Dialogus cum Heraclide

 ἕν, οὐδὲ ἔσονται οἱ δύο εἰς ψυχὴν μίαν, ἀλλ' «ἔσονται οἱ δύο εἰς σάρκα μίαν». Ὁ δίκαιος πάλιν ἕτερος ὢν τοῦ Χριστοῦ λέγεται ὑπὸ τοῦ ἀπο στόλου πρὸς τὸ

 ἀποθνῄσκουσιν. Εἰ ἀρέσκει ταῦτα, καὶ ταῦτα ἐπὶ διαμαρτυρίας τοῦ λαοῦ ἔσται νενομοθετημένα καὶ πεπηγμένα. Τί ἄλλο περὶ τῆς πίστεως; δοκεῖ σοι ταῦτα, Μά

 κατωρθωμένῳ, οἱ δὲ ἀνάπαλιν ἐπὶ τῇ πίστει οὐ κολα σθήσονται, ἐπὶ δὲ τῷ βίῳ ὡς παρὰ τὸν ὀρθὸν λόγον βιώσαντες κολασθήσονται. Ἐγὼ νομίζω ἐν ταῖς Σολο μῶ

 Κοσμοποιΐᾳ ἐπανάλημψιν εἶναι μετὰ τὴν κτίσιν τοῦ ἀνθρώπου τὸ «Ἔλαβεν ὁ Θεὸς χοῦν ἀπὸ τῆς γῆς καὶ ἔπλασεν τὸν ἄνθρωπον». Τούτοις ἀκολουθεῖ τὸ «κατ' εἰκ

 εἰπεῖν, μὴ ἐγκληθῶ ὡς τῶν δυναμένων ἀκούειν ἀποστερήσας τὸν λόγον· διὰ τοὺς μὴ ἀξίους ὀκνῶ εἰπεῖν, διὰ τὰ προειρημένα, μή ποτε ῥίψω τὰ ἅγια κυσὶν καὶ

 βύετε τὰ ὦτα οὐκ ἀνοίγοντες οὐδὲ ἀναπεταννύντες αὐτὰ πρὸς παραδοχὴν τῶν λεγομένων, φθάσει ἐφ' ὑμᾶς τὸ «Θυμὸς αὐτοῖς κατὰ τὴν ὁμοίωσιν τοῦ ὄφεως ὡσεὶ ἀ

 κακίας, ἐρεῖς περὶ τοῦ τοιούτου ὅτι τὰ ὀστᾶ αὐτοῦ ἐσκορπίσθη. «Πάντα τὰ ὀστᾶ μου ἐροῦ σιν· Κύριε, τίς ὅμοιός σοι;» Ταῦτα τὰ ὀστᾶ λαλεῖ, διαλέγεται, λέ

 θανάτου φωνῆς. Παραστῆσαι πειράσομαι ὅσα σημαίνεται οὐ καθ' Ἕλληνας, ἀλλ' ὅσα σημαίνεται κατὰ τὴν θείαν γραφήν. Ἴσως μέν μου σοφώτερος καὶ ἄλλα σημαι

 τῷ σκηνώματι, ὅτι ἐνδημοῦμεν ἐν τῷ σώματι. Ὅσον «ἐνδημοῦμεν ἐν τῷ σώματι, ἐκδημοῦμεν ἀπὸ τοῦ Κυρίου». Ἐπιποθήσωμεν «ἐκδημῆσαι ἀπὸ τοῦ σώματος καὶ ἐνδη

κατωρθωμένῳ, οἱ δὲ ἀνάπαλιν ἐπὶ τῇ πίστει οὐ κολα σθήσονται, ἐπὶ δὲ τῷ βίῳ ὡς παρὰ τὸν ὀρθὸν λόγον βιώσαντες κολασθήσονται. Ἐγὼ νομίζω ἐν ταῖς Σολο μῶντος Παροιμίαις τὰ γενικὰ ταῦτα δύο, -λέγω δὲ τὸ περὶ τοῦ πῶς πιστεύομεν καὶ γινώσκομεν καὶ τὸ περὶ τοῦ πῶς βιοῦμεν, -λέγεσθαι ὑπὸ τοῦ Σολο μῶντος τοῦτον τὸν τρόπον· «Τίς καυχήσεται ἁγνὴν ἔχων τὴν καρδίαν; Ἢ τίς παραστήσεται λέγων καθαρὸς εἶναι ἀπὸ ἁμαρτιῶν;» Τὴν γὰρ διαφορὰν τούτων οὕτω λαμβάνομεν, περὶ μὲν φρόνημα τὴν καρδίαν, περὶ δὲ τὰς πράξεις τὰς ἁμαρτίας. «Τίς καυχήσεται ἁγνὴν ἔχων τὴν καρδίαν» μὴ μεμολυμμένην «ψευδωνύμῳ γνώσει», μὴ μεμολυμμένην ψεύδει; «Ἢ τίς παραστή σεται λέγων καθαρὸς εἶναι ἀπὸ ἁμαρτιῶν» ἐν τῷ πρακτικῷ μηδὲν ἁμαρτήσας; Εἴπερ οὖν βουλόμεθα σώζεσθαι, μὴ περὶ τὴν πίστιν μὲν γινόμενοι περὶ τὴν πρᾶξιν ἀμελῶμεν τοῦ βίου, μὴ οὐδὲ πάλιν τῷ βίῳ θαρρῶμεν· ἐξ ἀμφοτέρων γινώσκωμεν, καταλαμβά νωμεν, πιστεύωμεν ἢ τὸ ἀνέγκλητον ἕξειν ἢ καὶ τὸ μακάριον, ἢ τὸ ἐναντίον τούτοις. Τῶν οὖν κολαζομένων ἐστὶν οὐ μόνον τὰ φρικτὰ καὶ φοβερά, ἃ οὐδὲ ὀνομά ζεσθαι ὀφείλει ἐν ἀμφοτέροις, ἀλλὰ καὶ τὰ νομιζόμενα εἶναι ὑποδεέστερα. ∆ιὰ τοῦτο δοκεῖ ὁ ἀπόστολος κατειλεχέναι τοῖς (εἰ δεῖ οὕτως ὀνομάσαι) τοῖς ἀθεμίτοις 10 καὶ μυσαροῖς καὶ μιαροῖς τὰ ὑπὸ τῶν πολλῶν κατα φρονούμενα. Τί γὰρ λέγει; «Μὴ πλανᾶσθε· οὔτε πόρνοι, οὔτε μοιχοί, οὔτε μαλακοί, οὔτε ἀρσενοκοῖται, οὔτε κλέπται, οὐ μέθυσοι, οὐ λοίδοροι βασιλείαν Θεοῦ κληρονομήσουσιν.» Ὁρᾷς τοῖς τηλικούτοις κακοῖς, τῷ ἀρσενοκοίτῃ, τῷ μαλακῷ, τῷ μοιχῷ, τῷ πόρνῳ συνη ρίθμησεν τὸν μέθυσον, τὸν λοίδορον, ἁμαρτήματα καταφρονούμενα ὑπὸ πάντων ἡμῶν, ἵνα διδαχθῶμεν ὅτι οὐκ ἐπ' ἐκείνοις μόνοις ἐκβαλλόμεθα ἐκ τῆς βασι λείας τοῦ Θεοῦ, ἀλλὰ καὶ ἐπὶ τούτοις ἃ νομίζεται εἶναι ἐλάττονα. ∆ιόπερ μήτε λοιδορῶμεν, μήτε μεθύω μεν, μήτε ἁρπάζωμεν, μήτε κλέπτωμεν, μηδὲ τὰ οὐ θεμιτὰ πράττωμεν, κἂν πλανώμεθα. Εἴ τι περὶ κανόνος λείπει, ὑπομνήσατε· ἔτι λοιπὸν εἰς τὴν γραφὴν ἐροῦμεν.» ∆ιονύσιος εἶπεν· «Εἰ ἡ ψυχὴ τὸ αἷμα;» Ὠριγένης εἶπεν· «Ἦλθέν μου εἰς τὰς ἀκοάς, καὶ πεπληροφορημένος λέγω, ὅτι τινὲς τῶν ἐνταῦθα καὶ τῶν ἐν τοῖς ἀστυγείτοσιν οἴονται μετὰ τὴν ἐντεῦθεν ἀπαλλαγὴν τὴν ψυχὴν μηδὲν αἰσθάνεσθαι, ἀλλὰ εἶναι ἐν τῷ μνημείῳ, ἐν τῷ σώματι. Καὶ οἶδα περὶ τούτου τραχύτερον ἐνεχθεὶς πρὸς τὸν ἄλλον Ἡρακλείδαν καὶ Κέλερα τὸν πρὸ αὐτοῦ, καὶ τοσοῦτον τραχύτερον ὥστε καταλιπεῖν καὶ θελῆσαι ἀπελθεῖν· καίτοι τιμῆς ἕνεκεν καὶ τοῦ λόγου μετεπέμψατο ἡμᾶς· συγκατέβημεν εἰς 11 τὸν λόγον, ἔδωκεν φωνὴν ὡς ἐκεῖνος ἐκάθαρεν αὑτὸν ὡς πρὸς ἡμᾶς φωναῖς πίστεως † ὅτι ὡς πρὸς Θεόν. Ἀναγκαίως οὖν καὶ τοῦτο ζητεῖ ὁ ἀγαπητὸς ∆ιο νύσιος. Τὰ ῥητὰ ὑφ' ὧν περισπῶνται, μή τί με λάθῃ αὐτῶν, πρῶτον ἐκθήσομαι, καὶ πρὸς ἕκαστον, Θεοῦ διδόντος, κατὰ τὴν εὐχὴν ὑμῶν ἀποκρινούμεθα. -Τὸ μὲν περισπάσαν ἐστὶν ὅτι «Ἡ ψυχὴ πάσης σαρκὸς αἷμά ἐστιν»· καὶ τοῦτο τὸ ῥητὸν δεινῶς ἐκίνησεν τοὺς μὴ νοήσαντας αὐτό· καὶ «Οὐ φάγεσθε τὴν ψυχὴν μετὰ τῆς σαρκός· πρόσεχε ἰσχυρῶς τοῦ μὴ φαγεῖν αἷμα· οὐ φάγεσθε τὴν ψυχὴν μετὰ τῆς σαρκός». Τὸ περισπάσαν τοῦτό ἐστιν· τὰ γὰρ ἕτερα τὰ περισπάσαντα πολλῷ ἐλάττονά ἐστιν τῆς ἐμφάσεως τῆς κατὰ ταῦτα διανοίας. Ἐγὼ δὲ κατὰ τὰ ἐμὰ μέρη, εὐχόμενος βοηθεῖσθαι ἐν τῷ ἀναγινώσκειν τὰ θεῖα (βοηθείας γὰρ δεόμεθα ἵνα μὴ ἄλλο τι παρὰ τὴν ἀλήθειαν φρονήσωμεν) ... Εὗρον ὁμωνύμως πᾶσι τοῖς σωματικοῖς ὀνομαζόμενα οὐ σωμα τικά, ἵνα τὰ μὲν σωματικὰ ᾖ κατὰ τὸν ἔξω ἄνθρωπον, τὰ δὲ ὁμώνυμα τοῖς σωματικοῖς κατὰ τὸν ἔσω. ∆ύο ἀνθρώπους ἡ γραφὴ λέγει εἶναι τὸν ἄνθρωπον· «Εἰ γὰρ καὶ ὁ ἔξω ἡμῶν ἄνθρωπος διαφθείρεται, ἀλλ' ὁ ἔσω ἡμῶν ἀνακαινοῦται ἡμέρᾳ καὶ ἡμέρᾳ»· καὶ «Συνήδομαι τῷ νόμῳ τοῦ Θεοῦ κατὰ τὸν ἔσω ἄνθρωπον.» Τούτους τοὺς δύο ἀνθρώπους ὁ μὲν ἀπόστολος πανταχοῦ 12 παρίστησιν καθ' ἕκαστον. ∆οκεῖ δέ μοι οὐκ αὐτὸς τετολμηκέναι τοῦτον τὸν λόγον καινοτομεῖν, ἀλλ' ἀπὸ τῶν γραφῶν ἀσαφέστερον εἰρηκυιῶν γυμνότερον νε νοηκὼς εἰρηκέναι. Οἴονταί τινες ἐν τῇ