συνθήματα παρὰ τοῦ πρώτου πατρὸς λαβεῖν, οὔτε δὲ πολλῶν κόλπων αὐτὰς κεκτῆσθαι πληρώματα, οὔτε τῶν σωμάτων προεστηκέναι καὶ πίπτειν ἐνταῦθα ἀτονούσας πρὸς τὴν θέαν τοῦ ὄντος δεξαίμην ἄν. ἔχουσαι δὲ ἅπερ εἰλήφασιν οὐκ ἐμφαίνουσιν εὐθὺς ἐν τοῖς σώμασιν, ἀλλὰ παρὰ μὲν τὴν πρὸς τὸ φθαρτὸν μίξιν γονιμώτεραι ἢ ἀφυέστεραι καθεστήκασιν, οὐ μέντοι καὶ τοὺς λόγους εὐθὺς προκεχειρισμένους ἔχουσιν ὧν πρώτως ἐγνώκεισαν. ἀλλ' ἀπὸ τῆς παιδεύσεως εἰς μὲν ἀνάμνησιν οὐκ ἐπανίασιν, ἐπεὶ μηδὲ τὸ δόγμα μοι τοῦτο ἀρέσκει, γραμματεῖον δὲ οὖσαι κενὸν πληροῦται τῆς κρείττονος γνώσεως. Οἱ δὲ ὀξεῖς καὶ ἀγχίνοι καὶ μνήμονες λόγου μὲν αὐτοὺς παιδαγωγοῦντος κτήσαιντ' ἄν τι πλέον τῶν ἄλλων διὰ μαθήσεως, ἀφ' ἑαυτῶν δὲ πρὸς τὰ 88 ἀνάντη φερόμενοι διολισθήσαιεν ἂν ἢ ὑπερπηδήσαιεν. ὃ γὰρ τῷ θρασεῖ ἵππῳ καὶ ὑπερήλικι ὁ χαλινὸς δύναται, τοῦτο τῇ γονιμωτάτῃ καὶ ὀξείᾳ φύσει ὁ λόγος ἰσχύει. ἐγὼ γοῦν ἑωράκειν πολλοὺς τῶν γενναίων μὲν τὴν φύσιν, ἀτελεστέρων δὲ πρὸς τὴν μάθησιν, οὐ παρὰ τὴν ἀνάληψιν τῶν ὧν μεμαθήκασι γεγονότας βελτίους, ἢ παρὰ τὴν ὀξεῖαν φύσιν αὐτά τε ταῦτα συγχέαντας καὶ περὶ ἃ μὴ ἐπραγματεύσαντο ἀταμιεύτῳ τε τῇ γλώττῃ χρωμένους καὶ ἄνοιαν ὀφλισκάνοντας. οὐ γὰρ πρόχειρον ἡ ἀπόδειξις, οὐδ' εἴ τι ὑπὲρ ἀπόδειξιν, οὔτε τὸ ἁπλοῦν οὔτε τὸ σύνθετον. διὰ ταῦτα δεῖ τὰ μὲν ἐκ διαιρέσεως ἔχειν μανθάνοντας, τὰ δὲ ἐξ ὁρικῆς ἀποδόσεως, τὰ δὲ ἐξ ἀποδείξεως, τὰ δ' ἐξ ἀναλύσεως, τὰ δ' ὑπὲρ ταῦτα ἔχειν ταῖς ἁπλαῖς καὶ ἀδιεξοδεύτοις ἐπιβολαῖς, καὶ τὰ μὲν παρὰ νοῦ, τὰ δὲ παρὰ σοφίας λαμβάνειν, τὰ δὲ καὶ ὑπὲρ τὸν νοῦν ἔχειν, ὅτι μὴ νοῦς τὸ πρῶτον αἴτιον, ἀλλὰ τὸ ἐπέκεινα. Περὶ τοῦ πῶς οἱ μὲν τῶν ἀνθρώπων γίνονται φρόνιμοι, οἱ δὲ μωροί Ὑμεῖς μὲν εὐθὺς ἐγελάσατε εἰρηκότος ἐμοῦ ὑπόθεσιν τῷ λόγῳ τὴν τήμερον τὸν Εὐδόκιμον, ὅπως τῆς αὐτῆς ἡμῖν μετεσχηκὼς φύσεώς τε καὶ κράσεως ἀλλοῖος τὴν ἕξιν τῆς φρονήσεως ἀναπέφηνεν. ἐγὼ δέ, εἰ μὴ δεινῶς ᾐσχυνάμην τὴν τοῦ λόγου μεταβολήν, τάχ' ἂν ἀπώκνησα τὴν ὑπόθεσιν, εἰδὼς ὅπως δεινή τίς ἐστι καὶ μάλα φιλόσοφος καὶ σκέψεως οὐ τῆς τυχούσης ἐπιδεής. διὰ τί γὰρ οὗτος παρὰ τοὺς πολλοὺς τῆς ἐκείνων κεκοινωνηκὼς φύσεως καὶ τῆς αὐτῆς μετέχων κατ' εἶδος ψυχῆς τὴν τοῦ φρονεῖν ἕξιν ἠλλοίωται; Ἑλλήνων μὲν οὖν παῖδες περὶ τῆς φαινομένης ἡμῖν φυσιολογοῦντες διαφορᾶς καὶ ὅπως οἱ μὲν τῶν ἀνθρώπων εὐθὺς ἐλεύθεροι τὴν ψυχὴν καθεστᾶσιν, οἱ δὲ δουλοπρεπεῖς καὶ ῥέποντες πρὸς τὰ τῇδε, καὶ οἱ μὲν λεπτοὶ τὴν νόησιν ἀγχίνοι τε καὶ μνήμονες καὶ ὀξεῖς, οἱ δὲ τοὐναντίον ἅπαν καὶ ἐπαρίστεροι ἀμβλεῖς τε καὶ μαλακοὶ καὶ λήθης γέμοντες, καὶ οἱ μὲν τῆς τοῦ ἀγαθοῦ φύσεως ἀπονητὶ ὥσπερ ἀντιλαμβανόμενοι, οἱ δὲ ταῖς κακίαις ἐγκείμενοι καὶ [διὰ] τῶν αἰσθητῶν πρὸς τὰ τῇδε χεόμενοι, ὁποίους δὴ τὸν Ὄσιριν ἱστοροῦσι καὶ τὸν Τυφῶ, καὶ οἱ μὲν βεβηκότες τὸν νοῦν καὶ εὐέδραστοι, οἱ δὲ πρὸς τὸ κινοῦν μεταφερόμενοι τάχιστα εὐαλ89 λοίωτοί τε καὶ μεταπίπτοντες, καὶ τὰς ἄλλας ὅσας μυρίας ἐννοοῦντες τῶν ἡμετέρων ψυχῶν διαφοράς, οὐκ ὤκνησαν διττὰς εἰπεῖν τῶν φύσεων τὰς πηγάς, τὴν μὲν ἄνωθεν ἀπὸ τῶν τοῦ οὐρανοῦ νώτων ἐνταῦθα τὰ ῥεύματα πέμπουσαν, τὴν δὲ ἐρριζωμένην κάτω που καὶ ἀπὸ τῶν τῆς γῆς χηραμῶν ἀναβλύζουσαν. τὴν μὲν ἀπὸ τῶν ἄνωθεν ὀχετῶν ἥκουσαν ψυχὴν εὐγενῆ τέ φασι καὶ ἐλευθέραν, εὐφυῆ τε καὶ μεγαλογνώμονα, σταθηράν τε καὶ βεβηκυῖαν καὶ τοῖς ἄλλοις κεκοσμημένην καλοῖς, τὴν δ' ἀπὸ τῶν τῆς γῆς ἀναθοροῦσαν ζοφερῶν καταδύσεων ἀνελευθέραν τε καὶ ἀγεννῆ, μετακινητήν τε καὶ μεταπίπτουσαν, ἀνοίας ἐμπεπλησμένην καὶ πολλῷ τῷ τῆς ἀφροσύνης συγκεκαλυμμένην βυθῷ. οὐ μόνον δὲ μέχρι τούτων ἔστησαν οἵ γε φιλοσοφώτεροι τούτων καὶ γενναιότεροι, ἀλλ' ἑκατέρῳ μέρει τῷ τε ὕψει καὶ τῷ βάθει τῶν ψυχικῶν φύσεων μακρὰν δόντες διάστασιν, τὰς μὲν τῶν ψυχῶν ἀπὸ τῶν ὑπὲρ τὸν οὐρανὸν τόπων κατάγουσιν, ἃς δή φασιν εἶναι