φυσική ἐστιν, ἡ δὲ ἕξις ἐπείσακτος καὶ διδακτή. Πρόνοιά ἐστιν ἡ ἐκ θεοῦ εἰς τὰ ὄντα γινομένη ἐπιμέλεια. Ἐπίκουρός φησι· «τὸ μακάριον καὶ ἄφθαρτον οὔτ' αὐτὸ πράγματα ἔχει οὔτ' ἄλλῳ παρέχει». πολλὰ τῶν κατὰ πρόνοιαν οὐκ ἔστι φύσεως ἔργα· μέρος γὰρ προνοίας ἡ φύσις. διὰ τρεῖς αἰτίας οὐκ ἂν εἴη πρόνοια· ἢ ἐν τῷ μὴ γινώσκειν τὸν θεὸν τί τὸ καλόν, ἢ τῷ μὴ βούλεσθαι, ἢ τῷ μὴ δύνασθαι. καὶ τὰ τρία ἄτοπα. φασίν «οὐ βούλεται, οὐ διὰ ῥαθυμίαν, ἀλλὰ δι' ἕτερον καὶ δεύτερον τρόπον, διὰ τὸ ἀπρεπές». εἰ οὐ δύναται προνοεῖν, ἢ διὰ τὸ αὐτὸν μὴ πεφυκέναι ἢ διὰ τὸ μὴ τὰ καθέκαστα προνοίας εἶναι δεκτικά. καὶ ἀμφότερα δὲ ἄτοπα. ὅπερ ὁ τεχνίτης πρὸς τὸ τεχνηθέν, οἰκοδόμος πρὸς οἰκίαν καὶ πρὸς τὸ γεννηθὲν ὁ πατήρ. Συλλογαὶ διάφοροι καὶ ποικίλαι Τῶν ψυχικῶν δυνάμεων αἱ μὲν λογικαί, αἱ δὲ ἄλογοι· τῶν λογικῶν αἱ μὲν ζωτικαὶ καὶ ὀρεκτικαί, αἱ δὲ γνωστικαί· ὁμοίως καὶ αἱ ἄλογοι. πάλιν αἱ λογικαὶ καὶ γνωστικαὶ διαιροῦνται εἰς δόξαν, διάνοιαν, νοῦν. ἡ οὖν δόξα καταγίνεται περὶ τὸ καθόλου αἰσθητόν, ὅτι πᾶς ἄνθρωπος δίπους, καὶ τῶν διανοητικῶν ἄνευ λόγου τὰ συμπεράσματα, οἷον ἡ ψυχὴ ἀθάνατος· τὸ διατί δὲ οὐκ οἶδε· διανοίας γὰρ τοῦτο. κατὰ Πλάτωνα δόξα διανοίας ἀποτελεύτησις. ἡ γὰρ διάνοια [μεταβαίνει] διὰ προτάσεως εἰς συμπέρασμα, ὃ οἶδεν ἡ δόξα μόνον. ὁ δὲ νοῦς ἐπέκεινα τῶν κατὰ ἀπόδειξιν 31 οἶδε. γίνεται δὲ τοῦτο τοῖς εἰς ἄκρον καθάρσεως καὶ ἐπιστήμης γεγονόσι. νοῦς ἐστὶ ἕξις τῆς ψυχῆς τελειοτάτη. ὁ νοῦς καταγίνεται περὶ τὰ νοητά, διάνοια περὶ τὰ διανοητά, δόξα περὶ τὰ δοξαστά. Πλωτῖνος· «ἀγέσθωσαν οἱ νέοι διὰ τῶν μαθημάτων πρὸς συνεθισμὸν τῆς ἀιδίου φύσεως.» Ἀπορία, εἰ μὴ δυνατὸν ἐκ τῶν μερικῶν τὸ καθόλου πιστώσασθαι· οὐ γάρ, ἐπειδὴ ξανθὸς ἢ λευκὸς ὁ ἵππος, καὶ πάντες. ἢ κατὰ διάνοιαν ἢ κατὰ φαντασίαν ἢ αἴσθησιν; πῶς κατὰ δόξαν δυνατὸν τὴν διάνοιαν τὸ ἐν τοῖς αἰσθητοῖς καθόλου συλλογίσασθαι; ὡς Ἀριστοτέλης δείκνυσι διὰ τῆς σελήνης ὅλα τὰ ἄστρα σφαιρικὰ ὡς ὁμοούσια, οὕτω καὶ ἡ δόξα, ὑπὸ τῆς αἰσθητοῖς μαθοῦσα ὅτι ὁ Σωκράτης καὶ Πλάτων δίπους, ἀναμιμνήσκεται οἷον καὶ πάντα ἄνθρωπον δίπουν δοξάζει. Πρακτικαί, λογικαί, γνωστικαί. βούλησις ἡ τοῦ ἀγαθοῦ μόνου καὶ προαίρεσις ἡ τῶν ἀμφοτέρων. καὶ ἡ μὲν βούλησις τῆς λογικῆς μόνον ψυχῆς, ἡ δὲ τῆς συμπεπλεγμένης τῇ ἀλογίᾳ, ἤγουν μετὰ <τὸ> ὑπελθεῖν τῷ σώματι. Τῶν ἀλόγων αἱ μὲν ζωτικαὶ καὶ ὀρεκτικαί, αἱ δὲ γνωστικαί. αἴσθησις ἡ περὶ τὰ ἐκτὸς καὶ τὸ παρόν, φαντασία ἡ περὶ τὰ ἐντός, ἣν καὶ νοῦν καλεῖ ὁ Ἀριστοτέλης ὡς ἔνδον ἔχουσαν τὸ γνωστόν, παθητικὸν ὡς οὐκ ἀσχηματίστως ἀλλὰ μετὰ τύπων ἔχουσαν τὸ γνωστόν. ἡ φαντασία τῶν πέντε αἰσθήσεων δέχεται τοὺς τύπους, ἡ δὲ αἴσθησις ἑκάστη τὸ ἴδιον. τῶν ὀρεκτικῶν θυμὸς καὶ ἐπιθυμία. τί δέ; οὐκ ἐπιθυμεῖ καὶ ὁ θυμούμενος τοῦδε καὶ ὁ λογικὸς σοφίας; ὥσπερ ἡ διάθεσις λέγεται καὶ καθ' αὑτὴν καὶ ἐπὶ τῆς ἕξεως, οὕτω καὶ ἐπιθυμία καὶ ἐν τοῖς δυσὶ φαίνεται καὶ καθ' ἑαυτήν. εἰσὶ καὶ αἱ θρεπτικαὶ δυνάμεις θρεπτική, αὐξητική, γεννητική. Ἡμεῖς οὖν ἔχομεν καὶ τὰς λογικὰς ὡς λογικοί, ὡς ζῷα τὰς ἀλόγους, ὡς ἔμψυχα τὰς φυτικάς. οἱ ἔχοντες τοιγαροῦν τὰς λογικὰς ἔχουσι καὶ τὰς ἀλόγους, οὐ μὴν καὶ ἀνάπαλιν, ὡς οἱ ἔχοντες ὀφθαλμοὺς καὶ ἀκοὴν καὶ τὰς λοιπὰς αἰσθήσεις, οὐ μὴν καὶ ἀνάπαλιν, ὡς οἱ ἀσπάλακες χωρὶς ὄψεως, οἱ σπόγγοι ἁφῆς μόνης <μετέχοντες>. 32 Ἡ φύσις ἐφιεμένη τῆς τοῦ πρώτου ἀιδιότητος τοῦτο ἐσκόπησε, τὸ τῶν φυσικῶν ἕκαστον γεννῆσαι ἄλλο. καὶ ἐπειδὴ ἡ γέννησις ἐν ὡρισμένῳ γίνεται μεγέθει, δεόμεθα αὐξήσεως, ἥτις ἐδεήθη τῆς θρεπτικῆς δυνάμεως. ὅταν ἐνεργοῦμεν ὡς ἄνθρωποι, λογικῶς ἐνεργοῦμεν· ὡς ἄλογοι, ὅταν κατὰ θυμὸν καὶ ἐπιθυμίαν· καὶ ὅταν κατὰ τὰς θρεπτικὰς καὶ αὐξητικάς, ὡς φυτά. καὶ ὁ Πλωτῖνος «ὅσοι» φησί «κατὰ τὰς θρεπτικὰς δυνάμεις ἐμμανῶς ἐνεργοῦσι κινδυνεύουσιν ἀποδενδρωθῆναι». Ἡ ἐπιθυμία διαφέρει τῆς θρεπτικῆς <καὶ> αὐξητικῆς, ὅτι δι' αἰσθήσεως ποιεῖ, ὃ ποιεῖ, καὶ ἡδέως· αἱ