γὰρ καὶ τοῦ σεμνύνεσθαι ὑψηλότερον καὶ τοῦ ἐκφωνεῖσθαι καὶ τοῦ ἐννοεῖσθαι. Χαλδαϊκὸν λόγιον. αἳ ἴυγγες νοούμεναι πατρόθεν νοέουσι καὶ αὐταί, βουλαῖς ἀφθέγκτοις κινούμεναι, ὥστε νοῆσαι. Ἐξήγησις. αἱ ἴυγγες δυνάμεις εἰσί τινες μετὰ τὸν πατρικὸν βυθὸν ἐκ τριῶν τριάδων συγκείμεναι· ἃς νοεῖ ὁ πατὴρ κατὰ τὸν πατρικὸν νοῦν τὸν τὴν αἰτίαν αὐτῶν ἑνοειδῶς ἐν ἑαυτῷ προστησάμενον. αἱ δὲ βουλαὶ τοῦ πατρὸς διὰ τὴν νοητὴν ὑπερβολὴν ἄφθεγκτοι. ἀφθεγκταὶ γάρ εἰσιν αἱ 146 ἐνέργειαι τῶν ὄντων· αὐταὶ δὲ αἱ ὑπάρξεις ἄφθεγκτοι. τὰ δὲ τῶν ἐξῃρημένων συνθήματα νοερά, κἂν νοῆται ὑπὸ τῶν δευτέρων, ὡς ἄφθεγκτα νοεῖται καὶ ὡς ἐξῃρημένα τῶν νοητῶν προόδων. ὡς γὰρ αἱ τῶν ψυχῶν νοήσεις, κἂν νοῶσι τὰς νοερὰς τάξεις, ὡς ἀμεταβάτους νοοῦσιν, οὕτως αἱ τῶν νοερῶν ἐνέργειαι, τὰ νοερὰ συνθήματα νοοῦσαι, ὡς ἄφθεγκτα νοοῦσιν ἐν ὑπάρξεσιν ὑφεστηκότα ἀγνώστοις.
Τοῦ αὐτοῦ ἔκθεσις κεφαλαιώδης καὶ σύντομος τῶν παρὰ Χαλδαίοις δογμάτων
Ἑπτά φασι σωματικοὺς κόσμους, ἐμπύριον ἕνα καὶ πρῶτον, καὶ τρεῖς μετ' αὐτὸν αἰθερίους, ἔπειτα τρεῖς ὑλαίους, ὧν ὁ ἔσχατος χθόνιος εἴρηται καὶ μισοφαής, ὅστις ἐστὶν ὁ ὑπὸ σελήνην τόπος, ἔχων ἐν ἑαυτῷ καὶ τὴν ὕλην ἣν καλοῦσι βυθόν. μίαν ἀρχὴν τῶν πάντων δοξάζουσι, καὶ ἓν αὐτὴν καὶ ἀγαθὸν ἀνυμνοῦσιν. εἶτα πατρικόν τινα βυθὸν σέβονται, ἐκ τριῶν τριάδων συγκείμενον. ἑκάστη δὲ τριὰς ἔχει πατέρα, δύναμιν καὶ νοῦν. εἶτα ἔστιν ἡ νοητὴ ἴυγξ, μετὰ δὲ ταύτην οἱ συνοχεῖς, ὁ ἐμπύριος, ὁ αἰθέριος καὶ ὁ ὑλαῖος. μετὰ δὲ τοὺς συνοχεῖς οἱ τελετάρχαι, μετὰ δὲ τούτους οἱ πηγαῖοι πατέρες οἱ καλούμενοι καὶ κοσμαγοί· ὧν ὁ πρῶτος ὁ ἅπαξ ἐπέκεινα λεγόμενος· μεθ' ὃν ἡ Ἑκάτη, εἶτα ὁ δὶς ἐπέκεινα, μεθ' οὓς τρεῖς ἀμείλικτοι, καὶ τελευταῖος ὁ ὑπεζωκώς. σέβονται δὲ καὶ πηγαίαν τριάδα πίστεως καὶ ἀληθείας καὶ ἔρωτος. φασὶ δὲ καὶ ἀρχικὸν ἥλιον ἀπὸ 147 τῆς ἡλιακῆς πηγῆς καὶ ἀρχαγγελικόν, καὶ πηγὴν αἰσθήσεως καὶ πηγαίαν κρίσιν καὶ κεραύνιον πηγὴν καὶ πηγὴν διοπτρῶν καὶ χαρακτήρων πηγὴν ἐπιβατεύουσαν τοῖς ἀγνώστοις συνθήμασι, καὶ πηγαίας ἀκρότητας Ἀπόλλωνος, Ὀσίριδος, Ἑρμοῦ. καὶ ὑλικὰς δὲ πηγάς φασιν, κέντρων καὶστοιχείων καὶ ὀνείρων ζώνην, καὶ πηγαίαν ψυχήν. μετὰ δὲ τὰς πηγὰς λέγουσιν εἶναι ἀρχάς. αἱ γὰρ πηγαὶ ἀρχικώτεραι τῶν ἀρχῶν· τῶν δὲ ζῳογόνων ἀρχῶν ἡ μὲν ἀκρότης Ἑκάτη καλεῖται, ἡ δὲ μεσότης ψυχὴ ἀρχική, ἡ δὲ περάτωσις ἀρετὴ ἀρχική. εἰσὶ δὲ παρ' αὐτοῖς καὶ ἄζωνοι Ἑκάται, ὡς ἡ τριοδῖτις ἡ Χαλδαϊκὴ καὶ ἡ κωμὰς καὶ ἡ ἐκκλύστη· ἀζωνικοὶ δὲ παρ' αὐτοῖς θεοὶ ὁ Σάραπις καὶ ὁ ∆ιόνυσος καὶ ἡ τοῦ Ὀσίριδος σειρὰ καὶ ἡ τοῦ Ἀπόλλωνος. ἄζωνοι δὲ καλοῦνται οἱ εὐλύτως ἐνεξουσιάζοντες ταῖς ζώναις καὶ ὑπεριδρυμένοι τῶν ἐμφανῶν θεῶν, ζωναῖοι δὲ οἱ τὰς ἐν οὐρανῷ ζώνας ἀπολύτως περιελίττοντες καὶ τὰ τῇδε διοικοῦντες. θεῖον γὰρ γένος ἐστὶ παρ' αὐτοῖς ζωναῖον, τὸ κατανειμάμενον τὰς τοῦ αἰσθητοῦ κόσμου μερίδας καὶ ζωσάμενον τὰς περὶ τὸν ὑλαῖον τόπον διακληρώσεις. μετὰ δὲ τὰς ζώνας ἐστὶν ὁ ἀπλανὴς κύκλος περιέχων τὰς ἑπτὰ σφαίρας, ἐν αἷς τὰ ἄστρα. καὶ ἄλλος μὲν παρ' αὐτοῖς ὁ ἡλιακὸς κόσμος τῷ αἰθερίῳ βάθει δουλεύων, ἄλλος δὲ ὁ ζωναῖος, εἷς ὢν τῶν ἑπτά. Τῶν δὲ ἀνθρωπίνων ψυχῶν αἴτια διττὰ πηγαῖα τίθενται, τόν τε πατρικὸν νοῦν καὶ τὴν πηγαίαν ψυχήν. καὶ προέρχεται μὲν αὐτοῖς ἡ μερικὴ ψυχὴ ἀπὸ τῆς πηγαίας κατὰ βούλησιν τοῦ πατρός· ἔχει δὲ καὶ αὐτόγονον οὐσίαν καὶ αὐτόζωον· οὐ γάρ ἐστιν ὡς ἑτεροκίνητος. εἰ γὰρ κατὰ τὸ λόγιον μοῖρα τοῦ θείου πυρός ἐστι καὶ πῦρ φαεινὸν καὶ νόημα πατρικόν, εἶδός ἐστιν ἄυλον καὶ αὐθυπόστατον. τοιοῦτον γὰρ πᾶν τὸ θεῖον, οὗ μέρος ἡ ψυχή· καὶ πάντα φασὶν εἶναι ἐν ἑκάστῃ ψυχῇ, καθ' ἑκάστην δὲ ἰδιότητα