τοῦτο οἴδασιν οἱ ἀδελφοὶ ὅτι ἔλεγον· «Ἔχω παρὰ τοῦ ἀδελφοῦ ὠφεληθῆναι καὶ τοῦτο διδαχθῆναι.» Ὄντος τοῦ πνεύματος παραδεδομένου τῷ Πατρὶ κατὰ τὸ «Πάτερ, εἰς χεῖράς σου παρατίθημι τὸ πνεῦμά μου», τοῦ τε πνεύματος χωρὶς τῆς σαρκὸς ἀποθανούσης καὶ κειμένης ἐν μνημείῳ, ὡς ἀνοίγεται καὶ οἱ νεκροὶ πῶς ἀνίστανται;» Ὠριγένης εἶπεν· «Σύνθετον εἶναι τὸν ἄνθρωπον μεμαθήκαμεν ἀπὸ τῶν ἱερῶν γραφῶν. Φησὶν γὰρ ὁ ἀπόστολος· «Ὁ δὲ Θεὸς ἁγιάσαι ὑμῶν τὸ πνεῦμα καὶ ἡ ψυχὴ καὶ τὸ σῶμα·» τὸ δὲ «Ἁγιάσαι ὑμᾶς ὁλοτελεῖς, καὶ ὁλόκληρον ὑμῶν τὸ πνεῦμα καὶ ἡ ψυχὴ καὶ τὸ σῶμα ἀμέμπτως ἐν τῇ παρουσίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ τηρηθείη», -τοῦτο τὸ πνεῦμα οὐκ ἔστιν τὸ ἅγιον πνεῦμα, ἀλλὰ μέρος τῆς τοῦ ἀνθρώπου συστάσεως, ὡς διδάσκων ὁ αὐτὸς ἀπόστολος λέγει· «Τὸ πνεῦμα συμμαρτυρεῖ τῷ πνεύματι ἡμῶν.» Εἰ γὰρ ἦν τὸ πνεῦμα τὸ ἅγιον, οὐκ ἂν ἔλεγεν· «Τὸ πνεῦμα 7 συμμαρτυρεῖ τῷ πνεύματι ἡμῶν.» Ὁ τοίνυν Σωτὴρ καὶ Κύριος ἡμῶν θέλων ἄνθρωπον σῶσαι ὥσπερ ἠθέ λησεν σῶσαι, διὰ τοῦτο οὕτως ἠθέλησεν σῶσαι σῶμα, ὡς ἠθέλησεν ὁμοίως σῶσαι καὶ ψυχήν, ἠθέλησεν καὶ τὸ λεῖπον τοῦ ἀνθρώπου σῶσαι, τὸ πνεῦμα. Οὐκ ἂν δὲ ὅλος ἄνθρωπος ἐσώθη, εἰ μὴ ὅλον τὸν ἄνθρωπον ἀνειλήφει. Ἀθετοῦσι τὴν σωτηρίαν τοῦ σώματος τοῦ ἀνθρωπίνου πνευματικὸν λέγοντες τὸ σῶμα τοῦ Σωτῆ ρος· ἀθετοῦσι τὴν σωτηρίαν τοῦ ἀνθρωπίνου πνεύματος περὶ οὗ λέγει ὁ ἀπόστολος· «Οὐδεὶς οἶδεν ἀνθρώπων τὰ τοῦ ἀνθρώπου, εἰ μὴ τὸ πνεῦμα τοῦ ἀνθρώπου τὸ ἐν αὐτῷ.» Θέλων σῶσαι τὸ πνεῦμα τοῦ ἀνθρώπου, περὶ οὗ τάδε εἶπεν ὁ ἀπόστολος, ἀνέλαβεν καὶ ἀνθρώ που πνεῦμα. Τὰ τρία ταῦτα παρὰ τὸν καιρὸν τοῦ πάθους διηρέθη, τὰ τρία ταῦτα παρὰ τὸν καιρὸν τῆς ἀναστάσεως ἡνώθη. Παρὰ τὸν καιρὸν τοῦ πάθους διηρέθη. Πῶς; Τὸ σῶμα ἐν τῷ μνημείῳ, ἡ ψυχὴ ἐν ᾅδου, τὸ πνεῦμα παρέθετο τῷ Πατρί. Ἡ ψυχὴ ἐν ᾅδου· «Οὐκ ἐγκαταλείψεις τὴν ψυχήν μου εἰς τὸν ᾅδην.» Εἰ παρέθετο τὸ πνεῦμα τῷ Πατρί, παρακατα θήκην δέδωκεν τὸ πνεῦμα. Ἄλλο ἐστὶν χαρίσασθαι, καὶ ἄλλο παραδοῦναι, καὶ ἄλλο τὸ παρακαταθέσθαι. Ὁ παρακατατιθέμενος παρακατατίθεται ἵνα ἀπολάβῃ τὴν παρακαταθήκην. Τίνι οὖν ἔδει τὴν παρακαταθήκην παραθέσθαι τὸ πνεῦμα τῷ Πατρί; Ὑπὲρ ἐμέ ἐστιν καὶ τὴν ἐμὴν ἕξιν καὶ τὸν ἐμὸν νοῦν, -οὐ γάρ εἰμι τηλι κοῦτος εἰπεῖν ὅτι ὥσπερ τὸ σῶμα οὐχ οἷόν τε ἦν εἰς 8 ᾅδου καταβῆναι, κἂν τοῦτο λέγωσιν οἱ πνευματικὸν λέγοντες τὸ σῶμα τοῦ Ἰησοῦ, οὕτως οὐδὲ τὸ πνεῦμα οἷόν τε ἦν καταβῆναι εἰς ᾅδου, διὸ παρακαταθήκην ἔδωκεν ἕως ἀναστῇ ἐκ νεκρῶν τὸ πνεῦμα τῷ Πατρί. Ταύτην τὴν παραθήκην παραθέμενος τῷ Πατρί, ἀπο λαμβάνει. Πότε; Οὐχ ἅμα τῇ ἀναστάσει, ἀλλ' εὐθέως μετὰ τὴν ἀνάστασιν. Μάρτυρά μοι φέρε τὴν γραφὴν τὴν εὐαγγελικήν. Ἀνέστη ὁ Κύριος Ἰησοῦς Χριστὸς ἐκ νεκρῶν· ἀπήντησεν αὐτῷ ἡ Μαρία, καί φησιν πρὸς αὐτήν· «»Μή μου ἅπτου.»« Ἐβούλετο γὰρ τὸν ἁπτό μενον αὐτοῦ ὁλοτελοῦς ἅψασθαι, ἵνα ἁψάμενος ὁλοτε λοῦς ὠφεληθῇ ἀπὸ τοῦ σώματος τὸ σῶμα, ἀπὸ τῆς ψυχῆς τὴν ψυχήν, τὸ πνεῦμα ἀπὸ τοῦ πνεύματος· «»Οὔπω γὰρ ἀναβέβηκα πρὸς τὸν Πατέρα»«· ἀναβαίνει πρὸς τὸν Πατέρα καὶ ἔρχεται πρὸς τοὺς μαθητάς. Οὐκοῦν ἀναβαίνει πρὸς τὸν Πατέρα. Ἕνεκα τίνος; τὴν παρακαταθήκην ἀπολαβεῖν. Τὰ μὲν περὶ τῆς πίστεως, ὅσα ἔσηνεν ἡμᾶς, συν εξετάσθη· εἰδέναι δὲ χρὴ ὅτι κρινόμεθα ἐν τῷ θείῳ δικαστηρίῳ οὐ περὶ πίστεως μόνης, ὡς τοῦ βίου μὴ ἐξεταζομένου, οὐδὲ περὶ βίου μόνου, ὡς τῆς πίστεως μὴ ἐρευνωμένης. Ἐξ ἀμφοτέρων κατορθουμένων δι καιούμεθα, ἐξ ἀμφοτέρων μὴ κατορθουμένων ἐπ' ἀμφοτέροις κολαζόμεθα. Εἰσὶν δέ τινες οὐκ ἐπ' ἀμφο τέροις κολασθησόμενοι, ἀλλ' ἐπὶ τῷ ἑτέρῳ, οἱ μὲν ἐπὶ τῇ πίστει ὡς ἐπταισμένῃ, ἀλλ' οὐκ ἐπὶ τῷ βίῳ ὡς οὐ 9