πολλάκις φαινόμεναι φαντασίαν τινὸς ἀγαθότητος πρὸς τὸν τελούμενον ὑποκρίνονται. Χαλδαϊκὸν λόγιον. ψυχὴ μερόπων θεὸν ἄγξει ἐς αὑτήν, οὐδὲν θνητὸν ἔχουσα ὅλη μεμέθυσται· ἁρμονίαν αὔχει γάρ, ὑφ' ᾗ πέλε σῶμα βρότειον. 137 Ἐξήγησις. τὸ θεῖον, φησί, πῦρ ἡ ψυχὴ βιάζεται εἰς ἑαυτὴν (τοῦτο γάρ ἐστι τὸ «ἄγχει») διὰ τῆς ἀθανασίας καὶ τῆς καθαρότητος. τότε γὰρ «ὅλη μεμέθυσται», τοῦτ' ἔστι, πληροῦται κρείττονος ζωῆς καὶ ἐλλάμψεως καὶ οἷον ἐξίσταται ἑαυτῆς. εἶτα πρὸς αὐτὴν ὁ λόγος φησίν «ἁρμονίαν αὔχει», τοῦτ' ἔστι, σεμνύνου τῇ ἀφανεῖ καὶ νοητῇ ἁρμονίᾳ ᾗ συνδέδεσαι ἀριθμητικοῖς λόγοις καὶ μουσικοῖς. ὑπὸ ταύτῃ γὰρ τῇ νοητῇ ἁρμονίᾳ καὶ τὸ βρότειον καὶ σύνθετον συνηρμόσθη σῶμα, ἐκεῖθεν ἐπιχορηγουμένην ἔχον τὴν σύστασιν. Χαλδαϊκὸν λόγιον. οἰγνύσθω ψυχῆς βάθος ἄμβροτον· ὄμματα πάντα ἄρδην ἐκπέτασον ἄνω. Ἐξήγησις. «ψυχῆς βάθος» αἱ τριπλαῖ αὐτῆς δυνάμεις εἰσίν, αἱ νοεραί, αἱ διανοητικαί, αἱ δοξαστικαί, «ὄμματα» δὲ αἱ τριπλαῖ αὐτῶν γνωστικαὶ ἐνέργειαι. τὸ μὲν γὰρ ὄμμα γνώσεως σύμβολον, ἡ δὲ ζωὴ ὀρέξεως. ἀνοιγέσθω οὖν, φησί, τὸ τῆς ψυχῆς ἀθάνατον βάθος, καὶ τὰς γνωστικάς σοι δυνάμεις «ἄρδην ἐκπέτασον ἄνω,» καὶ ὅλον σαυτόν, ἵνα τὸ ἡμεδαπὸν ἐρῶ, μετάθες ἐπὶ τὸν κύριον. Χαλδαϊκὸν λόγιον. μὴ πνεῦμα μολύνῃς μηδὲ βαθύνῃς τὸ ἐπίπεδον. Ἐξήγησις. δύο χιτῶνας ἐπενδύουσι τὴν ψυχὴν οἱ Χαλδαῖοι, καὶ τὸν μὲν πνευματικὸν ὀνομάζουσιν, ἀπὸ τοῦ αἰσθητοῦ κόσμου ἐξυφανθέντα αὐτῇ, τὸν δὲ αὐγοειδῆ, λεπτὸν καὶ ἀβαθῆ, ὅπερ ἐπίπεδον ὀνομάζεται. μήτε οὖν, φησί, τὸν πνευματικὸν χιτῶνα τῆς ψυχῆς μολύνῃς ἀκαθαρσίᾳ παθῶν μήτε τὸν ἐπίπεδον αὐτῆς βαθύνῃς προσθήκαις τισὶν ὑλικαῖς· ἀλλὰ τήρησον ἀμφοτέρους ἐπὶ τῆς φύσεως, τὸν μὲν καθαρόν, τὸν δὲ ἀβαθῆ. 138 Χαλδαϊκὸν λόγιον. ζήτησον παράδεισον. Ἐξήγησις. παράδεισός ἐστι Χαλδαϊκὸς πᾶς ὁ περὶ τὸν πατέρα χορὸς τῶν θείων δυνάμεων καὶ τὰ ἐμπύρια κάλλη τῶν δημιουργικῶν πηγῶν· ἄνοιξις δὲ αὐτοῦ δι' εὐσεβείας ἡ μετουσία τῶν ἀγαθῶν, φλογίνη δὲ ῥομφαία ἡ ἀμείλικτος τοῖς ἀναξίως προσερχομένοις δύναμις. καὶ τούτοις μὲν κέκλεισται διὰ τὴν ἀνεπιτηδειότητα, τοῖς δὲ εὐσεβέσιν ἀνήπλωται. εἰς ὃν ἀνατείνονται πᾶσαι αἱ θεουργικαὶ ἀρεταί. Χαλδαϊκὸν λόγιον. σὸν ἀγγεῖον θῆρες χθονὸς οἰκήσουσιν. Ἐξήγησις. «ἀγγεῖον» μέν ἐστι τὸ σύνθετον ἡμῶν κρᾶμα τῆς ζωῆς, «θῆρες» δὲ «χθονὸς» οἱ περὶ γῆν καλινδούμενοι δαίμονες. τὴν οὖν ζωὴν ἡμῶν πλήρη γενομένην παθῶν οἱ τοιοῦτοι θῆρες «οἰκήσουσιν». καὶ γὰρ οὐσίωται ἐν τοῖς πάθεσι τὰ τοιαῦτα γένη καὶ τὴν ἕδραν ἔχει καὶ τὴν τάξιν ὑλικήν· διὸ καὶ οἱ ἐμπαθεῖς πρὸς ταῦτα συγκολλῶνται, τῷ ὁμοίῳ τὸ ὅμοιον ἐφελκόμενοι, κινητικὴν ἔχοντες δύναμιν τῶν παθῶν. Χαλδαϊκὸν λόγιον. ἐκτείνας πύριον νοῦν ἔργον ἐπ' εὐσεβίης ῥευστὸν καὶ σῶμα σαώσεις. Ἐξήγησις. τοῦτ' ἔστιν· ἐὰν ἐκτείνῃς τὸν φωτισθέντα σοι νοῦν ἄνωθεν καὶ τοῦ θείου πυρὸς ἔργον γενόμενος εἰς τὰ τῆς εὐσεβείας ἔργα (ἔργα δὲ εὐσεβείας παρὰ Χαλδαίοις αἱ τῶν τελετῶν μέθοδοι), οὐ μόνον τὴν ψυχὴν ἀνάλωτον ποιήσεις τοῖς πάθεσιν, ἀλλὰ καὶ τὸ σῶμά σου ὑγιεινότατον. ἔστι γὰρ καὶ τοῦτο πολλάκις ἔργον τῶν θείων ἐλλάμψεων, ἐκδαπανᾶν τὴν ὕλην τοῦ σώματος καὶ ὑγιᾶ τὴν φύσιν κατασκευάζειν, ὡς μήτε πάθεσιν μήτε νόσοις ἁλίσκεσθαι. Χαλδαϊκὸν λόγιον. ἐκ δ' ἄρα κόλπων γαίης θρῴσκουσι χθόνιοι κύνες οὔποτ' ἀληθὲς σῆμα βροτῷ δεικνύντες. 139 Ἐξήγησις. περὶ δαιμόνων ἐνύλων ὁ λόγος· καὶ κύνας μὲν τούτους καλεῖ ὡς τιμωροὺς τῶν ψυχῶν, χθονίους δὲ ὡς ἐξ οὐρανοῦ πεπτωκότας καὶ καλινδουμένους περὶ τὴν γῆν. οὗτοι γοῦν, φησί, πόρρω τῆς θείας τεταγμένοι ζωῆς καὶ τῆς νοερᾶς θεωρίας ἀπολιμπανόμενοι, προσημαίνειν τὸ μέλλον οὐ