πλάττουσιν. ἦν γάρ τις κἀμοὶ ἀνθρωπίσκος, ἀγενὴς μὲν τὴν ψυχήν, λογοποιὸς δὲ οὐχ ἥκιστα· τούτῳ γοῦν οὐ νυκτὸς μόνον, ἀλλὰ καὶ ἡμέρας τὰ τοιαῦτα παρυφίστατο φάσματα· ἑώρα γοῦν τὸ μὴ ὄν, ὥσπερ ὁ Ὀρέστης τὰς Εὐμενίδας, καὶ ἔπλαττε τὸ ἀνύπαρκτον· νυκτὸς δὲ βραχύ τι προβαίνων, εἶτα δειλιάσας, ἀνέστρεφε καὶ τοῖς πολλοῖς ἀνετύπου τὸν μὴ ὄντα Βαβουτζικάριον. γίνεται δὲ τοῦτο ἐκ κοινοῦ πάθους, σώματός φημι καὶ ψυχῆς· ἡ μὲν γὰρ τῇ ἐμφύτῳ νόσῳ ταράττεται, οἱ δέ γε ὀφθαλμοὶ ἀσθενῶς τηνικαῦτα τῆς ὁρατικῆς δυνάμεως ἔχοντες καὶ μὴ καθαρὸν τὸ φῶς ἀκοντίζοντες, ὃ πάσχουσιν ἔσωθεν, ἔξωθεν δοκοῦσιν ὁρᾶν, καὶ τὸ πάθος τοῦτο δαίμων ἐκείνοις ἐνομίσθη καὶ ὠνομάσθη. Εἰ δὲ μὴ πάντα τὸν χρόνον, ἀλλ' ἐν αἷς ἡμέραις τὴν τοῦ Χριστοῦ γένναν πανηγυρίζομεν καὶ τὸ θεῖον ἑορτάζομεν βάπτισμα, τοῦτο δὴ τὸ πάθος εἰς δαίμονα ἀναπέπλασται, θαυμάζειν οὐ χρή· τηνικαῦτα γὰρ διὰ τὰς ἀναγκαίας πανηγύρεις νυκτὸς παρ' ἀλλήλους οἱ ἄνθρωποι ἀφικνούμενοι τό τε πάθος ὑφίστανται καὶ ἡ τοῦ δαίμονος χώραν ἔσχεν ὑπόληψις. 164 [δε γιλλο] Ἡ δέ γε Γιλλώ, τοῦτο δὴ τὸ ἀρχαῖον καὶ πολυθρύλλητον ὄνομα, οὔτε δαίμων τίς ἐστιν οὔτε ἄνθρωπος ἀθρόον εἰς ὠμότητα θηρίου μετενεχθείς· ἀπείρηται γὰρ πᾶσι φιλοσόφοις τῶν φύσεων ἡ μετάβασις, καὶ οὔτε θηρίον ποτ' ἂν ἐξανθρωπισθείη οὔτε μὴν ἄνθρωπος εἰς θῆρα μετενεχθείη, ἀλλ' οὔτε εἰς δαίμονα οὔτε εἰς ἄγγελον. ὀνόματα δὲ δαιμόνων καὶ δυνάμεις αὐτῶν πολλάς τε καὶ ἐν πολλοῖς γνοὺς οὔτε παρὰ τοῖς λογίοις οὔτε παρὰ ταῖς ἀγυρτικαῖς βίβλοις τοῦ Πορφυρίου τῇ Γιλλῷ ἐντετύχηκα. ἀπόκρυφον δέ μοι βιβλίον Ἑβραϊκὸν τοῦτο τὸ ὄνομα προσέπλασεν. ὁ δὲ τὸ βιβλίον γράψας τὸν Σολομῶντα ποιεῖται ὑπόθεσιν, κἀκεῖνον εἰσάγει ὥσπερ ἐν δράματι τὰ τῶν δαιμόνων ὀνόματα καὶ τὰς πράξεις ἀγγέλλοντα. ἔστι γοῦν παρ' αὐτῷ ἡ Γιλλὼ δύναμίς τις πρὸς τὰς γενέσεις καὶ τὰς οὐσίας ἀντίθετος. αὕτη γοῦν τά τε κυοφορούμενα, φησίν, ἀναιρεῖ καὶ ὁπόσα τῆς μήτρας διολισθήσοι, καὶ χρόνος αὐτῇ τῆς ἀναιρέσεως ἐνιαύσιος ὥρισται· εἶτα δὴ δεσμεῖ αὐτὴν ἡ Ἀδράστεια. Ἀλλ' ἥ γε τήμερον ἐπέχουσα δόξα τοῖς γραϊδίοις τὴν δύναμιν ταύτην παρέχεται· πτεροῖ γοῦν τὰς παρηβηκυίας καὶ ἀφανῶς εἰσοικίζει τοῖς βρέφεσιν· εἶτα θηλάζειν ποιεῖ ταύτας καὶ πᾶσαν τὴν ἐν τοῖς βρέφεσιν ἀπορροφᾶν ὥσπερ ὑγρότητα. τὰ γοῦν συντακέντα τῶν νεογνῶν Γιλλόβρωτα αἱ περὶ τὴν λεχὼ ὀνομάζουσιν. ἔστι δὲ καὶ τοῦτο πάθος σώμασιν οἰκεῖον νεογιλλοῖς ὥσπερ καὶ τὸ παρὰ τοῖς πολλοῖς παιδικὸν ὀνομαζόμενον. ἀλλ' ἐκεῖνο μέν ἐστιν ἐπίληψις ἀκριβὴς διὰ τὴν τῶν μορίων ὑγρότητα πασχούσης τῆς μήνιγγος, τοῦτο δὲ σύντηξις τῶν σπλάγχνων ἀπὸ στερήσεως, ἅτε στερρότητος στερουμένων, ὑφιζανόντων καὶ τοῖς βρέφεσιν ἐμποιούντων τὸν θάνατον. Ὅτι μὲν οὖν πεφανέρωται ταῦτα τῷ βίῳ ἴσασιν οἱ σοφοί· σὺ δέ τι πλέον ἐπίστασο, τὰ μὲν ἀνάγων εἰς ὑψηλοτέρας ἐννοίας, τὰ δὲ ἀπὸ δοξῶν ἀρχαίων εἰς τὰς δημώδεις ὑπολήψεις κατάγων.